On the Divine Names
Περὶ θείων ὀνομάτων
On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).
CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci
Τῷ συμπρεσβυτέρῳ Τιμοθέῳ ΔΙΟΝΥΣΙΟΣ ὁ ΠΡΕΣΒΥΤΕΡΟΣ.
Τὶς δ τοῦ λόγου σκοπὸς, καὶ τίς ἡ περὶ θείων ὀνομάτων παράδοσις.
§ I
Νῦν δὴ, ὦ μακάριε, μετὰ τὰς θεολογικὰς ὑποτυπώσεις ἐπὶ τὴν τῶν θείων ὀνομάτων ἀνάπτυξιν, ὡς ἐφικτὸν, μετελεύσομαι.
Ἔστω δὲ καὶ νῦν ἡμῖν ὁ τῶν λογίων θεσμὸς προδιωρισμένος, τὸ τὴν ἀλήθειαν ἡμᾶς καταδεῖσασθαι τῶν περὶ Θεοῦ λεγομένων, οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ' ἐν ἀποδείξει τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως, καθ' ἣν τοῖς ἀφθόγκτοις καὶ ἀγνώστοις ἀφθέγκτως καὶ ἀγνώστως συναπτόμεθα, κατὰ τὴν κρείττονα τὴν καθ’ ἡμᾶς λογικῆς καὶ νοερᾶς δυνάμεως καὶ ἐνεργείας ἕνωσιν. Καθόλου τοιγαροῦν οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαί τι περὶ τῆς ὑπερουσίου καὶ κρυφίας θεότητος, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα. Τῆς γὰρ ὑπὲρ λόγον καὶ νοῦν καὶ οὐσίαν αὐτῆς ὑπερουσιότητος ἀγνωσία, αὐτῇ τὴν ὑπερούσιον ἐπιστήμην ἀναθετέον, τοσοῦτον ἐπὶ τὸ ἀναντὲς ἀνανεύοντας, ὅσον ἑαυτὴν ἐνδίδωσιν ἡ τῶν θεαρχικῶν λογίων ἀκτὶς, πρὸς τὰς ὑπερτέρας αὐγὰς τῇ περὶ τὰ θεῖα σωφροσύνῃ καὶ ὁσιότητι συστελλομένους. Καὶ γὰρ εἴ τι δεῖ τῇ παναόφῳ καὶ ἀληθεστάτῃ θεολογίᾳ πείθεσθαι, κατὰ τὴν ἀναλογίαν ἑκάστου τῶν νοῶν ἀνακαλύπτεται τὰ θεῖα, καὶ ἐποπτεύεται, τῆς θεαρχικῆς ἀγαθότητος ἐν σωστικῇ δικαιοσύνῃ τῶν ἐν μέτρῳ τὴν ἀμετρίαν θεοπρεπῶς, ὡς ἀχώρητον, ἀποδιαστελλούσης. Ὥσπερ γὰρ ἄληπτα καὶ ἀθεώρητα τοῖς αἰσθητοῖς ἐστι τὰ νοητὰ, καὶ τοῖς ἐν πλάσει καὶ τύπῳ τὰ ἁπλὰ καὶ ἀτύπωτα, τοῖς τε κατὰ σωμάτων σχήματα μεμορφωμένοις, ἡ τῶν ἀσωμάτων ἀναφὴς καὶ ἀσχημάτιστος ἀμορφία· κατὰ τὸν αὐτὸν τῆς ἀληθείας λόγον ὑπέρκειται τῶν οὐσιῶν ἡ ὑπερούσιος ἀοριστία· καὶ τῶν νοῶν, ἡ ὑπὲρ νοῦν ἑνότης· καὶ πάσαις διανοίαις ἀδιανόητόν ἐστι τὸ ὑπὲρ διάνοιαν ἓν, ἄῤῥητόν τε λόγῳ παντὶ τὸ ὑπὲρ λόγον ἀγαθὸν, ἑνὰς ἑνοποιὸς ἀπάσης ἑνάδος, καὶ ὑπερούσιος οὐσία, καὶ νοῦς ἀνόητος καὶ λόγος ἄῤῥητος· ἀλογία καὶ ἀνοησία καὶ ἀνωνυμία, κατὰ μηδὲν τῶν ὄντων οὖσα· καὶ αἴτιον μὲν τοῦ εἶναι πᾶσιν, αὐτὸ δὲ μὴ ὂν, ὡς πάσης οὐσίας ἐπέκεινα, καὶ ὡς ἂν αὐτὴ περὶ ἑαυτῆς κυρίως καὶ ἐπιστητῶς ἀποφαίνοιτο.
