On the Divine Names

Dionysius the Areopagite

On the Divine Names

Dionysius the Areopagite

Περὶ θείων ὀνομάτων

On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).


CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

CAPUT II. unio et distinctio.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

CAPUT III. Quae sit vis orationis, et de beato Hierotheo, de religione et conscriptione theologica.

§ I

§ II

§ III

CAPUT IV. De bono, luce, pulchro, amore, exstasi, zelo; et quod malum neque ens sit, neque ex entibus, neque in entibus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

§ XII

§ XIII

§ XIV

§ XV

§ XVI

§ XVII

§ XVIII

§ XIX

§ XX

§ XXI

§ XXII

§ XXIII

§ XXIV

§ XXV

§ XXVI

§ XXVII

§ XXVIII

§ XXIX

§ XXX

§ XXXI

§ XXXII

§ XXXIII

§ XXXIV

§ XXXV

CAPUT V. De ente, in quo etiam de exemplaribus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT VI. De vita.

§ I

§ II

§ III

CAPUT VII. De sapientia, mente, ratione, veritate, fide.

Περὶ σοφίας, νοῦ, λόγου, ἀληθείας, πίστεως.

§ I

Φέρε δὲ, εἰ δοκεῖ, τὴν ἀγαθὴν καὶ αἰωνίαν ζωὴν, καὶ ὡς σοφὴν, καὶ ὡς αὐτοσοφίαν ὑμνήσωμεν, μᾶλλον δὲ ὡς πάσης σοφίας ὑποστατικὴν, καὶ ὑπὲρ πᾶσαν σοφίαν καὶ σύνεσιν ὑπερούσαν. Οὐ γὰρ μόνον ὁ Θεὸς ὑπερπλήρης ἐστὶ σοφίας, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἐστιν ἀριθμὸς, ἀλλὰ καὶ παντὸς λόγου, καὶ νοῦ, καὶ σοφίας ὑπερίδρυται. Καὶ τοῦτο ὑπερφυῶς ἐννοήσας ὁ θεῖος ὄντως ἀνὴρ, ὁ κοινὸς ἡμῶν καὶ τοῦ καθηγεμόνος ἥλιος, Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, φησὶν, οὐ μόνον ὅτι πᾶσα ἀνθρωπίνη διάνοια πλάνη τίς ἐστι, κρινομένη πρὸς τὸ σταθερὸν καὶ μόνιμον τῶν θείων καὶ τελειοτάτων νοήσεων· ἀλλ' ὅτι καὶ σύνηθές ἐστι τοῖς θεολόγοις, ἀντιπεπονθότως ἐπὶ Θεοῦ τὰ τῆς στερήσεως ἀποφάσκειν. Οὔτω καὶ ἀόρατόν φησι τὰ Λόγια τὸ παμφαὲς φῶς· καὶ τὸν πολυύμνητον καὶ πολυώνυμον, ἄῤῥητον καὶ ἀνώνυμον· καὶ τὸν πᾶσι παρόντα καὶ ἐκ πάντων εὑρισκόμενον, ἀκατάληπτον καὶ ἀνεξιχνίαστον. Τούτῳ δὴ τῷ τρόπῳ καὶ νῦν ὁ θεῖος Ἀπόστολος ὑμνῆσαι λέγεται μωρίαν Θεοῦ, τὸ φαινόμενον ἐν αὐτῇ παράλογον καὶ ἄτοπον, εἰς τὴν ἄῤῥητον καὶ πρὸ λόγου παντὸς ἀναγαγὼν ἀλήθειαν. Ἀλλὰ, ὅπερ ἐν ἄλλοις ἔφην, οἰκείως ἡμῖν τὰ ὑπὲρ ἡμᾶς παραλαμβάνοντες, καὶ τῷ συντρόφῳ τῶν αἰσθήσεων ἐνειλούμενοι, καὶ τοῖς καθ' ἡμᾶς τὰ θεῖα παραβάλλοντες, ἀπατώμεθα, κατὰ τὸ φαινόμενον τὸν θεῖον καὶ ἀπόῤῥητον λόγον μεταδιώκοντες· δέον εἰδέναι τὸν καθ' ἡμᾶς νοῦν, ἔχειν τὴν μὲν δύναμιν εἰς τὸ νοεῖν, δι' ἧς τὰ νοητὰ βλέπει, τὴν δὲ ἕνωσιν ὑπεραιρούσαν τὴν τοῦ νοῦ φύσιν, δι' ἧς συνάπτεται πρὸς τὰ ἐπέκεινα ἑαυτοῦ. Κατὰ ταύτην οὖν τὰ θεῖα νοητέον, οὐ καθ' ἡμᾶς, ἀλλ' ὅλους ἑαυτοὺς ὅλων ἑαυτῶν ἐξισταμένους, καὶ Αὐτοῦ θεοῦ γιγνομένους· κρεῖττον γὰρ εἶναι θεοῦ, καὶ μὴ ἑαυτῶν· οὕτω γὰρ ἔσται τὰ θεῖα δωρὰ τοῖς μετὰ θεοῦ γιγνομένοις. Ταύτην οὖν τὴν ἄλογον καὶ ἄνουν καὶ μωρὰν σοφίαν ὑπεροχικῶς ὑμνοῦντες, εἴπωμεν, ὅτι παντός ἐστι νοῦ, καὶ λόγου, καὶ πάσης σοφίας, καὶ συνθέσεως αἰτία· καὶ αὐτῆς ἐστι πᾶσα βουλή, καὶ παρ' αὐτῆς πᾶσα γνῶσις καὶ σύνεσις, καὶ ἐν αὐτῇ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεώς εἰσιν ἀπόκρυφοι. Καὶ γὰρ ἑπομένως τοῖς ἤδη προειρημένοις ἡ ὑπέρσοφος καὶ πάνσοφος αἰτία καὶ τῆς αὐτοσοφίας καὶ τῆς ὅλης καὶ τῆς καθ' ἕκαστὸν ἐστιν ὑπόστατις.

