On the Divine Names
Περὶ θείων ὀνομάτων
On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).
CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci
§ I
§ II
§ III
§ IV
§ V
§ VI
§ VII
§ VIII
CAPUT II. unio et distinctio.
§ I
§ II
§ III
§ IV
§ V
§ VI
§ VII
§ VIII
§ IX
§ X
§ XI
CAPUT III. Quae sit vis orationis, et de beato Hierotheo, de religione et conscriptione theologica.
§ I
§ II
§ III
CAPUT IV. De bono, luce, pulchro, amore, exstasi, zelo; et quod malum neque ens sit, neque ex entibus, neque in entibus.
Περὶ ἀγαθοῦ, φωτὸς, καλοῦ, ἔρωτος, ἐκστάσεως, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὄν, οὔτε ἐξ ὄντος, οὔτε ἐν τοῖς οὖσι.
§ I
Εἶεν δὴ οὖν, ἐπ᾽ αὐτὴν ἤδη τῷ λόγῳ τὴν ἀγαθωνυμίαν χωρῶμεν, ἣν ἐξηρημένως οἱ θεολόγοι τῇ ὑπερθέῳ θεότητι, καὶ ἀπὸ πάντων ἀφορίζουσιν αὐτήν, ὡς οἶμαι, τὴν θεαρχικὴν ὕπαρξιν, ἀγαθότητα λέγοντες· καὶ ὅτι τῷ εἶναι τὸ ἀγαθὸν, ὡς οὐσιῶδες ἀγαθὸν, εἰς πάντα τὰ ὄντα διατείνει τὴν ἀγαθότητα.
Καὶ γὰρ ὥσπερ ὁ καθ᾽ ἡμᾶς ἥλιος, οὐ λογιζόμενος ἢ προαιρούμενος, ἀλλ᾽ αὐτῷ τῷ εἶναι φωτίζει πάντα τὰ μετέχειν τοῦ φωτὸς αὐτοῦ κατὰ τὸν οἰκεῖον δυνάμενα λόγον· οὕτω δὴ καὶ τἀγαθὸν (ὑπὲρ ἥλιον, ὡς ὑπὲρ ἀμυδρὰν εἰκόνα τὸ ἐξηρημένως ἀρχέτυπον αὐτῇ τῇ ὑπάρξει) πᾶσι τοῖς οὖσιν ἀναλόγως ἐφίησι τὰς τῆς ὅλης ἀγαθότητος ἀκτῖνας. Διὰ ταύτας ὑπέστησαν αἱ νοηταὶ καὶ νοεραὶ πᾶσαι καὶ οὐσίαι, καὶ δυνάμεις καὶ ἐνέργειαι, διὰ ταύτας εἰσὶ καὶ ζωὴν ἔχουσι τὴν ἀνέκλειπτον καὶ ἀμείωτον, ἀπάσης φθορᾶς, καὶ θανάτου, καὶ ὕλης καὶ γενέσεως καθαρεύουσαι, καὶ τῆς ἀστάτου καὶ ῥευστῆς, καὶ ἄλλοτε ἄλλως φερομένης ἀλλοιώσεως ἀνηρτημέναι· καὶ ὡς ἀσώματοι καὶ ἄϋλοι νοοῦνται, καὶ ὡς νόες ὑπερκοσμίως νοοῦσι, καὶ τοὺς τῶν ὄντων οἰκείως ἐλλάμπονται λόγους, καὶ αὖθις εἰς τὰ συγγενῆ, τὰ οἰκεῖα διαπορθμεύουσι. Καὶ τὴν μονὴν ἐκ τῆς ἀγαθότητος ἔχουσι· καὶ ἵδρυσις αὐταῖς ἐκεῖθεν ἐστὶ, καὶ συνοχὴ, καὶ φρουρὰ, καὶ ἑστία τῶν ἀγαθῶν, καὶ αὐτῆς ἐφιέμεναι, καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἔχουσι, καὶ πρὸς αὐτὴν ὡς ἐφικτὸν ἀποτυπούμεναι καὶ ἀγαθοειδεῖς εἰσι καὶ ταῖς μετ' αὐτὰς κοινωνοῦσιν ὡς ὁ θεῖος θεσμὸς ὑφηγεῖται, τῶν εἰς αὐτὰς ἐκ τἀγαθοῦ διαφοιτησάντων δώρων.
