On the Divine Names
Περὶ θείων ὀνομάτων
On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).
CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci
§ I
§ II
§ III
§ IV
§ V
§ VI
§ VII
§ VIII
CAPUT II. unio et distinctio.
§ I
§ II
§ III
§ IV
§ V
§ VI
§ VII
§ VIII
§ IX
§ X
§ XI
CAPUT III. Quae sit vis orationis, et de beato Hierotheo, de religione et conscriptione theologica.
§ I
§ II
§ III
CAPUT IV. De bono, luce, pulchro, amore, exstasi, zelo; et quod malum neque ens sit, neque ex entibus, neque in entibus.
§ I
§ II
§ III
§ IV
§ V
§ VI
§ VII
§ VIII
§ IX
§ X
§ XI
§ XII
§ XIII
§ XIV
§ XV
§ XVI
§ XVII
§ XVIII
§ XIX
§ XX
§ XXI
§ XXII
§ XXIII
§ XXIV
§ XXV
§ XXVI
§ XXVII
§ XXVIII
§ XXIX
§ XXX
§ XXXI
§ XXXII
§ XXXIII
§ XXXIV
§ XXXV
CAPUT V. De ente, in quo etiam de exemplaribus.
§ I
§ II
§ III
§ IV
§ V
§ VI
§ VII
§ VIII
§ IX
§ X
CAPUT VI. De vita.
§ I
§ II
§ III
CAPUT VII. De sapientia, mente, ratione, veritate, fide.
§ I
§ II
§ III
§ IV
CAPUT VIII. De potentia, justitia, salute, redemptione; ubi etiam de inaequalitate.
Περὶ δυνάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυτρώσεως, ἐν ᾧ καὶ περὶ ἀνισότητος.
§ I
Ἀλλ' ἐπειδὴ τὴν θείαν ἀληθότητα καὶ ὑπέρσοφον σοφίαν καὶ ὡς δύναμιν ὑμνοῦσι καὶ ὡς δικαιοσύνην οἱ θεολόγοι, καὶ σωτηρίαν αὐτὴν ἀποκαλοῦσι καὶ ἀπολύτρωσιν, φέρε καὶ ταύτας, ὡς ἐφικτὸν ἡμῖν, τὰς θεωνυμίας ἀναπτύξωμεν. Καὶ ὅτι μὲν ἡ θεαρχία πάσης ἐξήρηται, καὶ ὑπερέχει τῆς ὅπως ποτὲ καὶ οὔσης καὶ ἐννοουμένης δυνάμεως, οὐκ οἶμαι τινα τῶν ἐν τοῖς θείοις λογίοις ἐντεθραμμένων ἀγνοεῖν· πολλαχοῦ γὰρ ἡ θεολογία καὶ τὴν κυρείαν αὐτῇ, καὶ αὐτῶν τῶν ὑπερουρανίων δυνάμεων ἀφορίζουσα παραδέδοται. Πῶς οὖν αὐτὴν οἱ θεολόγοι καὶ ὡς δύναμιν ὑμνοῦσι, τὴν πάσης ἐξηρημένην δυνάμεως; ἢ πῶς ἐπ' αὐτῇ τὴν δυναμωνυμίαν ἐκλάδωμεν;
§ II
