Αὕτη γοῦν ἡ θεία δικαιοσύνη καὶ σωτηρία τῶν ὅλων ὑμνεῖται, τὴν ἰδίαν ἑκάστου καὶ καθαρὰν ἀπὸ τῶν ἄλλων οὐσίαν καὶ τάξιν ἀποσώζουσα καὶ φυλάττουσα, καὶ αἰτία καθαρῶς οὖσα τῆς ἐν τοῖς ὅλοις ἰδιοπραγίας. Εἰ δέ τις τὴν σωτηρίαν ὑμνοίη, καὶ ὡς ἐκ τῶν χειρόνων τὰ ὅλα σωστικῶς ἀναρπάζουσαν πάντως που καὶ τοῦτον ἡμεῖς τὸν ὑμνητὸν τῆς παντοδαπῆς σωτηρίας ἀποδεξόμεθα, καὶ ταύτην δὲ καὶ πρίστην σωτηρίαν τῶν ὅλων ἀξιώσομεν αὐτὸν ὁρίζεσθαι, τὴν πάντα ἐφ' ἑαυτῶν ἀμετάβλητα καὶ ἀστασίαστα καὶ ἄρρεπῆ πρὸς τὰ χείρω διασώζουσαν, καὶ πάντα φρουροῦσαν, ἁμαχὰ καὶ ἀπολέμητα τοῖς ἑαυτῶν ἑκάστα λόγοις διακοσμούμενα, καὶ πᾶσαν ἀνισότητα καὶ ἀλλοτριοπραγίαν ἐκ τῶν ὅλων ἐξορίζουσαν, καὶ τὰς ἀναλογίας ἑκάστου συνιστᾶνουσαν ἀμεταπτώτους εἰς τὰ ἐναντία, καὶ ἀμεταχωρήτους. Ἐπεὶ καὶ ταύτην τὴν σωτηρίαν οὐκ ἀπὸ σκοποῦ τις ὑμνήσοι τῆς ἱερᾶς θεολογίας, ὡς πάντα τὰ ὄντα τῇ σωστικῇ τῶν ἀπάντων ἀγαθότητι, τῆς τῶν οἰκείων ἀγαθῶν ἀποπτώσεως ἀπολυτρουμένην, καθ' ὅσον ἡ ἑκάστου τῶν σωζομένων ἐπιδέχεται φύσις· διὸ καὶ ἀπολύτρωσιν αὐτὴν ὀνομάζουσιν οἱ θεολόγοι, καὶ καθ' ὅσον οὐκ ἐξ τὰ ὄντως ὄντα πρὸς τὸ μὴ εἶναι διαπεσεῖν, καὶ καθ' ὅσον εἴ καί τι πρὸς τὸ πλημμελὲς καὶ ἄτακτον ἀποσφαλείη, καὶ μείωσίν τινα πάθοι τῆς τῶν οἰκείων ἀγαθῶν τελειότητος, καὶ τοῦτο τοῦ πάθους, καὶ τῆς ἀδρανείας, καὶ τῆς στερήσεως ἀπολυτροῦται, πληροῦσα τὸ ἐνδεὲς, καὶ πατρικῶς τὴν ἀπονίαν ὑπερειδοῦσα, καὶ ἀνιστῶσα τοῦ κακοῦ· μᾶλλον δὲ ἱστῶσα ἐν τῷ καλῷ, καὶ τὸ ὑπεκρυφὲν ἀγαθὸν ἀναπληροῦσα, καὶ τάττουσα, καὶ κοσμοῦσα τὴν ἀταξίαν αὐτοῦ, καὶ ἀκοσμίαν, καὶ ὁλόκληρον ἀποτελοῦσα, καὶ πάντων ἀπολύουσα τῶν λελυθημένων. Ἀλλὰ περὶ μὲν τούτων καὶ περὶ δικαιοσύνης εἴρηται, καθ' ἣν ἡ πάντων ἰσότης μετρεῖται καὶ ὁρίζεται, καὶ πᾶσα ἀνισότης, ἢ κατὰ στέρησιν τῆς ἐν αὐτοῖς ἑκάστοις ἰσότητος, ἐξορίζεται· τὴν γὰρ ἀνισότητα εἴ τις ἐκλάβοι, τῆς ἐν τῷ ὅλῳ τῶν ὅλων πρὸς ὅλα διαφορᾶς, καὶ ταύτης ἡ δικαιοσύνη φρουρητική, μὴ συγχωροῦσα συμμιγῆ τὰ ὅλα ἐν ὅλοις γενόμενα διαταραχθῆναι, φυλάττουσα δὲ τὰ ὄντα πάντα κατ' εἶδος ἕκαστον, ἐν ᾧ ἕκαστον εἶναι πέφυκε.