On the Divine Names

Dionysius the Areopagite

On the Divine Names

Dionysius the Areopagite

Περὶ θείων ὀνομάτων

On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).


CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

CAPUT II. unio et distinctio.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

CAPUT III. Quae sit vis orationis, et de beato Hierotheo, de religione et conscriptione theologica.

§ I

§ II

§ III

CAPUT IV. De bono, luce, pulchro, amore, exstasi, zelo; et quod malum neque ens sit, neque ex entibus, neque in entibus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

§ XII

§ XIII

§ XIV

§ XV

§ XVI

§ XVII

§ XVIII

§ XIX

§ XX

§ XXI

§ XXII

§ XXIII

§ XXIV

§ XXV

§ XXVI

§ XXVII

§ XXVIII

§ XXIX

§ XXX

§ XXXI

§ XXXII

§ XXXIII

§ XXXIV

§ XXXV

CAPUT V. De ente, in quo etiam de exemplaribus.

Περὶ ὄντος, ἐν ᾧ καὶ περὶ παραδειγμάτων.

§ I

Μετιτέον δὲ νῦν ἐπὶ τὴν ὄντως οὖσαν τοῦ ὄντως ὄντος θεολογικὴν οὐσιωνυμίαν. Τοσοῦτον δὲ ὑπομνήσομεν ὅτι τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν, ᾗ ὑπερούσιος, ἐκφαίνειν, (ἄῤῥητον γὰρ τοῦτο καὶ ἄγνωστόν ἐστι, καὶ παντελῶς ἀνέκφαντον, καὶ αὐτὴν ὑπεραίρον τὴν ἕνωσιν·) ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὄντα πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆσαι. Καὶ γὰρ ἡ τἀγαθοῦ θεωνυμία τὰς ὅλας τοῦ πάντων αἰτίου προόδους ἐκφαίνουσα, καὶ εἰς τὰ ὄντα, καὶ εἰς τὰ οὐκ ὄντα ἐκτείνεται, καὶ ὑπὲρ τὰ ὄντα καὶ ὑπὲρ τὰ οὐκ ὄντα ἐστίν. Ἡ δὲ τοῦ ὄντος, εἰς πάντα τὰ ὄντα ἐκτείνεται, καὶ ὑπὲρ τὰ ὄντα ἐστίν. Ἡ δὲ τῆς ζωῆς εἰς πάντα τὰ ζῶντα ἐκτείνεται, καὶ ὑπὲρ τὰ ζῶντά ἐστιν. Ἡ δὲ τῆς σοφίας, εἰς πάντα τὰ νοερὰ καὶ λογικὰ, καὶ αἰσθητικὰ ἐκτείνεται, καὶ ὑπὲρ πάντα ταῦτά ἐστι.

§ II

Ταύτας οὖν ὁ λόγος ὑμνῆσαι ποθεῖ τὰς τῆς προνοίας ἐκφαντορικὰς θεωνυμίας· οὐ γὰρ ἐκφράσαι τὴν αὐτοϋπερούσιον ἀγαθότητα, καὶ οὐσίαν, καὶ ζωὴν, καὶ σοφίαν τῆς αὐτοϋπερουσίου θεότητος ἐπαγγέλλεται, τῆς ὑπὲρ πᾶσαν ἀγαθότητα, καὶ θεότητα, καὶ οὐσίαν, καὶ σοφίαν, καὶ ζωὴν, ἐν ἀποκρύφοις, ὡς τὰ λόγιά φησιν, ὑπεριδρυμένης· ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν ὑπεροχικῶς ἀγαθότητα, καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ, καὶ ὂν, καὶ ζωήν, καὶ σοφίαν, τὴν οὐσιοποιὸν, καὶ ζωοποιὸν, καὶ σοφοδότιν αἰτίαν, τῶν οὐσίας, καὶ ζωῆς, καὶ νοῦ, καὶ λόγου, καὶ αἰσθήσεως μετειληφότων. Οὐκ ἄλλο δὲ εἶναι τἀγαθόν φησι, καὶ ἄλλο τὸ ὂν, καὶ ἄλλο τὴν ζωὴν ἢ τὴν σοφίαν, οὐδὲ πολλὰ τὰ αἴτια καὶ ἄλλων ἄλλας παρακτικὰς θεότητος, ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ' ἑνὸς Θεοῦ τὰς ὅλας ἀγαθὰς προόδους, καὶ τὰς παρ' ἡμῶν ἐξυμνουμένας θεωνυμίας· καὶ τὴν μὲν εἶναι τῆς παντελοῦς τοῦ ἑνὸς Θεοῦ προνοίας ἐκφαντικήν, τὰς δὲ τῶν ὁλικωτέρων τοῦ αὐτοῦ καὶ μερικωτέρων.