Λέγομεν τοίνυν, ὅτι δύναμίς ἐστιν ὁ Θεὸς, ὡς πᾶσαν δύναμιν ἐν ἑαυτῷ προέχων καὶ ὑπερέχων, καὶ ὡς πάσης δυνάμεως αἴτιος, καὶ πάντα κατὰ δύναμιν ἄκλιτον καὶ ἀπεριόριστον παράγων, καὶ ὡς αὐτοῦ τοῦ εἶναι δύναμιν, ἢ τὴν ὅλην ἢ τὴν καθ' ἕκαστον αἴτιος ὤν· καὶ ὡς ἀπειροδύναμος, οὐ μόνον τῷ πᾶσαν δύναμιν παράγειν, ἀλλὰ καὶ τῷ ὑπὲρ πᾶσαν καὶ τὴν αὐτοδύναμιν εἶναι, καὶ τῷ ὑπερδύνασθαι, καὶ ἀπειράκις ἀπείρους τῶν οὐσῶν δυνάμεων ἑτέρας παραγαγεῖν· καὶ τῷ μὴ ἂν ποτε δυνηθῆναι τὰς ἀπείρους καὶ ἐπ' ἄπειρον παραγομένας δυνάμεις τὴν ὑπεράπειρον αὐτοῦ τῆς δυναμοποιοῦ δυνάμεως ἀμβλῦναι ποίησιν· καὶ τῷ ἀφθέγκτῳ καὶ ἀγνώστῳ καὶ ἀνεπινοήτῳ τῆς πάντα ὑπεχούσης αὐτοῦ δυνάμεως, ἡ διὰ περιουσίαν τοῦ δυνατοῦ καὶ τὴν ἀσθένειαν δυναμοῦ, καὶ τὰ ἔσχατα τῶν ἀπηχημάτων ἐν αὐτῆς συνέχει καὶ διακρατεῖ, καθάπερ καὶ ἐπὶ τῶν κατ' αἴσθησιν δυνατῶν ὁρῶμεν, ὅτι τὰ ὑπέρλαμπρα φῶτα καὶ μέχρι τῶν ἀμβλειῶν ὁράσεων φθάνει· καὶ τοὺς μεγάλους φασι τῶν ψόφων καὶ εἰς τὰς μὴ λίαν εὐκόλως τῶν ἤχων ἀντιλαμβανομένας ἀκοὰς εἰσδύεσθαι. Τὸ γὰρ πάντῃ ἀνήκοον οὐδὲ ἀκοή· καὶ τὸ καθόλου μὴ βλέπον οὐδὲ ὅρασις.
§ III
Αὕτη δ' οὖν ἡ ἀπειροδύναμος τοῦ θεοῦ διάδοσις εἰς πάντα τὰ ὄντα χωρεῖ, καὶ οὐδέν ἐστι τῶν ὄντων ὃ παντελῶς ἀφήρηται τὸ ἔχειν τινὰ δύναμιν· ἀλλ' ἢ νοερὰν, ἢ λογικὴν, ἢ αἰσθητικὴν, ἢ ζωτικὴν, ἢ οὐσιώδη δύναμιν ἔχει· καὶ αὐτὸ δὲ, εἰ θέμις εἰπεῖν, τὸ εἶναι δύναμιν, εἰς τὸ εἶναι ἔχει παρὰ τῆς ὑπερουσίου δυνάμεως.
§ IV
Ἐξ αὐτῆς εἰσιν αἱ θεοειδεῖς τῶν ἀγγελικῶν διακό- σμων δυνάμεις· ἐξ αὐτῆς καὶ τὸ εἶναι ἀμεταπτώτως ἔχουσι, καὶ πάσας αὐτῶν τὰς νοερὰς καὶ ἀθανάτους ἀεικινησίας, καὶ τὸ ἄρρεπὲς αὐτὸ, καὶ τὴν ἀνελάττωτον ἔφεσιν τοῦ ἀγαθοῦ, πρὸς τῆς ἀπειραγάθου δυνάμεως εἰλήφασιν, αὐτῆς ἐφιείσης αὐτοῖς τὸ δύνασθαι καὶ τὸ εἶναι ταῦτα, καὶ ἐφίεσθαι ἀεὶ εἶναι, καὶ αὐτὸ τὸ δύνασθαι ἐφίεσθαι τοῦ ἀεὶ δύνασθαι.