§ II
Περὶ ταύτης οὖν, ὡς εἴρηται, τῆς ὑπερουσίου καὶ κρυφίας θεότητος οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαί τι, παρὰ τὰ θεοειδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα· καὶ γὰρ ὡς αὐτὴ περὶ ἑαυτῆς ἐν τοῖς λογίοις ἀγαθοπρεπῶς παραδέδωκεν, ἡ μὲν αὐτῆς ὅ τι ποτ’ ἐστιν ἐπιστήμη καὶ θεωρία, πᾶσιν ἄδατός ἐστι τοῖς οὖσιν, ὡς πάντων ὑπερουσίως ἐξηρημένη. Καὶ πολλοὺς τῶν θεολόγων εὐρήσεις οὐ μόνον ὡς ἀόρατον αὐτὴν καὶ ἀπερίληπτον ὑμνηκότας, ἀλλὰ καὶ ἀνεξερεύνητον ἅμα καὶ ἀνεξιχνίαστον, ὡς οὐκ ὄντος ἴχνους οὐδενὸς, τῶν ἐπὶ τὴν κρυφίαν αὐτῆς ἀπειρίαν διεληλυθότων. Οὐ μὴν ἀκοινώνητόν ἐστι καθόλου τἀγαθὸν οὐδενὶ τῶν ὄντων, ἀλλ’ ἐφ’ ἑαυτοῦ μονίμως τὴν ὑπερούσιον ἱδρῦσαν ἀκτῖνα ταῖς ἑκάστου τῶν ὄντων ἀναλόγοις ἐλλάμψεσιν ἀγαθοπρεπῶς ἐπιφαίνεται, καὶ πρὸς τὴν ἐφικτὴν αὐτοῦ θεωρίαν καὶ κοινωνίαν καὶ ὁμοίωσιν ἀνατείνει τοὺς ἱεροὺς νόας, τοὺς ὡς θεμιτὸν αὐτῷ καὶ ἱεροπρεπῶς ἐπιβα- λοντας, καὶ μήτε πρὸς τὸ ὑπέρτερον τῆς ἐναρμονίως ἐνδιδομένης θεοφανείας, ἀδυνάτως ἀπανθαδιζομένους, μήτε πρὸς τὸ κάτω παντες ἐκ τῆς ἐπὶ τὸ χεῖρον ὑφέσεως ἀπολισθαίνοντας, ἀλλ' εὐσταθῶς τε καὶ ἀκλινῶς ἐπὶ τὴν ἀκτῖνα τὴν αὐτοῖς ἐπιλάμπουσαν ἀνατεινομένους, καὶ τῷ συμμέτρῳ τῶν θεμιτῶν ἐλλάμψεων ἔρωτι μετ' εὐλαβείας ἱερᾶς, σωφρόνως τε καὶ ὁσίως ἀναπτερουμένους.