§ II

Ἐξ αὐτῆς αἱ νοηταὶ καὶ νοεραὶ τῶν ἀγγελικῶν νοῶν δυνάμεις τὰς ἁπλᾶς καὶ μακαρίας ἔχουσι νοήσεις, οὐχ ἐν μεριστοῖς, ἢ ἀπὸ μεριστῶν, ἢ αἰσθήσεων, ἢ λόγων διεξοδικῶν συνάγουσαι τὴν θείαν γνῶσιν, οὐδὲ ὑπό τινος κοινοῦ πρὸς ταῦτα συμπεριεχόμεναι, παντὸς δὲ ὑλικοῦ καὶ πλήθους καθαρευόμεναι, νοερῶς, ἀΰλως, ἑνοειδῶς, τὰ νοητὰ τῶν θείων νοοῦσι· καὶ ἔστιν αὐταῖς ἡ νοερὰδύναμις καὶ ἐνέργεια, τῇ ἀμιγεῖ καὶ ἀχράντῳ καθαρότητι κατη- γλαϊσμένη, καὶ συνοπτικὴ τῶν θείων νοήσεων ἀμερεῖα, καὶ αὐλία, καὶ τῷ θεοειδῶς ἐνὶ πρὸς τὴν θεῖαν ὑπέρσοφον καὶ νοῦν, καὶ λόγον, ὡς ἐφικτὸν, ἀποτυπουμένη διὰ τὴν θείαν σοφίαν. Καὶ ψυχαὶ τὸ λογικὸν ἔχουσι διεξοδικῶς μὲν καὶ κύκλῳ περὶ τὴν τῶν ὄντων ἀλήθειαν περιπορευόμεναι, καὶ τῷ μεριστῷ καὶ τῷ παντοδαπῷ τῆς ποικίλας ἀπολειπόμεναι τῶν ἐνιαίων νοῶν. τῇ δὲ τῶν πολλῶν εἰς τὸ ἓν συνελίξει, καὶ τῶν ἰσαγγέλων νοήσεων, ἐφ' ὅσον ψυχαῖς οἰκεῖον καὶ ἐφικτὸν, ἀξιούμεναι. Ἀλλὰ καὶ τὰς αἰσθήσεις αὐτὰς, οὐκ ἄν τις ἁμάρτοι σκοποῦ, τῆς σοφίας ἀπήχημα φήσας· καίτοι καὶ ὁ δαιμόνιος νοῦς, ἢ νοῦς, ἐξ αὐτῆς ἐστι· καθ' ὅσον δὲ νοῦς ἐστιν ἠλογημένος, τυχεῖν, οὐκ ἐφίεται, μὴ εἰδὼς, μήτε βουλόμενος, ἔκπτωσιν σοφίας κυριώτερον αὐτὸν προσηπτέον. Ἀλλ' ὅτι μὲν σοφίας αὐτῆς καὶ πάσης, καὶ νοῦ παντὸς, καὶ λόγου, καὶ αἰσθήσεως πάσης ἡ θεία σοφία, καὶ ἀρχὴ, καὶ αἰτία, καὶ ὑπόστασις, καὶ τελείωσις, καὶ φρουρὰ, καὶ πέρας, εἴρηται· πῶς δὲ αὐτὸς ὁ Θεὸς ὁ ὑπέρσοφος σοφία, καὶ νοῦς, καὶ λόγος, καὶ γνῶσις ὑμνεῖται; πῶς γὰρ νοήσει τι τῶν νοητῶν, οὐκ ἔχων νοερὰς ἐνεργείας; ἢ πῶς γνώσεται τὰ αἰσθητὰ, πάσης αἰσθήσεως ὑπεριδρυμένος; Καίτοι πάντα αὐτὸν εἰδέναι φησὶ τὰ Λόγια, καὶ οὐδὲν διαφεύγειν τὴν θείαν γνῶσιν· ἀλλὰ, ὅπερ ἔφην πολλάκις, τὰ θεῖα θεοπρεπῶς νοητέον. Τὸ γὰρ ἄνουν καὶ ἀναίσθητον καθ’ ὑπεροχὴν, οὐ κατ’ ἔλλειψιν ἐπὶ Θεοῦ τακτέον· ὥσπερ καὶ τὸ ἄλογον ἀνατίθεμεν τῷ ὑπὲρ λόγον, καὶ τὴν ἀτέλειαν