§ V
Πρόεισι δὲ τὰ τῆς ἀνεκλείπτου δυνάμεως καὶ εἰς ἀνθρώπους, καὶ ζῷα, καὶ φυτὰ, καὶ τὴν ὅλην τοῦ παντὸς φύσιν· καὶ δυναμοῖ τὰ ἡνωμένα πρὸς τὴν ἀλλήλων φιλίαν καὶ κοινωνίαν, καὶ τὰ διακεκριμένα πρὸς τὸ εἶναι κατὰ τὸν οἰκεῖον ἕκαστα λόγον καὶ ὅρον ἀσύγχυτα καὶ ἀσύμφυρτα· καὶ τὰς τοῦ παντὸς τάξεις καὶ εὐθμωσύνᾳς εἰς τὸ οἰκεῖον ἀγαθὸν διασώζει, καὶ τὰς ἀθανάτους τῶν ἀγγελικῶν ἑνάδων ζωὰς ἀλυθήτους διαφυλάττει, καὶ τὰς οὐρανίας, καὶ φωστηρικὰς, καὶ ἀστρίφους οὐσίας, καὶ τάξεις ἀναλλοιώτους, καὶ τὸν αἰῶνα δύνασθαι εἶναι ποιεῖ· καὶ τὰς τοῦ χρόνου περιελίξεις διακρίνει μὲν ταῖς προόδοις, συνάγει δὲ ταῖς ἀποκαταστάσεσι· καὶ τὰς τοῦ πυρὸς δυνάμεις ἀσβέστους ποιεῖ, καὶ τὰς τοῦ ὕδατος ἐπιρροὰς ἀνεκλείπτους, καὶ τὴν ἀέριαν χύσιν ὁρίζει, καὶ τὴν γῆν ἐπ᾽ οὐδενὸς ἱδρύει, καὶ τὰς ζωογόνους αὐτῆς ὠδῖνας ἀδιαφθόρους φυλάττει· καὶ τὴν ἐν ἀλλήλοις τῶν στοιχείων ἁρμονίαν καὶ κρᾶσιν ἀσύγχυτον καὶ ἀδιαίρετον ἀποσώζει, καὶ τὴν ψυχῆς καὶ σώματος σύνθεσιν συνέχει, καὶ τὰς τῶν φυτῶν θρεπτικὰς καὶ αὐξητικὰς δυνάμεις ἀνακινεῖ· καὶ διακρατεῖ τὰς οὐσιώδεις τῶν ὅλων δυνάμεις, καὶ τὴν τοῦ παντὸς ἀδιάλυτον μονὴν ἀσφαλίζεται, καὶ τὴν θέωσιν αὐτὴν δωρεῖται, δύναμιν εἰς τοῦτο τοῖς ἐκθεουμένοις παρέχουσα· καὶ ὅλως οὐδέν ἐστι καθόλου τῶν ὄντων, τὴν παγκρατορικὴν ἀσφάλειαν καὶ περιοχὴν τῆς θείας δυνάμεως ἀφῃρημένον. Τὸ γὰρ καθόλου μηδεμίαν δύναμιν ἔχον οὔτε ἔστιν, οὔτε τί ἐστιν, οὔτε ἐστὶ τις αὐτοῦ παντελῶς θέσις.
§ VI
Καίτοι φησὶν Ἐλύμας ὁ μάγος· Εἰ παντοδύναμός ἐστιν ὁ Θεός, πῶς λέγεται τι μὴ δύνασθαι πρὸς τοῦ καθ' ὑμᾶς θεολόγου; Λοιδορεῖται δὲ τῷ θείῳ Παύλῳ φήσαντι, μὴ δύνασθαι τὸν Θεὸν ἑαυτὸν ἀρνήσασθαι. Προθεὶς δὲ τοῦτο, λίαν ὀρρωδῶ μὴ καὶ ἀνοίας ὄχλησω γέλωτα, παιδῶν ἀθυρόντων οἰκοδομήματα καὶ ἐπὶ ψάμμῳ καὶ ἀσθενῆ καταλύειν ἐπιχειρῶν, καὶ ὥσπερ τινὸς ἀνεφίκτου σκοποῦ καταστοχάζεσθαι σπεύδων τῆς περὶ τούτου θεολογικῆς διανοίας· ἡ γὰρ ἑαυτοῦ ἄρνησις ἔκπτωσις ἀληθείας ἐστίν· ἡ δὲ ἀλήθεια ὂν ἐστι, καὶ ἡ τῆς ἀληθείας ἔκπτωσις τοῦ ὄντος ἔκπτωσις. Εἰ τοίνυν ἡ ἀλήθεια ὂν ἐστιν, ἡ δὲ ἄρνησις τῆς ἀληθείας τοῦ ὄντος ἔκπτωσις, ἐκ τοῦ ὄντος ἐκπεσεῖν ὁ Θεὸς