§ III
Τούτοις ἑπόμενοι τοῖς θεαρχικοῖς ζυγοῖς, οἳ καὶ τὰς ὅλας διακυβερνῶσι τῶν ὑπερουρανίων τάξεων ἁγίας διακοσμήσεις, τὸ μὲν ὑπὲρ νοῦν καὶ οὐσίαν, τῆς θεαρχίας κρύφιον ἀνεξερευνήτοις καὶ ἱεραῖς νοὸς εὐλαβείαις, τὰ δὲ ἄῤῥητα σώφρονι σιγῇ τιμῶντες, ἐπὶ τὰς ἐλλαμπούσας ἡμῖν ἐν τοῖς ἱεροῖς λογίοις αὐγὰς ἀνατεινόμεθα, καὶ πρὸς αὐτῶν φωταγωγούμεθα πρὸς τοὺς θεαρχικοὺς ὕμνους, ὑπ' αὐτῶν ὑπερκοσμίως φωτιζόμενοι, καὶ πρὸς τὰς ἱερὰς ὑμνολογίας τυπούμενοι, πρὸς τὸ καὶ ὁρᾷν τὰ συμμέτρως ἡμῖν δι' αὐτῶν δωρούμενα θεαρχικὰ φῶτα, καὶ τὴν ἀγαθοδότιν ἀρχὴν ἁπάσης ἱερᾶς φωτοφανείας ὑμνεῖν, ὡς αὐτὴ περὶ ἑαυτῆς ἐν τοῖς ἱεροῖς λογίοις παραδέδωκεν. Οἷον, ὅτι πάντων ἐστὶν αἰτία, καὶ ἀρχὴ, καὶ οὐσία, καὶ ζωή· καὶ τῶν μὲν ἀποπιπτόντων αὐτῆς ἀνάκλησις τε καὶ ἀνά- στασις, τῶν δὲ πρὸς τὸ τοῦ θεοειδοῦς παραφθαρτικὸν ἀπολισθησάντων ἀνακαινισμὸς καὶ ἀναμόρφωσις. τῶν δὲ κατὰ τινα σάλον ἀνίερον παρακινουμένων ἵδρυσις ἱερὰ, καὶ τῶν ἑστηκότων ἀσφάλεια, καὶ τῶν ἐπ᾽ αὐτὴν ἀναγομένων ἀνατατικὴ χειραγωγία, καὶ τῶν φωτιζομένων ἔλλαμψις, καὶ τῶν τελουμένων τελεταρχία, καὶ τῶν θεουμένων θεαρχία, καὶ τῶν ἀπλουμένων ἀπλότης, καὶ τῶν ἑνιζομένων ἑνότης ἀρχῆς ἁπάσης ὑπερουσίως ὑπεράρχιος ἀρχὴ, καὶ τοῦ κρυφίου κατὰ τὸ θεμιτὸν ἀγαθὴ μεταδότις, καὶ ἀπλῶς εἰπεῖν, ἡ τῶν ζώντων ζωὴ, καὶ τῶν ὄντων οὐσία, πάσης ζωῆς καὶ οὐσίας ἀρχὴ καὶ αἰτία, διὰ τὴν αὐτῆς εἰς τὸ εἶναι τὰ ὄντα παρακτικὴν καὶ συνοχικὴν ἀγαθότητα.
