Ἀναλαβόντες οὖν εἴπωμεν, ὅτι πᾶσι τοῖς οὖσι καὶ τοῖς αἰῶσι τὸ εἶναι παρὰ τοῦ προόντος. Καὶ πᾶς μὲν αἰὼν καὶ χρόνος ἐξ αὐτοῦ, παντὸς δὲ καὶ αἰῶνος καὶ χρόνου, καὶ παντὸς ὁπωσοῦν ὄντος, ὁ προὼν ἀρχὴ καὶ αἰτία· καὶ πάντα αὐτοῦ μετέχει, καὶ οὐδενὸς τῶν ὄντων ἀποστατεῖ· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ ἁπλῶς, εἴ τι ὁπωσοῦν ἐστὶν, ἐν τῷ προόντι καὶ ἔστι, καὶ ἐπινοεῖται, καὶ σώζεται· καὶ πρὸ τῶν ἄλλων αὐτοῦ μετοχῶν τὸ εἶναι προβέβληται· καὶ ἔστιν αὐτὸ καθ' αὐτὸ τὸ εἶναι πρεσβύτερον τοῦ αὐτοζωὴν εἶναι, καὶ αὐτοσοφίαν εἶναι, καὶ αὐτοομοιότητα θείαν εἶναι, καὶ τὰ ἄλλα ὅσων τὰ ὄντα μετέχοντα, πρὸ πάντων αὐτῶν τοῦ εἶναι μετέχει· μᾶλλον δὲ καὶ αὐτὰ καθ' αὐτὰ πάντα, ὧν τὰ ὄντα μετέχει, τοῦ αὐτὸ καθ' αὐτὸ εἶναι μετέχει· καὶ οὐδὲν ἐστιν ὂν, οὗ μὴ ἐστιν οὐσία καὶ αἰὼν τὸ αὐτὸ εἶναι. Πάντων οὖν εἰκότως τῶν ἄλλων ἀρχηγικώτερον, ὡς ἂν, ὁ Θεὸς ἐκ τῆς πρεσβυτέρας τῶν ἄλλων αὐτοῦ δωρεῶν ὑμνεῖται· καὶ γὰρ τὸ προεῖναι καὶ ὑπερεῖναι προέχων καὶ ὑπερέχων, τὸ εἶναι πᾶν, αὐτὸ φημι καθ' αὐτὸ τὸ εἶναι, προὔπεστήσατο, καὶ τῷ εἶναι αὐτῷ πᾶν τὸ ὁπωσοῦν ὂν ὑπεστήσατο. Καὶ γοῦν αἱ ἀρχαὶ τῶν ὄντων πᾶσαι, τοῦ εἶναι μετέχουσαι, καὶ εἰσι, καὶ ἀρχαί εἰσι, καὶ πρῶ- τῶν εἰσιν, ἔπειτα ἀρχαί εἰσι. Καὶ εἰ βούλει τῶν ζώντων, ὡς ζώντων, ἀρχὴν φάναι τὴν αὐτοζωὴν· καὶ τῶν ὁμοίων, ὡς ὁμοίων, τὴν αὐτοομοιότητα· καὶ τῶν ἡνωμένων, ὡς ἡνωμένων, τὴν αὐτοένωσιν· καὶ τῶν τεταγμένων, ὡς τεταγμένων, τὴν αὐτόταξιν· καὶ τῶν ἄλλων ὅσα τοῦδε ἢ τοῦδε, ἢ ἀμφοτέρων, ἢ πολλῶν μετέχοντα, τόδε ἢ τόδε, ἢ ἀμφότερα ἢ πολλὰ ἐστὶ, τὰς αὐτομετοχὰς εὑρήσεις, τοῦ εἶναι πρῶτον αὐτὰς μετεχούσας, καὶ τῷ εἶναι πρῶτον μενούσας· ἔπειτα τοῦδε ἢ τοῦδε ἀρχὰς οὔσας, καὶ τῷ μετέχειν τοῦ εἶναι, καὶ οὔσας καὶ μετεχομένας. Εἰ δὲ ταῦτα τῇ μετοχῇ τοῦ εἶναι ἐστὶ, πολλῷ γε μᾶλλον τὰ αὐτῶν μετέχοντα.