οὐ δύναται, καὶ τὸ μὴ εἶναι οὐκ ἔστιν, ὡς ἄν τις φαίη, τὸ μὴ δύνασθαι οὐ δύναται, καὶ τὸ μὴ εἰδέναι κατὰ στέρησιν οὐκ οἶδεν. Ὅπερ ὁ σοφὸς οὐκ ἐννοήσας, μιμεῖται τοὺς τῶν ἀθλητῶν ἀπειρονίκας, οἳ, πολλάκις ἀσθενεῖς εἶναι τοὺς ἀνταγωνιστὰς ὑποθέμενοι, κατὰ τὸ δοκοῦν ἑαυτοῖς, καὶ πρὸς ἀπόντας αὐτοὺς ἀνδρείως σκιαμαχοῦντες, καὶ τὸν ἀέρα διακέναις πληγαῖς εὐθαρσῶς καταπαίοντες, οἴονται τῶν ἀντιπάλων αὐτῶν κεκρατηκέναι, καὶ ἀνακηρύττουσιν ἑαυτοὺς, οὔτε εἰδότες τὴν ἐκείνων δύναμιν. Ἡμεῖς δὲ τοῦ θεολόγου κατὰ τὸ ἐφικτὸν στοχαζόμενοι, τὸν ὑπερδύναμον Θεὸν ὑμνοῦμεν, ὡς παντοδύναμον, ὡς μακάριον καὶ μόνον δυνάστην, ὡς δεσπόζοντα ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, ὡς κατ' οὐδὲν τῶν ὄντων ἐκπεπτωκότα· μᾶλλον δὲ καὶ ὑπέχοντα, καὶ προέχοντα πάντα τὰ ὄντα κατὰ δύναμιν ὑπερούσιον, καὶ πᾶσι τοῖς οὖσι τὸ δύνασθαι εἶναι, καὶ τόδε εἶναι κατὰ περιουσίαν ὑπερβαλλούσης δυνάμεως ἀφθόνῳ χρήσει δεδωρημένον.
§ VII
Δικαιοσύνη δὲ αὖθις ὁ Θεός, ὡς πᾶσι τὰ κατ' ἀξίαν ἀπονέμων ὑμνεῖται, καὶ εὐμετρίαν, καὶ κάλλος, καὶ εὐταξίαν, καὶ διακόσμησιν, καὶ πάσας διανομὰς καὶ Α. τάξεις ἀφορίζων ἑκάστῳ κατὰ τὸν ὄντως ὄντα δικαιότατον ὅρον, καὶ πάσι τῆς αὑτῶν ἑκάστων αὐτοπραγίας αἴτιος ὤν. Πάντα γὰρ ἡ θεία δικαιοσύνη τάττει, καὶ ὁροθετεῖ, καὶ πάντα ἀπὸ πάντων ἀμιγῆ καὶ ἀσύγχυτα διασώζουσα, τὰ ἑκάστῳ προσήκοντα πᾶσι τοῖς οὖσι δωρεῖται κατὰ τὴν ἑκάστου τῶν ὄντων ἐπιβάλλουσαν ἀξίαν. Καὶ εἰ ταῦτα ὀρθῶς φαμεν, ὅσοι τῇ θείᾳ διαλοιδοροῦνται δικαιοσύνῃ, λανθάνουσιν ἑαυτῶν ἀδικίαν ἐναργῆ καταψηφιζόμενοι· φασὶ γὰρ ὀφείλειν ἐνεῖναι τοῖς θνητοῖς τὴν ἀθανασίαν, καὶ τοῖς ἀτελέσι τὸ τέλειον, καὶ τοῖς αὐτοκινήτοις τὴν ἑτεροκίνητον ἀνάγκην, καὶ τοῖς ἀλλοιωτοῖς τὴν ταὐτότητα, καὶ τὰ τελειοδύναμα τοῖς ἀσθενέσι, καὶ ἄθλα εἶναι τὰ ἔγχρονα, καὶ ἀμετάβολα τὰ φύσει κινούμενα, καὶ τὰς ἐπικαίρους ἡδονὰς αἰωνίας, καὶ ὅλως τὰ ἄλλων ἄλλοις ἀποδιδόασι. Δέον εἰδέναι, τὴν θείαν δικαιοσύνην ἐν τούτῳ ὄντως οὖσαν ἀληθῆ δικαιοσύνην, ὅτι πᾶσιν ἀπονέμει τὰ οἰκεῖα κατὰ τὴν ἑκάστου τῶν ὄντων ἀξίαν, καὶ τὴν ἑκάστου φύσιν ἐπὶ τῆς οἰκείας διασώζει τάξεως καὶ δυνάμεως. VIII.