§ III

Καίτοι φαίη τις· Ἀνθ’ ὅτου, τοῦ ὄντος τὴν ζωὴν καὶ τῆς ζωῆς τὴν σοφίαν ὑπερακτεινομένην, τῶν ὄντων μὲν τὰ ζῶντα, τῶν δὲ ὅσα ζῇ τὰ αἰσθητικὰ, καὶ τούτων τὰ λογικὰ, καὶ τῶν λογικῶν οἱ νόες ὑπερέχουσι, καὶ περὶ θεὸν εἰσι, καὶ μᾶλλον αὐτῷ πλησιάζουσι· Καίτοι ἔδει τὰ τῶν μειζόνων ἐκ Θεοῦ δωρεῶν μετέχοντα καὶ κρείττονα εἶναι, καὶ τῶν λοιπῶν ὑπερέχειν. Ἀλλ’ εἰ μὲν ἀνούσια καὶ ἄζωά τις ὑπετίθετο τὰ νοερὰ, καλῶς ἂν εἶχεν ὁ λόγος· εἰ δὲ καὶ εἰσιν οἱ θεῖοι νόες ὑπὲρ τὰ λοιπὰ ὄντα, καὶ ζῶσιν ὑπὲρ τὰ ἄλλα ζῶντα, καὶ νοοῦσι, καὶ γινώσκουσιν ὑπὲρ αἴσθησιν καὶ λόγον, καὶ παρὰ πάντα τὰ ὄντα τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφίενται καὶ μετέχουσιν, αὐτοὶ μᾶλλόν εἰσι περὶ τἀγαθὸν, οἱ περισσῶς αὐτοῦ μετέχοντες, καὶ πλείους καὶ μείζους ἐξ αὐτοῦ δωρεὰς εἰληφότες· ὥσπερ καὶ τὰ λογικὰ τῶν αἰσθητικῶν ὑπερέχει, πλεονεκτοῦντα τῇ περισσείᾳ τοῦ λόγου, καὶ ταῦτα τῇ αἰσθήσει, καὶ ἄλλα τῇ ζωῇ. Καὶ ἔστιν, ὡς οἶμαι, τοῦτο ἀληθές, ὅτι τὰ μᾶλλον τοῦ ἑνὸς καὶ ἀπειροδώρου Θεοῦ μετέχοντα μᾶλλον εἰσὶν αὐτῷ πλησιαίτερα καὶ θειότερα τῶν ἀπολειπομένων.

§ IV

Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴπομεν, φέρε τἀγαθὸν ὡς ὄντως ὃν, καὶ τῶν ὄντων ἁπάντων οὐσιοποιὸν ἀνυμνήσωμεν. Ὁ ὢν ὅλου τοῦ εἶναι κατὰ δύναμιν ὑπερούσιός ἐστι, ὑποστάτις αἰτία, καὶ δημιουργὸς ὄντος, ὑπάρξεως, ὑποστάσεως, οὐσίας, φύσεως· ἀρχὴ καὶ μέτρον αἰώνων· καὶ χρόνων ὀντότης, καὶ αἰὼν τῶν ὄντων· χρόνος τῶν γινομένων, τὸ εἶναι τοῖς ὁπωσοῦν οὖσι, γένεσις τοῖς ὁπωσοῦν γινομένοις. Ἐκ τοῦ ὄντος, αἰὼν, καὶ οὐσία, καὶ ὄν, καὶ χρόνος, καὶ γένεσις, καὶ γινόμενον· τὰ ἐν τοῖς οὖσιν ὄντα, καὶ τὰ ὁπωσοῦν ὑπάρχοντα, καὶ ὑφεστῶτα. Καὶ γὰρ, ὁ Θεὸς οὐ πώς ἐστιν ὢν, ἀλλ' ἁπλῶς καὶ ἀπεριορίστως, ὅλον ἐν ἑαυτῷ τὸ εἶναι συνειληφὼς καὶ προειληφώς· διὸ καὶ βασιλεὺς λέγεται τῶν αἰώνων, ὡς ἐν αὐτῷ καὶ περὶ αὐτὸν παντὸς τοῦ εἶναι καὶ ὄντος καὶ ὑφεστηκότος, καὶ οὔτε ἦν, οὔτε ἔσται, οὔτε ἐγένετο, οὔτε γίνεται, οὔτε γενήσεται, μᾶλλον δὲ οὔτε ἔστιν· ἀλλ' αὐτός ἐστι τὸ εἶναι τοῖς οὖσι· καὶ οὐ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι τῶν ὄντων, ἐκ τοῦ προαιωνίως ὄντος· αὐτὸς γάρ ἐστιν ὁ αἰὼν τῶν αἰώνων, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

