Ταύτας ἡμεῖς τὰς νοητὰς θεωνυμίας συνηρηκότες, ὡς ἐφικτὸν ἀνεπτύξαμεν, οὐ μόνον αὐτῶν τῆς ἀκριβείας ἀπολειπόμενοι, (τοῦτο γὰρ ἀληθῶς καὶ ἄγγελοι φαῖεν·) οὐδὲ τῆς κατὰ ἀγγέλους αὐτῶν ὑμνῳδίας· καὶ τῶν ἐσχάτων γὰρ ἀποδέουσιν οἱ κράτιστοι τῶν παρ' ἡμῖν θεολόγων· οὔτε μὴν αὐτῶν τῶν θεολόγων, οὐδὲ τῶν αὐτῶν ἀσκητῶν, ἢ συνοπαδῶν, ἀλλὰ καὶ τῶν ἡμῖν ὁμοταγῶν, ἐσχάτως καὶ ὑφειμένως. Ὥστε, εἰ μὲν ὀρθῶς ἔχοι τὰ εἰρημένα, καὶ ὡς καθ' ἡμᾶς ὄντως ἐφηψάμεθα τῇ διανοίᾳ τῆς θεωνυμικῆς ἀναπτύξεως, ἐπὶ τὸν πάντων ἀγαθῶν αἴτιον τὸ πρᾶγμα ἀναθετέον· τὸν δωρούμενον πρῶτον αὐτὸ τὸ εἰπεῖν, ἔπειτα τὸ εὖ εἰπεῖν. Καὶ εἴ τι τῶν ὁμοδυνάμων παραλέλειπται, κἀκεῖνο ἡμᾶς κατὰ τὰς αὐτὰς μεθόδους προσυπακούειν δεήσει. Εἰ δὲ ταῦτα ἢ οὐχ ὀρθῶς ἢ ἀτελῶς ἔχει, καὶ τῆς ἀληθείας ἢ ὁλικῶς ἢ μερικῶς ἀποπεπλανήμεθα, τῆς σῆς ἂν εἴη φιλανθρωπίας ἐπανορθώσασθαι τὸν ἀκουσίως ἀγνοοῦντα, καὶ μεταδοῦναι λόγου τῷ μαθεῖν δεομένῳ, καὶ ἐπαμῦναι τῷ μὴ αὐτάρκη δύναμιν ἔχοντι, καὶ ἰάσασθαι τὸν οὐχ ἐθέλοντα ἀῤῥωστεῖν· καὶ τὰ μὲν παρ' ἑαυτοῦ, τὰ δὲ παρ' ἑτέρων ἐξευρίσκοντα, πάντα δὲ ἐκ τἀγαθοῦ λαμβάνοντα, καὶ εἰς ἡμᾶς διαβιβάσαι. Μηδὲ ἀποκά- Α μὴ φίλον ἄνδρα εὐεργετεῖν· ὁρᾷς γὰρ, ὅτι καὶ ἡμεῖς οὐδένα τῶν παραδοθέντων ἡμῖν ἱεραρχικῶν λόγων εἰς ἑαυτοὺς συνεστείλαμεν, ἀλλὰ ἀνθρεύτους αὐτοὺς καὶ ὑμῖν καὶ ἑτέροις ἱεροῖς ἀνδράσι μεταδεδώκαμεν τε καὶ μεταδώσομεν, ὡς ἂν ἡμεῖς τε εἰπεῖν ἱκανοὶ καὶ οἷς λέγεται ἀκούειν, κατ’ οὐδὲν τὴν παράδοσιν ἀδικοῦντες, εἰ μὴ ἄρα πρὸς τὴν νόησιν ἢ τὴν ἔκφρασιν αὐτῶν ἀσθενήσομεν. Ἀλλὰ ταῦτα μὲν, ὅπῃ τῷ Θεῷ φίλον, ταύτῃ ἐχέτω τε, καὶ λεγέσθω· καὶ ἔστω δὴ τοῦτο ταῖς νοηταῖς θεωνυμίαις τὸ καθ’ ἡμᾶς πέρας· ἐπὶ δὲ τὴν συμβολικὴν θεολογίαν, ἡγουμένου Θεοῦ, μεταβήσομαι.