Ἔκειθεν αὐταῖς αἱ ὑπερκόσμιοι τάξεις, αἱ πρὸς ἑαυτὰς ἑνώσεις, αἱ ἐν ἀλλήλαις χωρήσεις, αἱ ἀσύγχυτοι διακρίσεις, αἱ πρὸς τὰς κρείττους ἀναγωγικαὶ τῶν ὑφειμένων δυνάμεις, αἱ περὶ τὰ δεύτερα πρόνοιαι τῶν πρεσβυτέρων, αἱ τῶν οἰκείων ἑκάστης δυνάμεως φρουραὶ, καὶ περὶ ἑαυτὰς ἀμετάπτωτοι συνελίξεις, αἱ περὶ τὴν ἔφεσιν τἀγαθοῦ ταὐτότητες, καὶ ἀκρότητες, καὶ ὅσα ἄλλα εἴρηται πρὸς ἡμῶν ἐν τῷ Περὶ τῶν ἀγγελικῶν ἰδιοτήτων καὶ τάξεων· ἀλλὰ καὶ ὅσα τῆς οὐρανίας ἱεραρχίας ἐστὶν, αἱ ἀγγελοπρεπεῖς καθάρσεις, αἱ ὑπερκόσμιοι φωταγωγίαι, καὶ τὰ τελειουργὰ τῆς ὅλης ἀγγελικῆς τελειότητος, ἐκ τῆς παναιτίου καὶ πηγαίας ἐστιν ἀγαθότητος. ἐξ ἧς καὶ τὸ ἀγαθοειδὲς αὐταῖς ἐδωρήθη, καὶ τὸ ἐκφαίνειν ἐν ἑαυταῖς τὴν κρυφίαν ἀγαθότητα, καὶ εἶναι ἀγγέλους ὥσπερ ἐξαγγελικὰς τῆς θείας σιγῆς, καὶ οἷον φῶτα φανὰ τοῦ ἐν ἀδύτοις ὄντος ἑρμηνευτικὰ προβεβλημένας. Ἀλλὰ καὶ μετ' ἐκείνους τοὺς ἱεροὺς καὶ ἁγίους νόας, αἱ ψυχαὶ καὶ ὅσα ψυχῶν ἀγαθὰ, διὰ τὴν ὑπεράγαθόν ἐστιν ἀγαθότητα· τὸ νοερὸς αὐτὰς εἶναι, τὸ ἔχειν τὴν οὐσιώδη ζωὴν ἀνώλεθρον αὐτὸ τὸ εἶναι, καὶ δύνασθαι πρὸς τὰς ἀγγελικὰς ἀνατεινομένας ζωάς, δι' αὐτῶν ὡς ἀγαθῶν καθηγεμόνων, ἐπὶ τὴν πάντων ἀγαθῶν ἀγαθαρχίαν ἀνάγεσθαι, καὶ τῶν ἐκεῖθεν ἐκβλυζομένων ἐλλάμψεων ἐν μετουσίᾳ γίνεσθαι κατὰ τὴν σφῶν ἀναλογίαν, καὶ τῆς τοῦ ἀγαθοειδοῦς δωρεᾶς ὅση δύναμις μετέχειν, καὶ ὅσα ἄλλα πρὸς ἡμῶν ἐν τοῖς Περὶ ψυχῆς ἀπηρίθμηται. Ἀλλὰ καὶ περὶ αὐτῶν, εἰ χρὴ φάναι, τῶν ἀλόγων ψυχῶν, ἢ ζώων, ὅσα τὸν ἀέρα τέμνει, καὶ ὅσα ἐπὶ γῆς βαίνει, καὶ ὅσα εἰς γῆν ἐκτέταται, καὶ τὰ ἐν ὕδασι τὴν ζωὴν, ἢ ἀμφιβίως λαχόντα, καὶ ὅσα ὑπὸ γῆν ἐγκεκαλυμμένα ζῇ καὶ ἐγκεχωσμένα, καὶ ἁπλῶς ὅσα τὴν αἰσθητικὴν ἔχει ψυχὴν, ἢ ζωὴν, καὶ ταῦτα πάντα διὰ τἀγαθὸν ἐψύχωταί καὶ ἐζώωται. Καὶ φυτὰ δὲ πάντα τὴν θρεπτικὴν καὶ κινητικὴν ἔχει ζωὴν, ἐκ τἀγαθοῦ· καὶ ὅση ἄψυχος καὶ ἄζωος οὐσία, διὰ τἀγαθόν ἐστι, καὶ δι' αὐτὸ τῆς οὐσιώδους ἕξεως ἔλαχεν.