§ II
Ἔκειθεν αὐταῖς αἱ ὑπερκόσμιοι τάξεις, αἱ πρὸς ἑαυτὰς ἑνώσεις, αἱ ἐν ἀλλήλαις χωρήσεις, αἱ ἀσύγχυτοι διακρίσεις, αἱ πρὸς τὰς κρείττους ἀναγωγικαὶ τῶν ὑφειμένων δυνάμεις, αἱ περὶ τὰ δεύτερα πρόνοιαι τῶν πρεσβυτέρων, αἱ τῶν οἰκείων ἑκάστης δυνάμεως φρουραὶ, καὶ περὶ ἑαυτὰς ἀμετάπτωτοι συνελίξεις, αἱ περὶ τὴν ἔφεσιν τἀγαθοῦ ταὐτότητες, καὶ ἀκρότητες, καὶ ὅσα ἄλλα εἴρηται πρὸς ἡμῶν ἐν τῷ Περὶ τῶν ἀγγελικῶν ἰδιοτήτων καὶ τάξεων· ἀλλὰ καὶ ὅσα τῆς οὐρανίας ἱεραρχίας ἐστὶν, αἱ ἀγγελοπρεπεῖς καθάρσεις, αἱ ὑπερκόσμιοι φωταγωγίαι, καὶ τὰ τελειουργὰ τῆς ὅλης ἀγγελικῆς τελειότητος, ἐκ τῆς παναιτίου καὶ πηγαίας ἐστιν ἀγαθότητος. ἐξ ἧς καὶ τὸ ἀγαθοειδὲς αὐταῖς ἐδωρήθη, καὶ τὸ ἐκφαίνειν ἐν ἑαυταῖς τὴν κρυφίαν ἀγαθότητα, καὶ εἶναι ἀγγέλους ὥσπερ ἐξαγγελικὰς τῆς θείας σιγῆς, καὶ οἷον φῶτα φανὰ τοῦ ἐν ἀδύτοις ὄντος ἑρμηνευτικὰ προβεβλημένας. Ἀλλὰ καὶ μετ' ἐκείνους τοὺς ἱεροὺς καὶ ἁγίους νόας, αἱ ψυχαὶ καὶ ὅσα ψυχῶν ἀγαθὰ, διὰ τὴν ὑπεράγαθόν ἐστιν ἀγαθότητα· τὸ νοερὸς αὐτὰς εἶναι, τὸ ἔχειν τὴν οὐσιώδη ζωὴν ἀνώλεθρον αὐτὸ τὸ εἶναι, καὶ δύνασθαι πρὸς τὰς ἀγγελικὰς ἀνατεινομένας ζωάς, δι' αὐτῶν ὡς ἀγαθῶν καθηγεμόνων, ἐπὶ τὴν πάντων ἀγαθῶν ἀγαθαρχίαν ἀνάγεσθαι, καὶ τῶν ἐκεῖθεν ἐκβλυζομένων ἐλλάμψεων ἐν μετουσίᾳ γίνεσθαι κατὰ τὴν σφῶν ἀναλογίαν, καὶ τῆς τοῦ ἀγαθοειδοῦς δωρεᾶς ὅση δύναμις μετέχειν, καὶ ὅσα ἄλλα πρὸς ἡμῶν ἐν τοῖς Περὶ ψυχῆς ἀπηρίθμηται. Ἀλλὰ καὶ περὶ αὐτῶν, εἰ χρὴ φάναι, τῶν ἀλόγων ψυχῶν, ἢ ζώων, ὅσα τὸν ἀέρα τέμνει, καὶ ὅσα ἐπὶ γῆς βαίνει, καὶ ὅσα εἰς γῆν ἐκτέταται, καὶ τὰ ἐν ὕδασι τὴν ζωὴν, ἢ ἀμφιβίως λαχόντα, καὶ ὅσα ὑπὸ γῆν ἐγκεκαλυμμένα ζῇ καὶ ἐγκεχωσμένα, καὶ ἁπλῶς ὅσα τὴν αἰσθητικὴν ἔχει ψυχὴν, ἢ ζωὴν, καὶ ταῦτα πάντα διὰ τἀγαθὸν ἐψύχωταί καὶ ἐζώωται. Καὶ φυτὰ δὲ πάντα τὴν θρεπτικὴν καὶ κινητικὴν ἔχει ζωὴν, ἐκ τἀγαθοῦ· καὶ ὅση ἄψυχος καὶ ἄζωος οὐσία, διὰ τἀγαθόν ἐστι, καὶ δι' αὐτὸ τῆς οὐσιώδους ἕξεως ἔλαχεν.
§ III
Εἰ δὲ καὶ ὑπὲρ πάντα τὰ ὄντα ἐστὶν (ὥσπερ οὖν ἐστι) τἀγαθὸν, καὶ τὸ ἀνειδέον εἰδοποιεῖ· καὶ ἐν αὐτῷ μόνῳ καὶ τὸ ἀνούσιον· οὐσίας ὑπερβολῇ· καὶ τὸ ἄζωον ὑπερέχουσα ζωὴ· καὶ τὸ ἄνουν ὑπερέχουσα σοφία, καὶ ὅσα ἐν τἀγαθῷ τῆς τῶν ἀνευδέων ἐστὶν ὑπεροχικῆς εἰδοποιΐας· καὶ εἰ θεμιτὸν φάναι, τἀγαθοῦ τοῦ ὑπὲρ πάντα τὰ ὄντα, καὶ αὐτὸ τὸ μὴ ὂν ἐφίεται, καὶ φιλονεικεῖ πως ἐν τἀγαθῷ καὶ αὐτὸ εἶναι, τῷ ὄντως ὑπερουσίῳ, κατὰ τὴν πάντων ἀφαίρεσιν.
§ IV
Ἀλλ’ ὅπερ ἡμᾶς ἐν μέσῳ παραδραμὸν διαπέφευγε, καὶ τῶν οὐρανίων ἀρχῶν καὶ ἀποπερατώσεων αἰτία τἀγαθὸν, τῆς ἀναυξοῦς καὶ ὅλως ἀναλλοιώτου ταύτης οὐσίας, καὶ τῶν ἀφθόγγων, εἰ οὕτω χρὴ φάναι, τῆς παμμεγέθους οὐρανοπορίας κινήσεων, καὶ τῶν ἀστρῴων τάξεων, καὶ εὐπρεπειῶν, καὶ φωτῶν, καὶ ἱδρύσεων, καὶ τῆς ἐνίων ἀστέρων μεταβατικῆς πολυκινησίας, καὶ τῆς τῶν δύο φωστήρων, οὓς τὰ λόγια καλεῖ μεγάλους, ἀπὸ τῶν αὐτῶν εἰς τὰ αὐτὰ περιοδικῆς ἀποκαταστάσεως, καθ’ ἃς αἱ παρ’ ἡμῖν ἡμέραι καὶ νύκτες ὁριζόμεναι, καὶ μῆνες, καὶ ἐνιαυ- τοὶ μετρούμενοι, τὰς τοῦ χρόνου καὶ τῶν ἐν χρόνῳ κυκλικὰς κινήσεις ἀφορίζουσι, καὶ ἀριθμοῦσι, καὶ τάττουσι καὶ συνέχουσι. Τί δ' ἄν τις φαίη περὶ αὐτῆς καθ' αὐτὴν τῆς ἡλιακῆς ἀκτῖνος; ἐκ τἀγαθοῦ γὰρ τὸ φῶς, καὶ εἰκὼν τῆς ἀγαθότητος· διὸ καὶ φωτωνυμικῶς ὑμνεῖται τἀγαθὸν, ὡς ἐν εἰκόνι τὸ ἀρχέτυπον ἐκφαινόμενον. Ὡς γὰρ ἡ τῆς πάντων ἐπέκεινα θεότητος ἀγαθότης ἀπὸ τῶν ἀνωτάτων καὶ πρεσβυτάτων οὐσιῶν, ἄχρι τῶν ἐσχάτων διήκει, καὶ ἔτι ὑπὲρ πάσας ἐστὶ, μήτε τῶν ἄνω φθανουσῶν αὐτῆς τὴν ὑπεροχὴν, μήτε τῶν κάτω τὴν περιοχὴν διαβαινουσῶν, ἀλλὰ καὶ φωτίζει τὰ δυνάμενα πάντα, καὶ δημιουργεῖ, καὶ ζωοῖ, καὶ συνέχει, καὶ τελεσιουργεῖ, καὶ μέτρον ἐστὶ τῶν ὄντων, καὶ αἰὼν, καὶ ἀριθμὸς, καὶ τάξις, καὶ περιοχὴ, καὶ αἰτία, καὶ τέλος· οὕτω δὴ καὶ ἡ τῆς θείας ἀγαθότητος ἐμφανὴς εἰκὼν, ὁ μέγας οὗτος, καὶ ὁλόλαμπης, καὶ ἀείφωτος ἥλιος, κατὰ πολλοστὸν ἀπήχημα τἀγαθοῦ, καὶ πάντα ὅσα μετέχειν αὐτοῦ δύναται, φωτίζει, καὶ ὑπερηπλωμένον ἔχει τὸ φῶς, εἰς πάντα ἐξαπλῶν τὸν ὁρατὸν κόσμον, ἄνω τε καὶ κάτω, τὰς τῶν οἰκείων ἀκτίνων αὐγάς· καὶ εἴ τι αὐτῶν οὐ μετέχει, τοῦτο οὐ τῆς ἀδρανείας ἢ τῆς βραχύτητός ἐστι τῆς φωτιστικῆς αὐτοῦ διαδόσεως, ἀλλὰ τῶν διὰ φωτοληψίας ἀνεπιτηδειότητα μὴ ἀναπλουμένων εἰς τὴν φωτὸς μετουσίαν. Ἀμέλει πολλὰ τῶν οὕτως ἐχόντων ἡ ἀκτὶς διαβαίνουσα, τὰ μετ' ἐκεῖνα φωτίζει, καὶ οὐδέν ἐστι τῶν ὁρατῶν οὐ μὴ ἐφικνεῖται κατὰ τὸ τῆς οἰκείας αἴγλης ὑπερβάλλον μέγεθος. Ἀλλὰ καὶ πρὸς τὴν γένεσιν τῶν αἰσθητῶν σωμάτων συμβάλλεται, καὶ πρὸς ζωὴν αὐτὰ κινεῖ καὶ τρέφει καὶ αὔξει, καὶ τελειοῖ, καὶ καθαίρει, καὶ ἀνανεοῖ· καὶ μέτρον ἐστὶ, καὶ ἀριθμὸς ὡρῶν, ἡμερῶν, καὶ παντὸς τοῦ καθ' ἡμᾶς χρόνου τὸ φῶς· αὐτὸ γάρ ἐστι τὸ φῶς, εἰ καὶ τότε ἀσχημάτιστον ἦν, ὅπερ ὁ θεῖος ἔφη