Καίτοι ἔδοξέ τισι τῶν καθ' ἡμᾶς ἱερολόγων καὶ θειότερον εἶναι τὸ τοῦ ἔρωτος ὄνομα τοῦ τῆς ἀγάπης. Γράφει δὲ καὶ ὁ θεῖος Ἰγνάτιος· Ὁ ἐμὸς ἔρως ἐσταύρωται. Καὶ ἐν ταῖς προεισαγωγαῖς τῶν λογίων εὑρήσεις τινὰ λέγοντα περὶ τῆς θείας Σοφίας· Ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. Ὥστε τοῦτο δὴ τὸ τοῦ ἔρωτος ὄνομα μὴ φοβηθῶμεν, μηδέ τις ἡμᾶς θορυβείτω λόγος περὶ τούτου δεδιττόμενος. Ἐμοὶ γὰρ δοκοῦσιν οἱ θεολόγοι κοινὸν μὲν ἡγεῖσθαι τὸ τῆς ἀγάπης, καὶ τὸ τοῦ ἔρωτος ὄνομα, διὰ τοῦτο δὲ τοῖς θείοις μᾶλλον ἀναθεῖναι τὸν ὄντως ἔρωτα, διὰ τὴν ἀτοπίαν τῶν τοιούτων ἀνδρῶν πρόληψιν. Θεοπρεπῶς γὰρ εὔδντως ἔρωτος, οὐχ ὑφ' ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸς τῶν λογίων αὐτῶν ὑμνουμένου, τὰ πλήθη μὴ χωρή- σαντα τὸ ἑνοειδὲς τῆς ἐρωτικῆς θεωνυμίας, οἰκείως ἑαυτοῖς ἐπὶ τὸν μεριστὸν καὶ σωματοπρεπῆ καὶ διηρημένον ἐξωλίσθησαν, ὡς οὐκ ἔστιν ἀληθὴς ἔρως, ἀλλ’ εἴδωλον, ἢ μᾶλλον ἔκπτωσις τοῦ ὄντως ἔρωτος· ἀχώρητον γὰρ ἐστι τῷ πλήθει τὸ ἑνιαῖον τοῦ θείου καὶ ἑνὸς ἔρωτος· διὸ καὶ ὡς δυσερέστερον ὄνομα τοῖς πολλοῖς δοκοῦν, ἐπὶ τῆς θείας σοφίας τάττεται, πρὸς ἀναγωγὴν αὐτῶν καὶ ἀνάστασιν εἰς τὴν τοῦ ὄντως ἔρωτος γνῶσιν, καὶ ὥστε ἀπολυθῆναι τῆς ἐπ’ αὐτῷ δυσχερείας· ἐφ’ ἡμῶν δὲ αὖθις, ἔνθα καὶ ἄτοπόν τι πολλάκις ἦν οἰηθῆναι τοῖς χαμαιζήλοις κατὰ τὸ δοκοῦν εὐφημότερον. Ἐπέπεσε, τίς φησιν, ἡ ἀγάπησίς σου ἐπ’ ἐμὲ ὡς ἡ ἀγάπησις τῶν γυναικῶν. Ἐπὶ τοῖς ὀρθῶς τῶν θείων ἀκροωμένοις ἐπὶ τῆς αὐτῆς δυνάμεως τάττεται πρὸς τῶν λογίων θεολόγων τὸ τῆς ἀγάπης καὶ τὸ τοῦ ἔρωτος ὄνομα κατὰ τὰς θείας ἐκφαντορίας. Καὶ ἔστι τοῦτο δυνάμεως ἑνοποιοῦ καὶ συνεκτικῆς, καὶ διαφερόντως συγκρατικῆς ἐν τῷ καλῷ καὶ ἀγαθῷ, διὰ τὸ καλὸν καὶ ἀγαθὸν προυφεστώσης, καὶ ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ διὰ τὸ καλὸν καὶ ἀγαθὸν ἐκδιδομένης, καὶ συνεχούσης μὲν τὰ ὁμοταγῆ κατὰ τὴν κοινωνικὴν ἀλληλουχίαν, κινούσης δὲ τὰ πρῶτα πρὸς τὴν τῶν ὑφειμένων πρόνοιαν, καὶ ἐνιδρυούσης τὰ καταδεέστερα τῇ ἐπιστροφῇ τοῖς ὑπερτέροις.