τῷ ὑπερτελεῖ καὶ προτελείῳ· καὶ τὸν ἀναφῆ καὶ ἀόρατον γνόφον τῷ φωτὶ τῷ ἀπροσίτῳ, καθ’ ὑπεροχὴν τοῦ ὁρατοῦ φωτός. Ὥστε ὁ θεῖος νοῦς πάντα συνέχει τῇ πάντων ἐξῃρημένῃ γνώσει, κατὰ τὴν πάντων αἰτίαν ἐν ἑαυτῷ τὴν πάντων εἴδησιν προειληφώς, πρὶν ἀγγέλους γενέσθαι εἰδὼς καὶ παράγων ἀγγέλους, καὶ πάντα τὰ ἄλλα ἔνδοθεν καὶ ἀπ’ αὐτῆς, ἵν’ οὕτως εἴπω, τῆς ἀρχῆς εἰδὼς, καὶ εἰς οὐσίαν ἄγων· καὶ τοῦτο οἶμαι παραδιδόναι τὸ Λόγιον, ὁπόταν φησὶν, Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Οὐ γὰρ ἐκ τῶν ὄντων τὰ ὄντα μανθάνων, οἶδεν ὁ θεῖος νοῦς, ἀλλ’ ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ, κατ’ αἰτίαν τὴν πάντων εἴδησιν, καὶ γνῶσιν, καὶ οὐσίαν προέχει καὶ προσυνείληφεν, οὐ κατ’ ἰδέαν ἑκάστοις ἐπιβάλλων, ἀλλὰ κατὰ μίαν τῆς αἰτίας περιοχὴν τὰ πάντα εἰδὼς καὶ συνέχων· ὥσπερ καὶ τὸ φῶς κατ’ αἰτίαν ἐν ἑαυτῷ τὴν εἴδησιν τοῦ σκότους προείληφεν, οὐκ ἄλλοθεν εἰδὼς τὸ σκότος ἢ ἀπὸ τοῦ φωτός. Ἑαυτὴν οὖν ἡ θεία σοφία γινώσκουσα, γνώσεται πάντα, αὔλως τὰ ὑλικὰ, καὶ ἀμερίστως τὰ μεριστὰ, καὶ τὰ πολλὰ ἑνιαίως, αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα· καὶ γὰρ εἰ κατὰ μίαν αἰτίαν ὁ Θεὸς πᾶσι τοῖς οὖσι τοῦ εἶναι μετέδωκε, κατὰ τὴν αὐτὴν ἑνικὴν αἰτίαν οἴσεται πάντα ὡς ἐξ ἑαυτοῦ ὄντα, καὶ ἐν ἑαυτῷ προϋφεστηκότα, καὶ οὐκ ἐκ τῶν ὄντων λήψεται τὴν αὐτῶν γνῶσιν, ἀλλὰ καὶ αὐτοῖς ἑκάστοις τῶν αὐτῶν, καὶ ἄλλοις τῆς ἄλλων γνώσεως ἔσται χορηγός. Οὐκ ἄρα ὁ Θεὸς ἰδίαν ἔχει τὴν ἑαυτοῦ γνῶσιν, ἑτέραν δὲ τὴν κοινὴν τὰ ὄντα πάντα συλλαμβάνουσαν· αὐτὴ γὰρ ἑαυτὴν ἡ πάντων αἰτία γινώσκουσα, σχολῇ που τὰ ἀπ’ αὐτῆς, καὶ ὧν ἐστιν αἰτία, ἀγνοήσει. Ταύτῃ γοῦν ὁ Θεὸς τὰ ὄντα γινώσκει, οὐ τῇ ἐπιστήμῃ τῶν ὄντων, ἀλλὰ τῇ ἑαυτοῦ· καὶ γὰρ καὶ τοὺς ἀγγέλους εἰδέναι φησὶ τὰ λόγια τὰ ἐπὶ τῆς γῆς, οὐ κατ’ αἰσθήσεις αὐτὰ γινώσκοντας, αἰσθητὰ γε ὄντα, κατ’ οἰκείαν δὲ τοῦ θεοειδοῦς νοῦ δύναμιν καὶ φύσιν.