§ IV
Ταῦτα πρὸς τῶν θείων λογίων μεμυήμεθα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν ἱερὰν τῶν θεολόγων ὑμνολογίαν εὐρήσεις πρὸς τὰς ἀγαθουργοὺς τῆς θεαρχίας προόδους, ἐκφαντορικῶς καὶ ὑμνητικῶς τὰς θεωνυμίας διασκευάζουσαν. Ὅθεν ἐν πάσῃ σχεδὸν τῇ θεολογικῇ πραγματείᾳ τὴν θεαρχίαν ὁρῶμεν ἱερῶς ὑμνουμένην, ὡς μονάδα μὲν καὶ ἑνάδα, διὰ τὴν ἁπλότητα καὶ ἑνότητα τῆς ὑπεργονοῦς ἀμερίας, ἐξ ἧς, ὡς ἑνοποιοῦ δυνάμεως, ἑνιζόμεθα, καὶ τῶν μεριστῶν ἡμῶν ἑτεροτήτων ὑπερκοσμίως συμπτυσσομένων, εἰς θεοειδῆ μονάδα συναγόμεθα, καὶ θεομίμητον ἕνωσιν· ὡς Τριάδα δὲ, διὰ τὴν τρισυπόστατον τῆς ὑπερουσίου γονιμότητος ἔκφανσιν, ἐξ ἧς πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἐστι καὶ ὀνομάζεται· ὡς αἰτίαν δὲ τῶν ὄντων, ἐπειδὴ πάντα πρὸς τὸ εἶναι παρήχθη διὰ τὴν αὐτῆς οὐσιοποιὸν ἀγαθότητα· σοφὴν δὲ καὶ καλήν, ὅτι τὰ ὄντα πάντα τὰ τῆς οἰκείας φύσεως ἀπαράφθαρτα διασώζοντα, πάσης ἁρμονίας ἐνθέου καὶ ἱερᾶς εὐπρεπείας ἐστὶν ἀνάπλεα· φιλάνθρωπον δὲ διαφερόντως, ὅτι τοῖς καθ' ἡμᾶς πρὸς ἀλήθειαν ὁλικῶς ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἐκοινώνησεν, ἀνακαλουμένη πρὸς ἑαυτὴν καὶ ἀνατιθεῖσα τὴν ἀνθρωπίνην ἐσχατιὰν, ἐξ ἧς ἀρρήτως ὁ ἁπλοῦς Ἰησοῦς συνετέθη, καὶ παράτασιν εἴληφε χρονικὴν ὁ ἀΐδιος, καὶ εἰς τῆς καθ' ἡμᾶς ἐγεγόνει φύσεως, ὁ πάσης τῆς κατὰ πᾶσαν φύσιν τάξεως ὑπερουσίως ἐκβεβηκὼς μετὰ τῆς ἀμεταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Καὶ ὅσα ἄλλα θεουργικὰ φῶτα τοῖς λογίοις ἀκολούθως ἡ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων κρυφία παράδοσις ἐκφαντορικῶς ἡμῖν ἐδωρήσατο, ταῦτα καὶ ἡμεῖς μεμυήμεθα· νῦν μὲν ἀναλόγως ἡμῖν, διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ τῶν ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας, αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυῆ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυνούσης τε καὶ διαπλαττούσης. Τότε δὲ, ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα, καὶ τῆς χριστοειδοῦς καὶ μακαριωτάτης ἐφικώμεθα λήξεως, πάντοτε σὺν Κυρίῳ, κατὰ τὸ λόγιον, ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν παναγίοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις μαρμαρυγαῖς ἡμᾶς περιαυγαζούσης, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει· τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀΰλῳ τῷ νῷ μετέχοντες, καὶ τῆς ὑπὲρ νοῦν ἑνώσεως ἐν ταῖς τῶν ὑπερφανῶν ἀκτίνων ἀγνώστοις καὶ μακαρίαις ἐπιβολαῖς, ἐν θειοτέρᾳ μιμήσει τῶν ὑπερουρανίων νοῶν· ἰσάγγελοι γὰρ, ὡς ἡ τῶν λογίων ἀλήθειά φησιν, ἐσόμεθα, καὶ υἱοὶ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. Νῦν δὲ, ὡς ἡμῖν ἐφικτὸν, οἰκείοις μὲν εἰς τὰ θεῖα συμβόλοις χρώμεθα, κακ τούτων αὖθις ἐπὶ τὴν ἁπλῆν καὶ ἡνωμένην τῶν νοητῶν θεαμάτων ἀλήθειαν ἀναλόγως ἀνατεινόμεθα, καὶ μετὰ πᾶσαν τὴν καθ’ ἡμᾶς τῶν θοειδῶν νόησιν, ἀποπαύοντες ἡμῶν τὰς νοερὰς ἐνεργείας, εἰς τὴν ὑπερούσιον ἀκτῖνα κατὰ τὸ θεμιτὸν ἐπιβάλλομεν, ἐν ᾗ πάντα τὰ πέρατα πασῶν τῶν γνώσεων ὑπεραρρήτως προϋφέστηκεν, ἣν οὔτε ἐννοῆσαι δυνατὸν, οὔτε εἰπεῖν, οὔτε ὅλως πως θεωρῆσαι, διὰ τὸ πάντων αὐτὴν ἐξηρημένην εἶναι, καὶ ὑπεράγνωστον, καὶ πασῶν μὲν τῶν οὐσιωδῶν γνώσεων καὶ δυνάμεων τὰς ἀποπερατώσεις ἅμα καὶ πάσας ὑπερουσίως ἐν ἑαυτῇ προειληφυῖαν, πάντων δὲ ἀπεριλήπτῳ δυνάμει, καὶ τῶν ὑπερουρανίων νοῶν ὑπεριδρυμένην. Εἰ γὰρ αἱ γνώσεις πᾶσαι τῶν ὄντων εἰσὶ, καὶ εἰς τὰ ὄντα τὸ πέρας ἔχουσιν, ἡ πάσης οὐσίας ἐπέκεινα καὶ πάσης γνώσεώς ἐστιν ἐξηρημένη.
§ V
Καὶ μὴν, εἰ κρείττων ἐστὶ παντὸς λόγου καὶ πάσης γνώσεως, καὶ ὑπὲρ νοῦν καθόλου καὶ οὐσίαν ἵδρυται, πάντων μὲν οὖσα περιληπτικὴ, καὶ συναπτικὴ, καὶ συλληπτικὴ, καὶ προληπτικὴ, πᾶσι δὲ αὐτῆς καθόλου ἄληπτος, καὶ οὔτε αἴσθησις αὐτῆς ἐστιν, οὔτε φαντασία, οὔτε δόξα, οὔτε ὄνομα, οὔτε λόγος, οὔτε ἐπαφὴ, οὔτε ἐπιστήμη, πῶς ὁ περὶ θείων ὀνομάτων ἡμῖν διαπραγματευθήσεται λόγος, ἀκλήτου καὶ ὑπερωνύμου τῆς ὑπερουσίου θεότητος ἀποδεικνυμένης;