§ V

Ἀναλαβόντες οὖν εἴπωμεν, ὅτι πᾶσι τοῖς οὖσι καὶ τοῖς αἰῶσι τὸ εἶναι παρὰ τοῦ προόντος. Καὶ πᾶς μὲν αἰὼν καὶ χρόνος ἐξ αὐτοῦ, παντὸς δὲ καὶ αἰῶνος καὶ χρόνου, καὶ παντὸς ὁπωσοῦν ὄντος, ὁ προὼν ἀρχὴ καὶ αἰτία· καὶ πάντα αὐτοῦ μετέχει, καὶ οὐδενὸς τῶν ὄντων ἀποστατεῖ· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ ἁπλῶς, εἴ τι ὁπωσοῦν ἐστὶν, ἐν τῷ προόντι καὶ ἔστι, καὶ ἐπινοεῖται, καὶ σώζεται· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ μετοχῶν τὸ εἶναι προβέβληται· καὶ ἔστιν αὐτὸ καθ' αὐτὸ τὸ εἶναι πρεσβύτερον τοῦ αὐτοζωὴν εἶναι, καὶ αὐτοσοφίαν εἶναι, καὶ αὐτοομοιότητα θείαν εἶναι, καὶ τὰ ἄλλα ὅσων τὰ ὄντα μετέχοντα, πρὸ πάντων αὐτῶν τοῦ εἶναι μετέχει· μᾶλλον δὲ καὶ αὐτὰ καθ' αὐτὰ πάντα, ὧν τὰ ὄντα μετέχει, τοῦ αὐτὸ καθ' αὐτὸ εἶναι μετέχει· καὶ οὐδὲν ἐστιν ὂν, οὗ μὴ ἐστιν οὐσία καὶ αἰὼν τὸ αὐτὸ εἶναι. Πάντων οὖν εἰκότως τῶν ἄλλων ἀρχηγικώτερον, ὡς ἂν, ὁ Θεὸς ἐκ τῆς πρεσβυτέρας τῶν ἄλλων αὐτοῦ δωρεῶν ὑμνεῖται· καὶ γὰρ τὸ προεῖναι καὶ ὑπερεῖναι προέχων καὶ ὑπερέχων, τὸ εἶναι πᾶν, αὐτὸ φημι καθ' αὐτὸ τὸ εἶναι, προὔπεστήσατο, καὶ τῷ εἶναι αὐτῷ πᾶν τὸ ὁπωσοῦν ὂν ὑπεστήσατο. Καὶ γοῦν αἱ ἀρχαὶ τῶν ὄντων πᾶσαι, τοῦ εἶναι μετέχουσαι, καὶ εἰσι, καὶ ἀρχαί εἰσι, καὶ πρῶ- τῶν εἰσιν, ἔπειτα ἀρχαί εἰσι. Καὶ εἰ βούλει τῶν ζώντων, ὡς ζώντων, ἀρχὴν φάναι τὴν αὐτοζωὴν· καὶ τῶν ὁμοίων, ὡς ὁμοίων, τὴν αὐτοομοιότητα· καὶ τῶν ἡνωμένων, ὡς ἡνωμένων, τὴν αὐτοένωσιν· καὶ τῶν τεταγμένων, ὡς τεταγμένων, τὴν αὐτόταξιν· καὶ τῶν ἄλλων ὅσα τοῦδε ἢ τοῦδε, ἢ ἀμφοτέρων, ἢ πολλῶν μετέχοντα, τόδε ἢ τόδε, ἢ ἀμφότερα ἢ πολλὰ ἐστὶ, τὰς αὐτομετοχὰς εὑρήσεις, τοῦ εἶναι πρῶτον αὐτὰς μετεχούσας, καὶ τῷ εἶναι πρῶτον μενούσας· ἔπειτα τοῦδε ἢ τοῦδε ἀρχὰς οὔσας, καὶ τῷ μετέχειν τοῦ εἶναι, καὶ οὔσας καὶ μετεχομένας. Εἰ δὲ ταῦτα τῇ μετοχῇ τοῦ εἶναι ἐστὶ, πολλῷ γε μᾶλλον τὰ αὐτῶν μετέχοντα.