Μωσῆς, καὶ αὐτὴν ἐκείνην ὥρισεν τὴν πρώτην τῶν καθ' ἡμᾶς ἡμερῶν τριάδα. Καὶ ὥσπερ πάντα πρὸς ἑαυτὴν ἡ ἀγαθότης ἐπιστρέφει, καὶ ἀρχισυναγωγός ἐστι τῶν ἐσκαδασμένων, ὡς ἑναρχικὴ, καὶ ἑνοποιὸς θεότης, καὶ πάντα αὐτῆς ὡς ἀρχῆς, ὡς συνοχῆς, ὡς τέλους ἐφίεται· καὶ τἀγαθόν ἐστιν (ὡς τὰ λόγια φησὶν) ἐξ οὗ τὰ πάντα ὑπέστη, καὶ ἔστιν, ὡς ἐξ αἰτίας παντελοῦς παρηγμένα, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, ὡς ἐν παντοκρατορικῷ πυθμένι φρουρούμενα καὶ διακρατούμενα, καὶ εἰς ὃ τὰ πάντα ἐπιστρέφεται, καθάπερ εἰς οἰκεῖον ἑκάστῳ πέρας· καὶ οὐ ἐφίεται πάντα, τὰ μὲν νοερὰ καὶ λογικὰ γνωστικῶς, τὰ δὲ αἰσθητικὰ αἰσθητικῶς· τὰ δὲ αἰσθήσεως ἄμοιρα, τῇ ἐμφύτῳ κινήσει τῆς ζωτικῆς ἐφέσεως· τὰ δὲ ἄζωα καὶ μόνον ὄντα, τῇ πρὸς μόνην τὴν οὐσιώδη μέθεξιν ἐπιτηδειότητι. Κατὰ τὸν αὐτὸν τῆς ἐμφανοῦς εἰκόνος λόγον, καὶ τὸ φῶς συνάγει καὶ ἐπιστρέφει πρὸς ἑαυτὸ πάντα τὰ ὁρῶντα, τὰ δρῶντα, τὰ κινούμενα, τὰ φωτιζόμενα, τὰ θερμαινόμενα, τὰ ὅλως ὑπὸ τῶν αὐτοῦ μαρμαρυγῶν συνεχόμενα· διὸ καὶ ἥλιος, ὅτι πάντα ἀλλοῖ ποιεῖ, καὶ συνάγει τὰ διεσκορπισμένα. Καὶ πάντα αὐτοῦ τὰ αἰσθητὰ ἐφίεται, ἢ ὡς τοῦ ὁρᾷν, ἢ ὡς τοῦ κινεῖσθαι, καὶ φωτίζεσθαι, καὶ θερμαίνεσθαι, καὶ ὅλως συνέχεσθαι πρὸς τοῦ φωτὸς ἐρεισμένα. Καὶ οὐ δήπου φημὶ κατὰ τὸν τῆς παλαιότητος λόγον, ὅτι θεὸς ὢν ὁ ἥλιος καὶ δημιουργὸς τοῦδε τοῦ παντὸς ἰδίως ἐπιτροπεύει τὸν ἐμφανῆ κόσμον, ἀλλ' ὅτι τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς παθήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.
§ V
Ἀλλὰ ταῦτα μὲν ἐν τῇ συμβολικῇ θεολογίᾳ. Νῦν δὲ τὴν νοητὴν τἀγαθοῦ φωτονωνυμίαν ἡμῖν ὑμνητέον, καὶ ῥητέον, ὅτι φῶς νοητὸν ὁ ἀγαθὸς λέγεται διὰ τὸ πάντα μὲν ὑπερουράνιον νοῦν ἐμπιπλάναι νοητοῦ φωτός· πᾶσαν δὲ ἄγνοιαν καὶ πλάνην ἐλαύνειν ἐκ πασῶν, αἷς ἂν ἐγγένηται ψυχαῖς, καὶ πάσαις αὐταῖς φωτὸς ἱεροῦ μεταδιδόναι, καὶ τοὺς νοεροὺς αὐτῶν ὀφθαλμοὺς ἀνακαθαίρειν τῆς περικειμένης αὐταῖς ἐκ τῆς ἀγνοίας ἀχλύος, καὶ ἀνακινεῖν καὶ ἀναπτύσσειν τῷ πολλῷ βάρει τοῦ σκότους συμπεμυκότας· καὶ μεταδιδόναι πρῶτα μὲν αἴγλης μετρίας· εἶτα ἐκείνων ὥσπερ ἀπογευομένων φωτὸς, καὶ μᾶλλον λευαινομένων, μᾶλλον ἑαυτὴν ἐνδιδόναι, καὶ περισσῶς ἐπιλάμπειν, ὅτι ἠγάπησαν πολὺ· καὶ ἀεὶ ἀνατείνειν αὐτὰς ἐπὶ τὰ πρόσω, κατὰ τὴν σφῶν εἰς ἀνάνευσιν ἀναλογίαν.