§ VIII
Ἀλλ’ εἴποι ἄν τις· Οὐκ ἔστι δικαιοσύνης, ἄνδρας ὁσίους ἐὰν ἀβοηθήτους, ὑπὸ τῶν φαύλων ἐκτρωχομένους. Πρὸς ὃν ῥητέον, ὡς εἰ μὲν ἀγαπῶσιν οἱ τῆς ὁσίους, τὰ ἐπὶ γῆς ὑπὸ τῶν προσύλων ζηλούμενα, τοῦ θείου πάντως ἐκπεπτώκασιν ἔρωτος. Καὶ οὐκ οἶδ᾽ ὅπως ὅσιοι κληθείεν ἂν, ἀδικοῦντες τὰ ὄντως ἐραστὰ καὶ θεῖα, τοῖς ἀζηλώτοις καὶ ἀνεράστοις ὑπ᾽ αὐτῶν οὐκ εὐαγῶς παρευδοκιμούμενα. Εἰ δὲ τῶν ὄντως ὄντων ἐρῶσι, εὐφραίνεσθαι χρὴ τοὺς τινῶν ἐφιεμένους, ἡνίκα τῶν ἐφετῶν τυγχάνωσιν. Ἢ οὐχὶ τότε μᾶλλον ἀπατσιάζουσι ταῖς ἀγγελικαῖς ἀρεταῖς, ὅταν, ὡς δυνατόν, ἐφέσει τῶν θείων ἀναχωρῶσι τῆς τῶν ὑλικῶν προσπαθείας, ἐγγυμναζόμενοι πρὸς τοῦτο λίαν ἀνδρικῶς, ἐν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν; Ὥστε ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μᾶλλον ἐστὶ τῆς θείας δικαιοσύνης ἴδιον, τὸ μὴ θέλγειν καὶ ἀπολλύειν τῶν ἀρίστων τὴν ἀῤῥενότητα ταῖς τῶν ὑλικῶν διαδόσεσι· μηδὲ, εἴ τις ἐπιχειροίη τοῦτο ποιεῖν, ἐᾷν ἀβοηθήτους, ἀλλ᾽ ἐνδρύειν αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμειλίκτῳ στάσει, καὶ ἀπονέμειν αὐτοῖς τοιούτοις οὖσι τὰ κατ᾽ ἀξίαν.