§ VI

Πρώτην οὖν τὴν τοῦ αὐτὸ εἶναι δωρεὰν ἡ αὐτοϋπεραγαθότης προβαλλομένη, τῇ πρεσβυτέρᾳ πρώτη τῶν μετοχῶν ὑμνεῖται, καὶ ἐστιν ἐξ αὐτῆς, καὶ ἐν αὐτῇ, καὶ αὐτὸ τὸ εἶναι, καὶ αἱ τῶν ὄντων ἀρχαὶ, καὶ τὰ ὄντα πάντα, καὶ τὰ ὁπωσοῦν τῷ εἶναι διακρατούμενα· καὶ τοῦτο ἀσχέτως, καὶ συνειλημμένως, καὶ ἑνιαίως. Καὶ γὰρ ἐν μονάδι πᾶς ἀριθμὸς ἐνιαιοῦς προϋφέστηκε, καὶ ἔχει πάντα ἀριθμὸν ἡ μονὰς ἐν ἑαυτῇ μοναχῶς· καὶ πᾶς ἀριθμὸς ἥνωται μὲν ἐν τῇ μονάδι· καθ' ὅσον δὲ τῆς μονάδος πρόεισι, κατὰ τοσοῦ- των διακρίνεται, καὶ πληθύνεται. Καὶ ἐν κέντρῳ μὲν πάσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι· καὶ πάσας ἔχει τὸ σημεῖον ἐν ἑαυτῷ τὰς εὐθείας ἑνοειδῶς ἡνωμένας πρός τε ἀλλήλας, καὶ πρὸς τὴν μίαν ἀρχὴν ἀφ' ἧς προῆλθον, καὶ ἐν αὐτῷ μὲν τῷ κέντρῳ παντελῶς ἥνωνται· βραχὺ δὲ αὐτοῦ διαστᾶσαι, βραχὺ καὶ διακρίνονται· μᾶλλον δὲ ἀποστᾶσαι, μᾶλλον· καὶ ἁπλῶς, καθ' ὅσον τῷ κέντρῳ πλησιαιτέραι εἰσι, κατὰ τοσοῦτον καὶ αὐτῷ καὶ ἀλλήλαις ἥνωνται, καὶ καθ' ὅσον αὐτοῦ, κατὰ τοσοῦτον καὶ ἀλλήλων διεστήκασιν.

§ VII

Ἀλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων φύσει πάντες οἱ τῆς καθ' ἕκαστον φύσεως λόγοι συνειλημμένοι εἰσὶ κατὰ μίαν ἀσύγχυτον ἕνωσιν, καὶ ἐν τῇ ψυχῇ μοναειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις· οὐδὲν οὖν ἄτοπον, ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας, ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ, καὶ τὰ ἀλλήλοις ἐναντία, μονοειδῶς καὶ ἡνωμένως· ἀρχὴ γάρ ἐστι τῶν ὄντων, ἀφ' ἧς καὶ αὐτὸ τὸ εἶναι, καὶ πάντα τὰ ὁπωσοῦν ὄντα, πᾶσα ἀρχὴ, πᾶν πέρας, πᾶσα ζωή, πᾶσα ἀθανασία, πᾶσα σοφία, πᾶσα τάξις, πᾶσα ἁρμονία, πᾶσα δύναμις, πᾶσα φρουρὰ, πᾶσα ἵδρυσις, πᾶσα διανομὴ, πᾶσα νόησις, πᾶς λόγος, πᾶσα αἴσθησις, πᾶσα ἕξις, πᾶσα στάσις, πᾶσα κίνησις, πᾶσα ἕνωσις, πᾶσα κρᾶσις, πᾶσα φιλία, πᾶσα ἐφαρμογὴ, πᾶσα διάκρισις, πᾶς ὅρος, καὶ τὰ ἄλλα ὅσα, τῷ εἶναι ὄντα, τὰ ὄντα πάντα χαρακτηρίζει.

§ VIII

Καὶ ἐκ τῆς αὐτῆς πάντων αἰτίας αἱ νοηταὶ καὶ νοεραὶ τῶν θεοειδῶν ἀγγέλων οὐσίαι, καὶ αἱ τῶν ψυχῶν, καὶ αἱ τοῦ παντὸς κόσμου φύσεις, καὶ τὰ ὁπωσοῦν ἢ ἐν ἑτέροις ὑπάρχειν, ἢ κατ’ ἐπίνοιαν εἶναι λεγόμενα· καὶ γοῦν αἱ πανάγιαι καὶ πρεσβύταται δυνάμεις ὄντως οὖσαι, καὶ οἷον ἐν προθύροις τῆς ὑπερουσίου Τριάδος ἱδρυμέναι, πρὸς αὐτῆς καὶ ἐν αὐτῇ, καὶ τὸ εἶναι, καὶ τὸ θεοειδῶς εἶναι ἔχουσι· καὶ μετ’ ἐκείνας αἱ ὑφειμέναι τὸ ὑφειμένως, καὶ αἱ ἔσχαται τὸ ἐσχάτως, ὡς πρὸς ἀγγέλους, ὡς πρὸς ἡμᾶς δὲ ὑπερκοσμίως. Καὶ αἱ ψυχαὶ, καὶ τὰ ἄλλα πάντα ὄντα, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἔχει, καὶ ἔστι καὶ εὖ ἔστιν, ἐκ τοῦ προόντος τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἔχοντα, καὶ ἐν αὐτῷ καὶ ὄντα καὶ εὖ ὄντα, καὶ ἐξ αὐτοῦ ἀρχόμενα, καὶ ἐν αὐτῷ φρουρούμενα, καὶ εἰς αὐτὸν περατούμενα. Καὶ τὰ μὲν πρεσβεῖα τοῦ εἶναι νέμει ταῖς κρείττοσιν οὐσίαις, ἃς καὶ αἰωνίας καλεῖ τὰ λόγια· τὸ δὲ εἶναι αὐτὸ τῶν ὄντων πάντων οὐδέποτε ἀπολείπεται· καὶ αὐτὸ δὲ τὸ εἶναι, ἐκ τοῦ προόντος· καὶ αὐτοῦ ἐστι τὸ εἶναι, καὶ οὐκ αὐτὸς τοῦ εἶναι· καὶ ἐν αὐτῷ ἐστι τὸ εἶναι, καὶ οὐκ αὐτὸς ἐν τῷ εἶναι· καὶ αὐτὸν ἔχει τὸ εἶναι, καὶ οὐκ αὐτὸς ἔχει τὸ εἶναι· καὶ αὐτὸς ἐστι τοῦ εἶναι καὶ αἰὼν, καὶ ἀρχὴ, καὶ μέτρον, πρὸ οὐσίας ὢν καὶ ὄντος, καὶ αἰῶνος, καὶ πάντων οὐσιοποιὸς ἀρχὴ, καὶ μεσότης, καὶ τελευτή. Καὶ διὰ τοῦτο πρὸς τῶν λογίων ὁ ὄντως προὼν κατὰ πᾶσαν τῶν ὄντων ἐπίνοιαν πολλαπλασιάζεται, καὶ τὸ ἦν ἐπ᾿ αὐτοῦ τε, καὶ τὸ ἐστι, καὶ τὸ ἔσται, καὶ τὸ ἐγένετο, καὶ γίγνεται, καὶ γενήσεται, κυρίως ὑμνεῖται· ταῦτα γὰρ πάντα τοῖς θεοπρεπῶς νοοῦσι τὸ κατὰ πᾶσαν αὐτὸν