§ VI
Φῶς οὖν νοητὸν λέγεται τὸ ὑπὲρ πᾶν φῶς ἀγαθὸν, ὡς ἀκτὶς πηγαία καὶ ὑπερβλύζουσα φωτοχυσία, πάντα τὸν ὑπερκόσμιον καὶ περικόσμιον, καὶ ἐγκόσμιον νοῦν, ἐκ τοῦ πληρώματος αὐτῆς καταλάμπουσα, καὶ τὰς νοερὰς αὐτῶν ὅλας ἀνανεάζουσα δυνάμεις, καὶ πάντας περιέχουσα τῷ ὑπερεκτάσθαι, καὶ πάντων ὑπερέχουσα τῷ ὑπέρκεισθαι· καὶ ἁπλῶς, πᾶσαν τῆς φωτιστικῆς δυνάμεως τὴν κυρείαν, ὡς ἀρχιφώτος καὶ ὑπέρφωτος, ἐν ἑαυτῇ συλλαβοῦσα, καὶ ὑπερέχουσα, καὶ προέχουσα, καὶ τὰ νοερὰ καὶ τὰ λογικὰ πάντα συνάγουσα, καὶ ἀλλὴ ποιoῦσα. Καὶ γὰρ ὥσπερ ἡ ἄγνοια διαιρετικὴ τῶν πεπλανημένων ἐστὶν, οὕτως ἡ τοῦ νοητοῦ φωτὸς παρουσία, συναγωγὸς καὶ ἑνωτικὴ τῶν φωτιζομένων ἐστὶ, καὶ τελειωτική, καὶ ἐπιστρεπτικὴ πρὸς τὸ ὄντως ὂν, ἀπὸ τῶν πολλῶν δοξασμάτων ἐπιστρέφουσα, καὶ τὰς ποικίλας ὄψεις, ἢ κυριώτερον εἰπεῖν, φαντασίας, εἰς μίαν ἀληθῆ καὶ καθαρὰν, καὶ μοναειδῆ συνάγουσα γνῶσιν, καὶ ἑνὸς καὶ ἑνωτικοῦ φωτὸς ἐμπιπλῶσα.
§ VII
Τοῦτο τἀγαθὸν ὑμνεῖται πρὸς τῶν ἱερῶν θεολόγων καὶ ὡς καλὸν, καὶ ὡς κάλλος, καὶ ὡς ἀγάπη καὶ ὡς ἀγαπητὸν, καὶ ὅσαι ἄλλαι εὐπρεπεῖς εἰσι τῆς καλλοποιοῦ καὶ κεχαριτωμένης ὡραιότητος θεωνυμίαι. Τὸ δὲ καλὸν καὶ κάλλος διαιρετέον ἐπὶ τῆς ἐν ἑνὶ τὰ ὅλα συνελιτηρυίας αἰτίας· ταῦτα γὰρ ἐπὶ μὲν τῶν ὄντων ἀπάντων εἰς μετοχὰς καὶ μετέχοντα διαιροῦντες, καλὸν μὲν εἶναι λέγομεν τὸ κάλλους μετέχον, κάλλος δὲ τὴν μετοχὴν τῆς καλλοποιοῦ τῶν ὅλων καλῶν αἰτίας. Τὸ δὲ ὑπερούσιον καλὸν κάλλος μὲν λέγεται, διὰ τὴν ἀπ' αὐτοῦ πᾶσι τοῖς οὖσι μεταδιδομένην οἰκείως ἑκάστῳ καλλονὴν, καὶ ὡς τῆς πάντων εὐαρμοστίας καὶ ἀγλαΐας αἴτιον, δίκην φωτὸς ἐναστράπτον ἅπασι τὰς καλλοποιοὺς τῆς πηγαίας ἀκτῖνος αὐτοῦ μεταδόσεις, καὶ ὡς πάντα πρὸς ἑαυτὸ καλῶν (ὅθεν καὶ κάλλος λέγεται) καὶ ὡς ὅλα ἐν ὅλοις εἰς ταὐτὸ συνάγων. Καλὸν δὲ ὡς πάγκαλον ἅμα καὶ ὑπέρκαλον, καὶ ἀεὶ ὂν, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καλὸν, καὶ οὔτε γιγνόμενον, οὔτε ἀπολλύμενον, οὔτε αὐξανόμενον, οὔτε φθῖνον, οὐδὲ τῇ μὲν καλὸν, τῇ δὲ αἰσχρὸν, οὐδὲ τοτὲ μὲν, τοτὲ δὲ οὔ, οὐδὲ πρὸς μὲν τὸ, πρὸς δὲ τὸ, αἰσχρὸν· οὔτε ἔνθα μὲν, ἔνθα δὲ οὔ, ὡς τισι μὲν ὂν καλὸν, τισὶ δὲ οὐ καλόν· ἀλλ' ὡς αὐτὸ καθ' ἑαυτὸ μεθ' ἑαυτοῦ μονοειδὲς ἀεὶ ὂν καλὸν, καὶ ὡς παντὸς καλοῦ τὴν πηγαίαν καλλονὴν ὑπεροχικῶς ἐν ἑαυτῷ προέχον. Τῇ γὰρ ἀπλῇ καὶ ὑπερφυεῖ τῶν ὅλων καλῶν φύσει πᾶσα καλλονὴ καὶ πᾶν καλὸν, ἑνοειδῶς κατ' αἰτίαν προϋφέστηκεν. Ἐκ τοῦ καλοῦ τούτου πᾶσι τοῖς οὖσι τὸ εἶναι, κατὰ τὸν οἰκεῖον λόγον ἕκαστα καλὰ, καὶ διὰ τὸ καλὸν αἱ πάντων ἐφαρμογαὶ, καὶ φιλίαι, καὶ κοινωνίαι· καὶ τῷ καλῷ τὰ πάντα ἥνωται· καὶ ἀρχὴ πάντων τὸ καλὸν, ὡς ποιητικὸν αἴτιον, καὶ κινοῦν τὰ ὅλα, καὶ συνέχον τῷ τῆς οἰκείας καλλονῆς ἔρωτι· καὶ πέρας πάντων, καὶ ἀγαπητὸν, ὡς τελικὸν