Ἀλλ' ὅπερ ἔφημεν, ἡνίκα τὰς θεολογικὰς ὑποτυπώσεις ἐξετιθέμεθα, τὸ ἓν, τὸ ἄγνωστον, τὸ ὑπερούσιον, αὐτοτάγαθον, ὅπερ ἐστὶ, τὴν τριαδικὴν ἑνάδα φημὶ, τὴν ὁμόθεον, καὶ ὁμοάγαθον, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δυνατόν· ἀλλὰ καὶ αἱ τῶν ἁγίων δυνάμεων ἀγγελοπρεπεῖς ἑνώσεις, ἃς εἴτε ἐπιβολὰς, εἴτε παραδοχὰς χρὴ φάναι τῆς ὑπεραγνώστου καὶ ὑπερφανοῦς ἀγαθότητος, ἄρρητοί τε εἰσι καὶ ἄγνωστοι, καὶ μόνοις αὐτοῖς ἐνυπάρχουσι τοῖς ὑπὲρ γνῶσιν ἀγγελικὴν ἠξιωμένοις αὐτῶν ἀγγέλοις. Ταύταις οἱ θεοειδεῖς ἀγγελομιμήτως, ὡς ἐφικτὸν, ἑνούμενοι νόες (ἐπειδὴ κατὰ πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν ἡ τοιάδε γίνεται τῶν ἐκθεουμένων νοῶν πρὸς τὸ ὑπέρθεον φῶς ἕνωσις) ὑμνοῦσιν αὐτὸ κυριώτατα διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, τοῦτο ἀληθῶς καὶ ὑπεργοῦς ἐλλαμφθέντες ἐκ τῆς πρὸς αὐτὸ μακαριωτάτης ἐνώσεως, ὅτι πάντων μὲν ἐστι τῶν ὄντων αἴτιον, αὐτὸ δὲ οὐδὲν, ὡς πάντων ὑπερουσίως ἐξηρημένον. Τὴν μὲν οὖν ὑπερουσιότητα τὴν θεαρχικὴν, ὅ τι ποτὲ ἐστιν ἡ τῆς ὑπεραγαθότητος ὑπερύπαρξις, οὔτε ὡς λόγον, ἢ δύναμιν, οὔτε ὡς νοῦν, ἢ ζωὴν, ἢ οὐσίαν ὑμνῆσαι θεμιτὸν οὐδενὶ τῶν ὅσοι τῆς ὑπὲρ πᾶσαν ἀλήθειαν ἀληθείας εἰσὶν ἐρασταί· ἀλλ' ὡς πάσης ἕξεως, κινήσεως, ζωῆς, φαντασίας, δόξης, ὀνόματος, λόγου, διανοίας, νοήσεως, οὐσίας, στάσεως, ἱδρύσεως, ἑνώσεως, πέρατος, ἀπειρίας, ἁπάντων ὅσα ὄντα ἐστὶν, ὑπεροχικῶς ἀφηρημένην. Ἐπειδὴ δὲ ὡς ἀγαθότητος ὕπαρξις, αὐτῷ τῷ εἶναι, πάντων ἐστὶ τῶν ὄντων αἰτία, τὴν ἀγαθαρχικὴν τῆς θεαρχίας πρόνοιαν, ἐκ πάντων τῶν αἰτιατῶν ὑμνητέον· ἐπεὶ καὶ περὶ αὐτὴν πάντα, καὶ αὐτῆς ἕνεκα, καὶ αὐτή ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῇ συνέστηκε καὶ τῷ εἶναι ταύτην, ἡ τῶν ὅλων παραγωγὴ καὶ ὑπόστασις, καὶ αὐτῆς πάντα ἐφίεται· τὰ μὲν νοερὰ καὶ λογικὰ, γνωστικῶς· τὰ δὲ ὑφειμένα τούτων, αἰσθητικῶς· καὶ τὰ ἄλλα κατὰ ζωτικὴν κίνησιν, ἢ οὐσιώδη καὶ ἑκτικὴν ἐπιτηδειότητα.
§ VI
Τοῦτο γοῦν εἰδότες οἱ θεολόγοι, καὶ ὡς ἀνώνυμον αὐτὴν ὑμνοῦσι, καὶ ἐκ παντὸς ὀνόματος. Ἀνώνυμον μὲν ὡς ὅταν φασὶ, τὴν θεαρχίαν αὐτὴν ἐν μιᾷ τῶν μυστικῶν τῆς συμβολικῆς θεοφανείας ὁράσεων ἐπιπλῆξαι τῷ φήσαντι· Τί τὸ ὄνομά σου; καὶ ὥσπερ ἀπὸ πάσης αὐτὸν θεωνυμικῆς γνώσεως ἀπάγουσαν, φάναι τό· Καὶ ἵνατι ἐρωτᾷς τὸ ὄνομά μου; καὶ τοῦτ᾿ ἔστι θαυμαστόν. Ἢ οὐχὶ τοῦτο ὄντως ἐστὶ τὸ θαυμαστὸν ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ ἀνώνυμον, τὸ παντὸς ὑπεριδρυμένον ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ αἰῶνι τούτῳ, εἴτε ἐν τῷ μέλλοντι; Πολυώνυμον δὲ, ὡς ὅταν αὖθις αὐτὴν εἰσάγωσι φάσκουσαν· Ἐγώ εἰμι ὁ ὤν· ἡ ζωὴ, τὸ φῶς, ὁ Θεὸς, ἡ ἀλήθεια, καὶ ὅταν αὐτοὶ τῶν πάντων αἴτιον οἱ θεόσοφοι πολυωνύμως ἐκ πάντων τῶν αἰτιατῶν ὑμνῶσιν, ὡς ἀγαθὸν, ὡς καλὸν, ὡς σοφὸν, ὡς ἀγαπητὸν, ὡς Θεὸν θεῶν, ὡς Κύριον κυρίων, ὡς Ἅγιον ἁγίων, ὡς αἰώνιον, ὡς ὄντα, καὶ ὡς αἰώνων αἴτιον· ὡς ζωῆς χορηγὸν, ὡς σοφίαν, ὡς νοῦν, ὡς λόγον, ὡς γνώστην, ὡς ὑπερέχοντα πάντας τοὺς θησαυροὺς ἁπάσης γνώσεως, ὡς δύναμιν, ὡς δυναστην, ὡς Βασιλέα τῶν βασιλευόντων, ὡς παλαιὸν ἡμερῶν, ὡς καὶ ἀγήρω καὶ ἀναλλοίωτον, ὡς σωτηρίαν, ὡς δικαιοσύνην, ὡς ἁγιασμὸν, ὡς ἀπολύτρωσιν, ὡς ἐν μεγέθει πάντων ὑπερέχοντα, καὶ ὡς ἐν αὔρᾳ λεπτή. Καὶ γε καὶ ἐν νοῦις δὲ αὐτὸν εἶναί φασι, καὶ ἐν ψυχαῖς καὶ ἐν σώμασι, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ, καὶ ἅμα ἐν ταὐτῷ τὸν αὐτὸν, ἐγκόσμιον, περικόσμιον, ὑπερκόσμιον, ὑπερουράνιον, ὑπερούσιον, ἥλιον, ἀστέρα, πῦρ, ὕδωρ, πνεῦμα, δρόσον, νεφέλην, αὐτόλιθον, καὶ πέτραν, πάντα τὰ ὄντα, καὶ οὐδὲν τῶν ὄντων.
§ VII
Οὕτω οὖν, τῇ πάντων αἰτίᾳ καὶ ὑπὲρ πάντα οὐσίᾳ, καὶ τὸ ἀνώνυμον ἐφαρμόσει, καὶ πάντα τὰ τῶν ὄντων ὀνόματα, ἵνα ἀκριβῶς ἢ τῶν ὅλων βασιλεία, καὶ περὶ αὐτὴν ἢ τὰ πάντα, καὶ αὐτῆς ὡς αἰτίας, ὡς ἀρχῆς, ὡς πέρατος, ἐξηρτημένα, καὶ αὐτὴ, κατὰ τὸ λόγιον, ἢ τὰ πάντα ἐν πᾶσι, καὶ ἀληθῶς ὑμνῆται πάντων ὑπόστατις, ἀρχηγικὴ, καὶ τελειωτικὴ, καὶ συνεκτικὴ, φρουρὰ καὶ ἑστία, καὶ πρὸς ἑαυτὴν ἐπιστρεπτικὴ, καὶ ταῦτα ἡνωμένως, ἀσχέτως, ἐξηρημένως· οὐ γὰρ συνοχῆς, ἢ ζωῆς, ἢ τελειώσεως αἰτία μόνον ἐστὶν, ἵνα ἀπὸ μόνης ταύτης, ἢ τῆς ἑτέρας προνοίας, ἡ ὑπερώνυμος ἀγαθότης ὀνομασθείη. τὰ δὲ ἁπλῶς καὶ ἀπεριορίστως ἐν ἑαυτῇ τὰ ὄντα προείληφε, ταῖς παντελέσι τῆς μιᾶς αὐτῆς καὶ παναιτίου προνοίας ἀγαθότησι, καὶ ἐκ τῶν ὄντων ἀπάντων ἐναρμονίως ὑμνεῖταί, καὶ ὀνομάζεται.