§ IX
Αὕτη γοῦν ἡ θεία δικαιοσύνη καὶ σωτηρία τῶν ὅλων ὑμνεῖται, τὴν ἰδίαν ἑκάστου καὶ καθαρὰν ἀπὸ τῶν ἄλλων οὐσίαν καὶ τάξιν ἀποσώζουσα καὶ φυλάττουσα, καὶ αἰτία καθαρῶς οὖσα τῆς ἐν τοῖς ὅλοις ἰδιοπραγίας. Εἰ δέ τις τὴν σωτηρίαν ὑμνοίη, καὶ ὡς ἐκ τῶν χειρόνων τὰ ὅλα σωστικῶς ἀναρπάζουσαν πάντως που καὶ τοῦτον ἡμεῖς τὸν ὑμνητὸν τῆς παντοδαπῆς σωτηρίας ἀποδεξόμεθα, καὶ ταύτην δὲ καὶ πρίστην σωτηρίαν τῶν ὅλων ἀξιώσομεν αὐτὸν ὁρίζεσθαι, τὴν πάντα ἐφ' ἑαυτῶν ἀμετάβλητα καὶ ἀστασίαστα καὶ ἄρρεπῆ πρὸς τὰ χείρω διασώζουσαν, καὶ πάντα φρουροῦσαν, ἁμαχὰ καὶ ἀπολέμητα τοῖς ἑαυτῶν ἑκάστα λόγοις διακοσμούμενα, καὶ πᾶσαν ἀνισότητα καὶ ἀλλοτριοπραγίαν ἐκ τῶν ὅλων ἐξορίζουσαν, καὶ τὰς ἀναλογίας ἑκάστου συνιστᾶνουσαν ἀμεταπτώτους εἰς τὰ ἐναντία, καὶ ἀμεταχωρήτους. Ἐπεὶ καὶ ταύτην τὴν σωτηρίαν οὐκ ἀπὸ σκοποῦ τις ὑμνήσοι τῆς ἱερᾶς θεολογίας, ὡς πάντα τὰ ὄντα τῇ σωστικῇ τῶν ἀπάντων ἀγαθότητι, τῆς τῶν οἰκείων ἀγαθῶν ἀποπτώσεως ἀπολυτρουμένην, καθ' ὅσον ἡ ἑκάστου τῶν σωζομένων ἐπιδέχεται φύσις· διὸ καὶ ἀπολύτρωσιν αὐτὴν ὀνομάζουσιν οἱ θεολόγοι, καὶ καθ' ὅσον οὐκ ἐξ τὰ ὄντως ὄντα πρὸς τὸ μὴ εἶναι διαπεσεῖν, καὶ καθ' ὅσον εἴ καί τι πρὸς τὸ πλημμελὲς καὶ ἄτακτον ἀποσφαλείη, καὶ μείωσίν τινα πάθοι τῆς τῶν οἰκείων ἀγαθῶν τελειότητος, καὶ τοῦτο τοῦ πάθους, καὶ τῆς ἀδρανείας, καὶ τῆς στερήσεως ἀπολυτροῦται, πληροῦσα τὸ ἐνδεὲς, καὶ πατρικῶς τὴν ἀπονίαν ὑπερειδοῦσα, καὶ ἀνιστῶσα τοῦ κακοῦ· μᾶλλον δὲ ἱστῶσα ἐν τῷ καλῷ, καὶ τὸ ὑπεκρυφὲν ἀγαθὸν ἀναπληροῦσα, καὶ τάττουσα, καὶ κοσμοῦσα τὴν ἀταξίαν αὐτοῦ, καὶ ἀκοσμίαν, καὶ ὁλόκληρον ἀποτελοῦσα, καὶ πάντων ἀπολύουσα τῶν λελυθημένων. Ἀλλὰ περὶ μὲν τούτων καὶ περὶ δικαιοσύνης εἴρηται, καθ' ἣν ἡ πάντων ἰσότης μετρεῖται καὶ ὁρίζεται, καὶ πᾶσα ἀνισότης, ἢ κατὰ στέρησιν τῆς ἐν αὐτοῖς ἑκάστοις ἰσότητος, ἐξορίζεται· τὴν γὰρ ἀνισότητα εἴ τις ἐκλάβοι, τῆς ἐν τῷ ὅλῳ τῶν ὅλων πρὸς ὅλα διαφορᾶς, καὶ ταύτης ἡ δικαιοσύνη φρουρητική, μὴ συγχωροῦσα συμμιγῆ τὰ ὅλα ἐν ὅλοις γενόμενα διαταραχθῆναι, φυλάττουσα δὲ τὰ ὄντα πάντα κατ' εἶδος ἕκαστον, ἐν ᾧ ἕκαστον εἶναι πέφυκε.