αἴτιον (τοῦ καλοῦ γὰρ ἕνεκα πάντα γίνεται)· καὶ παραδειγματικὸν, ὅτι κατ' αὐτὸ πάντα ἀφορίζεται· διὸ καὶ ταὐτόν ἐστι τἀγαθῷ τὸ καλὸν, ὅτι τοῦ καλοῦ καὶ ἀγαθοῦ κατὰ πᾶσαν αἰτίαν πάντα ἐφίεται· καὶ οὐκ ἔστι τι τῶν ὄντων, ὃ μὴ μετέχει τοῦ καλοῦ καὶ ἀγαθοῦ. Τολμήσει δὲ καὶ τοῦτο εἰπεῖν ὁ λόγος, ὅτι καὶ τὸ μὴ ὂν μετέχει τοῦ καλοῦ καὶ ἀγαθοῦ, τότε γὰρ καὶ αὐτὸ καλὸν καὶ ἀγαθὸν, ὅταν ἐν θεῷ κατὰ τὴν πάντων ἀφαίρεσιν ὑπερουσίως ὑμνηται. Τοῦτο τὸ ἓν ἀγαθὸν καὶ καλὸν ἑνικῶς ἐστι πάντων τῶν πολλῶν καλῶν καὶ ἀγαθῶν αἴτιον. Ἐκ τούτου πᾶσαι τῶν ὄντων αἱ οὐσιώδεις ὑπάρξεις, αἱ ἑνώσεις, αἱ διακρίσεις, αἱ ταυτότητες, αἱ ἑτερότητες, αἱ ὁμοιότητες, αἱ ἀνομοιότητες, αἱ κοινωνίαι τῶν ἐναντίων, αἱ ἀσυμμιξίαι τῶν ἡνωμένων, αἱ πρὸς νοιαι τῶν ὑπερτέρων, αἱ ἀλληλουχίαι τῶν ὁμοστοίχων, αἱ ἐπιστροφαὶ τῶν καταδεεστέρων, αἱ πάντων ἑαυτῶν φρουρητικαὶ καὶ ἀμετακίνητοι μοναὶ καὶ ἱδρύσεις. Καὶ αὖθις αἱ πάντων ἐν πᾶσιν οἰκείως ἑκάστῳ κοινωνίαι, καὶ ἐφαρμογαὶ, καὶ ἀσύγχυτοι φιλίαι, καὶ ἁρμονίαι τοῦ παντός, αἱ ἐν τῷ παντὶ συγκράσεις, καὶ αἱ ἀδιάλυτοι συνοχαὶ τῶν ὄντων, αἱ ἀνέκλειπτοι διαδοχαὶ τῶν γινομένων, αἱ στάσεις πᾶσαι, καὶ αἱ κινήσεις αἱ τῶν νοῶν, αἱ τῶν ψυχῶν, αἱ τῶν σωμάτων· στάσις γάρ ἐστι πᾶσι καὶ κίνησις, τὸ ὑπὲρ πᾶσαν στάσιν καὶ πᾶσαν κίνησιν ἐνιδρῦον ἕκαστον ἐν τῷ ἑαυτοῦ λόγῳ, καὶ κινοῦν ἐπὶ τὴν οἰκείαν κίνησιν.
§ VIII
Καὶ κινεῖσθαι μὲν αἱ θεῖοι λέγονται νόες, κυκλικῶς μὲν ἐνούμενοι ταῖς ἀνάρχοις καὶ ἀτελευτήτοις ἐλλάμψεσι τοῦ καλοῦ καὶ ἀγαθοῦ· κατ’ εὐθεῖαν δὲ, ὁπόταν προΐωσιν εἰς τὴν τῶν ὑφειμένων πρόνοιαν, εὐθέϊα τὰ πάντα περαίνοντες· ἑλικοειδῶς δὲ, ὅτι καὶ προνοοῦντες τῶν καταδεεστέρων, ἀνεκφοίτητως μένουσιν ἐν ταὐτότητι, περὶ τὸ τῆς ταὐτότητος αἴτιον καλὸν καὶ ἀγαθὸν, ἀκαταλήκτως περιχορεύοντες.
§ IX
Ψυχῆς δὲ κίνησις ἐστὶ, κυκλικὴ μὲν ἡ εἰς ἑαυτὴν εἴσοδος ἀπὸ τῶν ἔξω, καὶ τῶν νοερῶν αὐτῆς δυνάμεων ἡ ἑνοειδὴς συνέλιξις, ὥσπερ ἔν τινι κύκλῳ τὸ ἀπλανὲς αὐτῇ δωρουμένη, καὶ ἀπὸ τῶν πολλῶν τῶν ἔξωθεν αὐτὴν ἐπιστρέφουσα καὶ συνάγουσα, πρῶτον εἰς ἑαυτὴν, εἶτα ὡς ἑνοειδῆ γενομένην, ἑνοῦσα ταῖς ἑνιαίως ἡνωμέναις δυνάμεσι, καὶ οὕτως ἐπὶ τὸ καλὸν καὶ ἀγαθὸν χειραγωγοῦσα, τὸ ὑπὲρ πάντα τὰ ὄντα, καὶ ἓν καὶ ταὐτὸν, καὶ ἄναρχον καὶ ἀτελεύτητον. Ἑλικοειδῶς δὲ ἡ ψυχὴ κινεῖται καθ' ὅσον οἰκείως ἑαυτῇ τὰς θείας ἐλλάμπεται γνώσεις, οὐ νοερῶς καὶ ἑνιαίως, ἀλλὰ λογικῶς καὶ διεξοδικῶς, καὶ οἷον συμμίκτοις καὶ μεταβατικαῖς ἐνεργείαις. Τὴν κατ' εὐθεῖαν δὲ, ὅταν οὐχ εἰς ἑαυτὴν εἰσιοῦσα καὶ ἐνικῇ νοερότητι κινουμένη, (τοῦτο γὰρ, ὡς ἔφην, ἐστι τὸ κατὰ κύκλον·) ἀλλὰ πρὸς τὰ περὶ ἑαυτὴν προϊοῦσα, καὶ ἀπὸ τῶν ἔξωθεν, ὥσπερ ἀπό τινων συμβόλων πεποικιλμένων καὶ πεπληθυμένων, ἐπὶ τὰς ἁπλᾶς καὶ ἡνωμένας ἀνάγεται θεωρίας.