§ VIII
Καὶ γοῦν οὐ ταύτας μόνας οἱ θεολόγοι τῆς θεωνυμίας πρεσβεύουσι, τὰς ἀπὸ τῶν παντελῶν ἢ τῶν μερικῶν προνοιῶν, ἢ τῶν προνοουμένων, ἀλλὰ καὶ ἀπό τινων ἔσθ’ ὅτε θείων φασμάτων ἐν ταῖς ἱεραῖς ἀνακτόροις, ἢ ἀλλοθί που τοὺς μύστας, ἢ τοὺς προφήτας καταλαμψάντων, κατ’ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις ὀνομάζουσι τὴν ὑπερωνυμίαν καὶ ὑπερούσιον ἀγαθότητα, καὶ μορφὰς αὐτῇ, καὶ τύπους ἀνθρωπικούς, ἢ πυρινούς, ἢ ἠλεκτρίνους περιτιθέασι, καὶ ὀφθαλμοὺς αὐτῆς, καὶ ὦτα, καὶ πλοκάμους, καὶ πρόσωπα, καὶ χεῖρας, καὶ μετάφρενα, καὶ πτερὰ, καὶ βραχίονας, καὶ ὀπίσθια, καὶ πόδας ὑμνοῦσι· στεφάνους τε καὶ θώκους, καὶ ποτήρια, καὶ κρατῆρας αὐτῇ, καὶ ἄλλα ἅττα μυστικὰ περιπλάττουσι, περὶ ὧν ἐν τῇ Συμβολικῇ θεολογίᾳ κατὰ δύναμιν ἐροῦμεν· νῦν δὲ, ὅσα τῆς παρούσης ἐστὶ πραγματείας, ἐκ τῶν λογίων συναγαγόντες, καὶ ὥσπερ τινὶ κανόνι τοῖς εἰρημένοις χρώμενοι, καὶ πρὸς αὐτὰ σκοποῦντες, ἐπὶ τὴν ἀνάπτυξιν τῶν νοητῶν θεωνυμιῶν προΐμεν· καὶ ὅπερ ἀεὶ κατὰ πᾶσαν ἡμῖν θεολογίαν ὁ ἱεραρχικὸς θε- συὸς ὑφηγεῖται, θεοπτικῇ διανοίᾳ τὰς θεοειδεῖς ἐποπτεύσωμεν (κυρίως εἰπεῖν) θεωρίας· καὶ ὦτα ἱερὰ ταῖς τῶν ἱερῶν θεωνυμιῶν ἀναπτύξεσι παραθώμεθα, τοῖς ἁγίοις τὰ ἅγια, κατὰ τὴν θείαν παράδοσιν, ἐνιδρύοντες, καὶ τῶν ἀμυήτων αὐτὰ γελώτων καὶ ἐμπαιγμῶν ἐξαιρούμενοι, μᾶλλον δὲ αὐτοὺς ἐκείνους, εἴπερ ὅλως εἰσὶ τοιοίδε τινὲς ἄνθρωποι, τῆς ἐπὶ τούτῳ θεομαχίας ἀπολυτρούμενοι. Σοὶ μὲν οὖν ταῦτα φυλάξαι χρεὼν, ὦ καλὲ Τιμόθεε, κατὰ τὴν ἱερωτάτην ὑφήγησιν, καὶ μήτε ῥητὰ, μήτε ἔκφορα τὰ θεῖα ποιεῖν εἰς τοὺς ἀμυήτους. Ἐμοὶ δὲ δοίη ὁ θεὸς θεοπρεπῶς ὑμνῆσαι τὰς τῆς ἀκλήτου καὶ ἀκατονομάστου θεότητος ἀγαθουργικὰς πολυωνυμίας, καὶ μὴ περιέλοι λόγον ἀληθείας ἀπὸ τοῦ στόματός μου.