§ III

Ἐπὶ δὲ τούτοις ζητῆσαι χρὴ, πῶς ἡμεῖς Θεὸν γινώσκομεν, οὔτε νοητὸν, οὔτε αἰσθητὸν, οὐδέ τι καθόλου τῶν ὄντων ὄντα. Μήποτε οὖν ἀληθὲς εἰπεῖν, ὅτι Θεὸν γινώσκομεν οὐκ ἐκ τῆς αὐτοῦ φύσεως, (ἄγνωστον γὰρ τοῦτο, καὶ πάντα λόγον καὶ νοῦν ὑπεραίρον·) ἀλλ’ ἐκ τῆς πάντων τῶν ὄντων διατάξεως, ὡς ἐξ αὐτοῦ προβεβλημένης, καὶ εἰκόνας τινὰς καὶ ὁμοιώματα τῶν θείων αὐτοῦ παραδειγμάτων ἐχούσης, εἰς τὸ ἐπέκεινα πάν- τῶν ὅδῷ καὶ τάξει κατὰ δύναμιν ξυνειμένην ἐν τῇ πάντων ἀφαιρέσει καὶ ὑπεροχῇ, καὶ ἐν τῇ πάντων αἰτίᾳ. Διὸ καὶ ἐν πᾶσιν ὁ Θεὸς γινώσκεται, καὶ χωρὶς πάντων· καὶ διὰ γνώσεως ὁ Θεὸς γινώσκεται, καὶ διὰ ἀγνωσίας, καὶ ἔστιν αὐτοῦ καὶ νόησις, καὶ λόγος, καὶ ἐπιστήμη, καὶ ἐπαφή, καὶ αἴσθησις, καὶ δόξα, καὶ φαντασία, καὶ ὄνομα, καὶ τὰ ἄλλα πάντα, καὶ οὔτε νοεῖται, οὔτε λέγεται, οὔτε ὀνομάζεται· καὶ οὐκ ἔστι τι τῶν ὄντων, οὐδὲ ἐν τινι τῶν ὄντων γινώσκεται· καὶ ἐν πᾶσι πάντα ἐστὶ, καὶ ἐν οὐδενὶ οὐδέν, καὶ ἐκ πάντων πᾶσι γινώσκεται, καὶ ἐξ οὐδενὸς οὐδενί· καὶ γὰρ ταῦτα ὀρθῶς περὶ Θεοῦ λέγομεν, καὶ ἐκ τῶν ὄντων ἀπὸ πάντων ὑμνεῖται κατὰ τὴν πάντων ἀναλογίαν ὧν ἐστιν αἴτιος. Καὶ ἔστιν αὖθις ἡ θειοτάτη τοῦ Θεοῦ γνῶσις, ἡ δι' ἀγνωσίας γινωσκομένη, κατὰ τὴν ὑπὲρ νοῦν ἕνωσιν, ὅταν ὁ νοῦς, τῶν ὄντων πάντων ἀποστάς, ἔπειτα καὶ ἑαυτὸν ἀφεὶς, ἐνωθῇ ταῖς ὑπερφαέσιν ἀκτῖσιν, ἐκεῖθεν καὶ ἐκεῖ τῷ ἀνεξερευνήτῳ βάθει τῆς σοφίας καταλαμπόμενος. Καίτοι καὶ ἐκ πάντων, ὅπερ ἐστὶν, αὐτὴν γνωστέον· αὕτη γάρ ἐστι κατὰ τὸν λόγιον ἡ πάντων ποιητική, καὶ ἀεὶ πάντα ἁρμόζουσα, καὶ τῆς ἀλύτου τῶν πάντων ἐφαρμογῆς καὶ τάξεως αἰτία, καὶ ἀεὶ τὰ τέλη τῶν προτέρων συνάπτουσα ταῖς ἀρχαῖς τῶν δευτέρων καὶ τὴν μίαν τοῦ παντὸς σύμπνοιαν καὶ ἁρμονίαν καλλιεργοῦσα.