§ X
Τούτων οὖν, καὶ τῶν αἰσθητῶν ἐν τῷδε τῷ παντὶ τριῶν κινήσεων, καὶ πολλῷ πρότερον τῶν ἑκάστου μονῶν καὶ στάσεων, καὶ ἱδρύσεων αἴτιόν ἐστι, καὶ συνοχικὸν, καὶ πέρας τὸ καλὸν καὶ ἀγαθὸν, τὸ ὑπὲρ πᾶσαν στάσιν καὶ κίνησιν· διὸ πᾶσα στάσις καὶ κίνησις, καὶ ἐξ οὗ, καὶ ἐν ᾧ, καὶ εἰς ὃ, καὶ οὗ ἕνεκα. Καὶ γὰρ ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ οὐσία, καὶ ζωὴ πᾶσα, καὶ νοῦ καὶ ψυχῆς, καὶ πάσης φύσεως αἱ σμικρότητες, αἱ ἰσότητες, αἱ μεγαλειότητες, τὰ μέτρα πάντα, καὶ αἱ τῶν ὄντων ἀναλογίαι, καὶ ἁρμονίαι, καὶ κράσεις, αἱ ὁλότητες, τὰ μέρη, πᾶν ἕν, καὶ πλῆθος, αἱ συνδέσεις τῶν μερῶν, αἱ παντὸς πλήθους ἑνώσεις, αἱ τελειότητες τῶν ὁλοτήτων, τὸ ποιὸν, τὸ ποσὸν, τὸ πηλίκον, τὸ ἄπειρον, αἱ συγκρίσεις, αἱ διακρίσεις, πᾶσα ἀπειρία, πᾶν πέρας· οἱ ὅροι πάντες, αἱ τάξεις, αἱ ὑπεροχαί, τὰ στοιχεῖα, τὰ εἴδη, πᾶσα οὐσία, πᾶσα δύναμις, πᾶσα ἐνέργεια, πᾶσα ἕξις, πᾶσα αἴσθησις, πᾶς λόγος, πᾶσα νόησις, πᾶσα ἐπαφή, πᾶσα ἐπιστήμη, πᾶσα ἕνωσις· καὶ ἁπλῶς, πᾶν ὃν ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ, καὶ ἐν τῷ καλῷ καὶ ἀγαθῷ ἐστι, καὶ εἰς τὸ καλὸν καὶ ἀγαθὸν ἐπιστρέφεται·
καὶ πάντα ὅσα ἐστὶ καὶ γίγνεται, διὰ τὸ καλὸν καὶ ἀγαθὸν ἐστι καὶ γίγνεται, καὶ πρὸς αὐτὸ πάντα ὁρᾷ, καὶ ὑπ' αὐτοῦ κινεῖται καὶ συνέχεται, καὶ αὐτοῦ ἕνεκα, καὶ δι' αὐτὸ, καὶ ἐν αὐτῷ πᾶσα ἀρχὴ παραδειγματικὴ, τελικὴ, ποιητικὴ, εἰδικὴ, στοιχειώδης, καὶ ἁπλῶς πᾶσα ἀρχὴ, πᾶσα συνοχὴ, πᾶν πέρας· ἢ ἵνα συλλαβὼν εἴπω, πάντα τὰ ὄντα ἐκ τοῦ καλοῦ καὶ ἀγαθοῦ· καὶ πάντα τὰ οὐκ ὄντα, ὑπερουσίως ἐν τῷ καλῷ καὶ ἀγαθῷ· καὶ ἔστι πάντων ἀρχὴ, καὶ πέρας ὑπεράρχιον, καὶ ὑπερτελές. Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ ἐν αὐτῷ, καὶ εἰς αὐτὸν τὰ πάντα, ὡς φησιν ὁ ἱερὸς λόγος·
Πάλιν οὖν ἔστι τὸ καλὸν καὶ ἀγαθὸν, ἐφετὸν, καὶ ἐραστὸν, καὶ ἀγαπητὸν· καὶ δι' αὐτὸ, καὶ αὐτοῦ ἕνεκα, καὶ τὰ ἥττω τῶν κρειττόνων ἐπιστρεπτικῶς ἐρῶσι, καὶ κοινωνικῶς τὰ ὁμόστοιχα τῶν ὁμοταγῶν, καὶ τὰ κρείττω τῶν ἡττόνων προνοητικῶς, καὶ αὐτὰ ἑαυτῶν ἕκαστα συνεκτικῶς, καὶ πάντα τοῦ καλοῦ καὶ ἀγαθοῦ ἐφιεμένα, ποιεῖ καὶ βούλεται πάντα ὅσα ποιεῖ καὶ βούλεται. Παρρησιάσεται δὲ καὶ τοῦτο εἰπεῖν ὁ ἀληθὴς λόγος, ὅτι καὶ αὐτὸς ὁ πάντων αἴτιος δι' ἀγαθότητος ὑπερβολὴν πάντων ἐρᾷ, πάντα ποιεῖ, πάντα τελειοῖ, πάντα συνέχει, πάντα ἐπιστρέφει, καὶ ἔστι καὶ ὁ θεῖος ἔρως ἀγαθὸς ἀγαθοῦ διὰ τὸ ἀγαθόν. Αὐτὸς γὰρ ὁ ἀγαθοεργὸς τῶν ὄντων ἔρως, ἐν τἀγαθῷ καθ' ὑπερβολὴν προϋπάρχων, οὐκ εἴασεν αὐτὸν ἄγονον ἐν ἑαυτῷ μένειν, ἐκίνησε δὲ αὐτὸν εἰς τὸ πρακτικεύεσθαι κατὰ τὴν ἁπάντων γεννητικὴν ὑπερβολήν.