ἐπίνοιαν ὑπερουσίως εἶναι σημαίνει, καὶ τῶν πανταχῶς ὄντων αἴτιον. Καὶ γὰρ οὐ τόδε μὲν ἔστι, τόδε δὲ οὐκ ἔστιν· οὐδὲ πῇ μὲν ἔστι, πῇ δὲ οὐκ ἔστιν· ἀλλὰ πάντα ἐστὶν, ὡς πάντων αἴτιος, καὶ ἐν αὐτῷ πᾶσαι ἀρχαὶ, πάντα συμπεράσματα, πάντων τῶν ὄντων συνέχων καὶ προέχων· καὶ ὑπὲρ τὰ πάντα ἐστὶν, ὡς πρὸ πάντων ὑπερουσίως ὑπερών. Διὸ καὶ πάντα αὐτοῦ καὶ ἅμα κατηγορεῖται, καὶ οὐδέν ἐστι τῶν πάντων. πανσχημος, πανειδεος, ἀμορφος, ἀκαλλὴς, ἀρχὰς καὶ μέσα καὶ τέλη τῶν ὄντων ἀσχέτως καὶ ἐξηρημένως ἐν ἑαυτῷ προειληφὼς, καὶ πᾶσι τὸ εἶναι κατὰ μίαν καὶ ὑπερηνωμένην αἰτίαν ἀχράντως ἐπιλάμπων. Εἰ γὰρ ὁ καθ᾿ ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας, καίτοι πολλὰς καὶ διαφόρους οὔσας, ὅμως αὐτὸς εἷς ὢν, καὶ μονοειδὲς ἐπιλάμπων φῶς, ἀνανεοῖ, καὶ τρέφει, καὶ φρουρεῖ, καὶ τελειοῖ, καὶ διακρίνει, καὶ ἑνοῖ, καὶ ἀναθάλπει, καὶ γόνιμα εἶναι ποιεῖ, καὶ αὔξει, καὶ ἐξαλλάττει, καὶ ἐνδρύει, καὶ ἐκφύει, καὶ ἀνακινεῖ, καὶ ζωῇ πάντα, καὶ τῶν ὅλων ἕκαστον οἰκείως ἑαυτῷ τοῦ ταὐτοῦ καὶ ἑνὸς ἡλίου μετέχει, καὶ τὰς τῶν πολλῶν μετεχόντων ὁ εἷς ἥλιος αἰτίας ἐν ἑαυτῷ μονοειδῶς προείληφε· πολλῷ γε μᾶλλον ἐπὶ τῆς καὶ αὐτοῦ καὶ πάντων αἰτίας, προϋφεστάναι τὰ πάντα τῶν ὄντων παραδείγματα, κατὰ μίαν ὑπερούσιον ἕνωσιν συγχωρητέον· ἐπεὶ καὶ οὐσίας παράγει κατὰ τὴν ἀπὸ οὐσίας ἔκβασιν. Παραδείγματα δέ φαμεν εἶναι τοὺς ἐν Θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἑνιαίως προϋφεστῶτας λόγους, οὓς ἡ θεολογία προορισμοὺς καλεῖ, καὶ θεῖα καὶ ἀγαθὰ θελήματα, τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικὰ, καθ' οὓς ὁ ὑπερούσιος τὰ ὄντα πάντα καὶ προώρισε καὶ παρήγαγεν.