§ IV

Λόγος δὲ ὁ Θεὸς ὑμνεῖται πρὸς τῶν ἱερῶν Λογίων, οὐ μόνον ὅτι καὶ λόγου καὶ νοῦ καὶ σοφίας ἐστὶ χορηγός, ἀλλ' ὅτι καὶ τὰς πάντων αἰτίας ἐν ἑαυτῷ μονειδῶς προείληφε, καὶ ὅτι διὰ πάντων χωρεῖ διικνούμενος, ὡς τὰ Λόγιά φησιν, ἄχρι τοῦ πάντων τέλους· καὶ πρὸ γε τούτων, ὅτι πάσης ἀπλίσττος ὁ θεῖος ὑπερήπλωται λόγος, καὶ πάντων ἐστὶν ὑπὲρ πάντα κατὰ τὸ ὑπερούσιον ἀπολελυμένος. Οὗτος ὁ λόγος ἐστὶν, ἡ ἀπλῆ καὶ ὄντως οὖσα ἀλήθεια, περὶ ἣν, ὡς καθαρὰν καὶ ἀπλανῆ τῶν ὅλων γνῶσιν, ἡ θεία πίστις ἐστὶν, ἡ μόνιμος τῶν πεπιστευμένων ἵδρυσις, ἡ τούτους ἐνιδρύουσα τῇ ἀληθείᾳ, καὶ αὐτοῖς τὴν ἀλήθειαν, ἀμεταπείστῳ ταυτότητι, τὴν ἀπλῆν τῆς ἀληθείας γνῶσιν ἐχόντων τῶν πεπεισμένων. Εἰ γὰρ ἡ γνῶσις ἑνωτικὴ τῶν ἐγνωκότων καὶ ἐγνωσμένων, ἡ δὲ ἄγνοια μεταβολῆς ἀεὶ καὶ τῆς ἐξ ἑαυτοῦ τῷ ἀγνοοῦντι διαιρέσεως αἰτία, τὸν ἐν ἀληθείᾳ πιστεύσαντα, κατὰ τὸν ἱερὸν Λόγον, οὐδεὶς ἀποκινήσει τῆς κατὰ τὴν ἀληθῆ πίστιν ἑστίας, ἐφ' ᾗ τὸ μόνιμον ἕξει τῆς ἀκινήτου καὶ ἀμεταβόλου ταυτότητος. Εὖ γὰρ οἶδεν ὁ πρὸς τὴν ἀλήθειαν ἑνωθεὶς, ὅτι εὖ ἔχει, κἂν οἱ πολλοὶ νουθετοῖεν αὐτὸν, ὡς ἐξεστηκότα· λανθάνει μὲν, ὡς εἰκὸς, αὐτοὺς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς· αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτὸν, οὐχ (ὥς φασιν ἐκεῖνοι) μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπὴ τῆς πλάνης ποικιλίᾳ χώρας διὰ τῆς ἁπλῆς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον. Οὕτω γοῦν οἱ τῆς καθ’ ἡμᾶς θεοσοφίας ἀρχηγικοὶ καθηγεμόνες ὑπὲρ ἀληθείας ἀποθνήσκουσι πᾶσαν ἡμέραν, μαρτυροῦντες, ὡς εἰκὸς, καὶ λόγῳ παντὶ καὶ ἔργῳ τῇ ἐνιαίων Χριστιανῶν ἀληθογνωσίᾳ, τὸ πασῶν αὐτὴν εἶναι καὶ ἁπλουστέραν καὶ θειοτέραν, μᾶλλον δὲ τὸ ἀληθὲς τὴν εἶναι τὴν μόνην ἀληθῆ καὶ μίαν καὶ ἁπλῆν θεογνωσίαν.

CAPUT VIII. De potentia, justitia, salute, redemptione; ubi etiam de inaequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

CAPUT IX. De magno, parvo, eodem, alio, simili, dissimili, statu, motu, aequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT X. De omnitenente, antiquo dierum; in quo etiam de aevo seu aeternitate et tempore.

§ I

§ II

§ III

CAPUT XI. De pace, quidque sibi velit ipsum per se esse, quae sit per se vita, quae vis ipsa per se, et quae illa coordinat atque conciliat, et quinam sint ejus effectus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

CAPUT XII. De Sancto sanctorum, Rege regum, Domino dominantium, Deo deorum.

§ I

§ II

§ III

§ IV

CAPUT XIII. De perfecto et uno.

§ I

§ II

§ III

§ IV

↑ Top of work