§ XI
Καὶ μή τις ἡμᾶς οἰέσθω παρὰ τὰ λόγια τὴν τοῦ ἔρωτος ἐπωνυμίαν πρεσβεύειν. Ἔστι μὲν γὰρ ἄλογον, ὡς οἶμαι, καὶ σκαιὸν, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι· καὶ τοῦτο οὐκ ἔστι τῶν τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, ἀλλὰ τῶν ἤχους ψιλοὺς εἰσδεχομένων, καὶ τούτους ἄχρι τῶν ὤτων ἀδιαβάτους, ἔξωθεν συνεχόντων, καὶ οὐκ ἐθελόντων εἰδέναι, τί μὲν ἡ τοιάδε λέξις σημαίνει, πῶς δὲ αὐτὴν χρὴ καὶ δι’ ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφῆσαι, προστασόντων δὲ στοιχείοις, καὶ γραμμαῖς ἀνοήτοις, καὶ συλλαβαῖς, καὶ λέξεσιν ἀγνώστοις, μὴ διαβαινούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερὸν, ἀλλ’ ἔξω περὶ τὰ χείλη καὶ τὰς ἀκοὰς αὐτῶν διαδομβουμέναις, ὥσπερ οὐχ ἕξον τὸν τέσσαρα ἀριθμὸν διὰ τοῦ δὶς δύο σημαίνειν, ἢ τὰ εὐθύγραμμα διὰ τῶν ὀρθογράμμων, ἢ τὴν μητρίδα διὰ τῆς πατρίδος, ἢ ἕτερόν τι τῶν πολλαχῇ τοῦ λόγου μέρεσι ταὐτὸ σημαινόντων·
δέον εἰδέναι κατὰ τὸν ὀρθὸν λόγον, ὅτι στοιχείοις καὶ συλλαβαῖς, καὶ λέξεσι, καὶ γραφαῖς, καὶ λόγοις χρώμεθα διὰ τὰς αἰσθήσεις, ὡς ὅταν ἡμῶν ἡ ψυχὴ ταῖς νοεραῖς ἐνεργείαις ἐπὶ τὰ νοητὰ κινεῖται, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις· ὥσπερ καὶ αἱ νοεραὶ δυνάμεις, ὅταν ἡ ψυχὴ θεοειδὴς γινομένη, δι’ ἑνώσεώς ἀγνώστου ταῖς τοῦ ἀπροσίτου φωτὸς ἀκτῖσιν ἐπιβάλλῃ, ταῖς ἀνομμάτοις ἐπιβολαῖς. Ὅταν δὴ ὁ νοῦς διὰ τῶν αἰσθητῶν ἀνακινεῖσθαι σπεύδῃ πρὸς θεωρη- τως νοήσεις, τιμιώτεραι πάντως εἰσὶν αἱ ἐπιδηλότεραι τῶν αἰσθήσεων διαπορθμεύσεις, οἱ σαφέστεροι λόγοι, τὰ τρανέστερα τῶν ὁρατῶν, ὡς ὅταν ἀτράνωτα ἢ τὰ παρακείμενα ταῖς αἰσθήσεσιν, οὐδὲ αὐταὶ τῷ νῷ παραστῆσαι τὰ αἰσθητὰ καλῶς δυνήσονται. Πάλιν ἵνα μὴ ταῦτα εἰπεῖν δοκῶμεν, ὡς τὰ θεῖα λόγια παρακινοῦντες, ἀκουέτωσαν αὐτῶν οἱ τὴν ἔρωτος ἐπωνυμίαν διαβάλλοντες. Ἐράσθητι αὐτῆς, φησὶ, καὶ τηρήσει σε· περιχαράκωσον αὐτὴν, καὶ ὑψώσει σε· τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ· καὶ ὅσα ἄλλα κατὰ τῆς ἱερωτικῆς θεολογίας ὑμνεῖται.