§ IX

Εἰ δὲ ὁ φιλόσοφος ἀξιοῖ Κλήμης, καὶ πρὸς τι παραδείγματα λέγεσθαι, τὰ ἐν τοῖς οὖσιν ἀρχητικώτερα, πρόεισι μὲν οὐ διὰ κυρίων καὶ παντελῶν καὶ ἁπλῶν ὀνομάτων ὁ λόγος αὐτῷ· συγχωροῦντας δὲ καὶ τοῦτο ὀρθῶς λέγεσθαι, τῆς θεολογίας μνημονευτέον φασκούσης, “Ὅτι οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν· ἀλλ’ ἵνα διὰ τῆς τούτων ἀναλογικῆς γνώσεως ἐπὶ τὴν πάντων αἰτίαν, ὡς οἷοί τέ ἐσμεν, ἀναχθῶμεν. Πάντα οὖν αὐτῇ τὰ ὄντα κατὰ μίαν τὴν πάντων ἐξηρημένην ἕνωσιν, ἀναθετέον· ἐπείπερ ἀπὸ τοῦ εἶναι, τῆς οὐσιοποιοῦ προόδου καὶ ἀγαθότητος ἀρξαμένη, καὶ διὰ πάντων φοιτῶσα, καὶ πάντα ἐξ ἑαυτῆς τοῦ εἶναι πληροῦσα, καὶ ἐπὶ πᾶσι τοῖς οὖσιν ἁλλομένη, πάντα μὲν ἐν ἑαυτῇ προέχει, κατὰ μίαν ἀπλότητος ὑπερβολὴν πᾶσαν διπλῆν ἀπαναινουμένη· πάντα δὲ ὡσαύτως περιέχει κατὰ τὴν ὑπερηπλωμένην αὐτῆς ἀπειρίαν, καὶ πρὸς πάντων ἑνικῶς μετέχεται, καθάπερ καὶ φωνὴ μία οὖσα καὶ ἡ αὐτὴ, πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται.

§ X

Πάντων οὖν ἀρχὴ καὶ τελευτὴ τῶν ὄντων ὁ προών. Ἀρχὴ μὲν ὡς αἴτιος· τέλος δὲ ὡς οὗ ἕνεκα, καὶ πέρας πάντων, καὶ ἀπειρία πάσης ἀπειρίας καὶ πέρατος ὑπεροχικῶς τῶν ὡς ἀντικειμένων. Ἐν ἑνὶ γὰρ, ὡς πολλάκις εἴρηται, τὰ ὄντα πάντα, καὶ προέχει καὶ ὑπέστησε, παρ’ ὧν τοῖς πᾶσι, καὶ πανταχοῦ, καὶ κατὰ τὸ ἓν καὶ τὸ αὐτὸ, καὶ κατὰ τὸ αὐτὸ πᾶν, καὶ ἐπὶ πάντα προϊὼν, καὶ μένων ἐφ’ ἑαυτοῦ, καὶ ἐστὼς καὶ κινούμενος, καὶ οὔτε ἐστὼς οὔτε κινούμενος, οὔτε ἀρχὴν ἔχων, ἢ μέσον, ἢ τελευτήν· οὔτε ἔν τινι τῶν ὄντων, οὐδέ τι τῶν ὄντων ὤν. Καὶ οὔτε ὅλως αὐτῷ προσήκει τι τῶν αἰωνίως ὄντων, ἢ τῶν χρονικῶς ὑφισταμένων, ἀλλὰ καὶ χρόνου, καὶ αἰῶνος, καὶ τῶν ἐν αἰῶνι, καὶ τῶν ἐν χρόνῳ πάντων ἐξῄρηται· διότι καὶ αὐτοαιὼν, καὶ τὰ ὄντα, καὶ τὰ μέτρα τῶν ὄντων, καὶ τὰ μετρούμενα δι' αὐτοῦ, καὶ ἀπ' αὐτοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις εὐκαιρότερον εἰρήσθω.

CAPUT VI. De vita.

§ I

§ II

§ III

CAPUT VII. De sapientia, mente, ratione, veritate, fide.

§ I

§ II

§ III

§ IV

CAPUT VIII. De potentia, justitia, salute, redemptione; ubi etiam de inaequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

CAPUT IX. De magno, parvo, eodem, alio, simili, dissimili, statu, motu, aequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT X. De omnitenente, antiquo dierum; in quo etiam de aevo seu aeternitate et tempore.

§ I

§ II

§ III

CAPUT XI. De pace, quidque sibi velit ipsum per se esse, quae sit per se vita, quae vis ipsa per se, et quae illa coordinat atque conciliat, et quinam sint ejus effectus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

CAPUT XII. De Sancto sanctorum, Rege regum, Domino dominantium, Deo deorum.

§ I

§ II

§ III

§ IV

CAPUT XIII. De perfecto et uno.

§ I

§ II

§ III

§ IV

↑ Top of work