Λόγος δὲ ὁ Θεὸς ὑμνεῖται πρὸς τῶν ἱερῶν Λογίων, οὐ μόνον ὅτι καὶ λόγου καὶ νοῦ καὶ σοφίας ἐστὶ χορηγός, ἀλλ' ὅτι καὶ τὰς πάντων αἰτίας ἐν ἑαυτῷ μονειδῶς προείληφε, καὶ ὅτι διὰ πάντων χωρεῖ διικνούμενος, ὡς τὰ Λόγιά φησιν, ἄχρι τοῦ πάντων τέλους· καὶ πρὸ γε τούτων, ὅτι πάσης ἀπλίσττος ὁ θεῖος ὑπερήπλωται λόγος, καὶ πάντων ἐστὶν ὑπὲρ πάντα κατὰ τὸ ὑπερούσιον ἀπολελυμένος. Οὗτος ὁ λόγος ἐστὶν, ἡ ἀπλῆ καὶ ὄντως οὖσα ἀλήθεια, περὶ ἣν, ὡς καθαρὰν καὶ ἀπλανῆ τῶν ὅλων γνῶσιν, ἡ θεία πίστις ἐστὶν, ἡ μόνιμος τῶν πεπιστευμένων ἵδρυσις, ἡ τούτους ἐνιδρύουσα τῇ ἀληθείᾳ, καὶ αὐτοῖς τὴν ἀλήθειαν, ἀμεταπείστῳ ταυτότητι, τὴν ἀπλῆν τῆς ἀληθείας γνῶσιν ἐχόντων τῶν πεπεισμένων. Εἰ γὰρ ἡ γνῶσις ἑνωτικὴ τῶν ἐγνωκότων καὶ ἐγνωσμένων, ἡ δὲ ἄγνοια μεταβολῆς ἀεὶ καὶ τῆς ἐξ ἑαυτοῦ τῷ ἀγνοοῦντι διαιρέσεως αἰτία, τὸν ἐν ἀληθείᾳ πιστεύσαντα, κατὰ τὸν ἱερὸν Λόγον, οὐδεὶς ἀποκινήσει τῆς κατὰ τὴν ἀληθῆ πίστιν ἑστίας, ἐφ' ᾗ τὸ μόνιμον ἕξει τῆς ἀκινήτου καὶ ἀμεταβόλου ταυτότητος. Εὖ γὰρ οἶδεν ὁ πρὸς τὴν ἀλήθειαν ἑνωθεὶς, ὅτι εὖ ἔχει, κἂν οἱ πολλοὶ νουθετοῖεν αὐτὸν, ὡς ἐξεστηκότα· λανθάνει μὲν, ὡς εἰκὸς, αὐτοὺς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς· αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτὸν, οὐχ (ὥς φασιν ἐκεῖνοι) μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπὴ τῆς πλάνης ποικιλίᾳ χώρας διὰ τῆς ἁπλῆς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον. Οὕτω γοῦν οἱ τῆς καθ’ ἡμᾶς θεοσοφίας ἀρχηγικοὶ καθηγεμόνες ὑπὲρ ἀληθείας ἀποθνήσκουσι πᾶσαν ἡμέραν, μαρτυροῦντες, ὡς εἰκὸς, καὶ λόγῳ παντὶ καὶ ἔργῳ τῇ ἐνιαίων Χριστιανῶν ἀληθογνωσίᾳ, τὸ πασῶν αὐτὴν εἶναι καὶ ἁπλουστέραν καὶ θειοτέραν, μᾶλλον δὲ τὸ ἀληθὲς τὴν εἶναι τὴν μόνην ἀληθῆ καὶ μίαν καὶ ἁπλῆν θεογνωσίαν.