On the Divine Names

Dionysius the Areopagite

On the Divine Names

Dionysius the Areopagite

Περὶ θείων ὀνομάτων

On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).


CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

CAPUT II. unio et distinctio.

Περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας, καὶ τίς ἡ θεία ἕνωσις καὶ διάκρισις.

§ I

Τὴν θεαρχικὴν ὅλην ὕπαρξιν ὅ τι ποτέ ἐστιν ἡ αὐτοαγαθότης ἀφορίζουσα καὶ ἐκφαίνουσα πρὸς τῶν λογίων ὑμνηται. Καὶ τί γὰρ ἄλλο μαθεῖν ἔστιν ἐκ τῆς ἱερᾶς θεολογίας, ὁπόταν φησὶ τὴν θεαρχίαν αὐτὴν ὑφηγουμένην εἰπεῖν· Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; οὐδεὶς ἀγαθὸς, εἰ μὴ μόνος ὁ Θεός.

Τοῦτο μὲν οὖν, καὶ ἐν ἄλλοις ἐξετασθὲν, ἡμῖν ἀποδέδεικται, τὸ πάσας ἀεὶ τὰς θεοπρεπεῖς θεωνυμίας οὐ μερικῶς, ἀλλ' ἐπὶ τῆς ὅλης καὶ παντελοῦς, καὶ ὁλοκλήρου καὶ πλήρους θεότητος ὑπὸ τῶν λογίων ὑμνεῖσθαι, καὶ πάσας αὐτὰς, ἀμερῶς, ἀπολύτως, ἀπαρατηρήτως, ὁλικῶς, ἅπάσῃ τῇ ὁλότῃτι τῆς ὁλοτελοῦς, καὶ πάσης θεότητος ἀνατίθεσθαι. Καὶ γοῦν, ὡς ἐν ταῖς θεολογικαῖς ὑποτυπώσεσιν ὑπεμνήσαμεν, εἰ μὴ περὶ τῆς ὅλης θεότητος φαίη τῆς τοῦτο εἰρῆσθαι, βλασφημεῖ, καὶ ἀποσχίζειν ἀθέσμως τολμᾷ τὴν ὑπερηνωμένην ἑνάδα. Ῥητέον οὖν, ὡς ἐπὶ πάσης θεότητος αὐτὸ ἐκληπτέον· καὶ γὰρ αὐτός τε ὁ ἀγαθοφυὴς ἔφη Λόγος, Ἐγὼ ἀγαθός εἰμι· καί τις τῶν θεολήπτων προφητῶν ὑμνεῖ τὸ Πνεῦμα τὸ ἀγαθόν. Καὶ αὖθις τό· Ἐγώ εἰμι ὁ ὤν, εἰ μὴ καθ' ὅλης φήσουσι τῆς θεότητος ὑμνεῖσθαι, καθ' ἓν δὲ μέρος αὐτὴ περιγράφαι βιάσαιντο, πῶς ἀκούσονται τοῦ· Τάδε λέγει ὁ ὢν, ὃς ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ· καί· Σὺ δὲ ὁ αὐτός εἶ· καὶ τό· Πνεῦμα τῆς ἀληθείας τὸ ὃν, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται; Καὶ εἰ μὴ ὅλην εἶναι φασι τὴν θεαρχικὴν ζωὴν, πῶς ἀληθὴς ὁ φήσας ἱερὸς λόγος· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκρούς, καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καί· Ὅτι τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν; Ὅτι δὲ καὶ τὴν κυρείαν ἔχει τῶν ὅλων ἡ ὅλη θεότης, περὶ μὲν τῆς θεογόνου θεότητος, ἢ τῆς υἱικῆς οὐδὲ εἰπεῖν ἔστιν, ὡς οἶμαι, ποσαχῇ τῆς θεολογίας ἐπὶ Πατρὸς καὶ Υἱοῦ διαθρολλεῖται τὸ Κύριος· ἀλλὰ καὶ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ τὸ καλὸν δὲ καὶ τὸ σοφὸν ἐπὶ τῆς ὅλης θεότητος ὑμνεῖται, καὶ τὸ φῶς, καὶ τὸ θεσποτικὸν, καὶ τὸ αἴτιον, καὶ πάντα ὅσα τῆς ὅλης θεαρχίας ἐστὶν, εἰς πᾶσαν ἀνάγει τὰ λόγια τὴν θεαρχικὴν ὑμνωδίαν· περιληπτικῶς μὲν, ὡς ὅταν λέγῃ· Τὰ πάντα ἐκ τοῦ Θεοῦ· διεξοδικῶς δὲ, ὡς ὅταν φαίνῃ· Τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισταί, καὶ· Τὰ πάντα ἐν αὐτῷ συνέστηκε· καὶ· Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται. Καὶ ἵνα συλλήβδην φαίη τις, αὐτὸς ὁ θεαρχικὸς ἔφη Λόγος· Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν, καὶ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ, Πάντα τὰ ἐμὰ, σὰ ἐστι, καὶ τὰ σὰ, ἐμά. Καὶ αὖθις, ὅσα ἐστι τοῦ Πατρὸς καὶ αὐτοῦ, τῷ θεαρχικῷ Πνεύματι κοινωνικῶς καὶ ἡνωμένως ἀνατίθησι, τὰς θεουργίας, τὸ σέβας, τὴν πηγαίαν καὶ ἀνέκλειπτον αἰτίαν, καὶ διανομὴν τῶν ἀγαθοπρεπῶν δώρων. Καὶ οὐδένα τῶν ἐν τοῖς θείοις λογίοις ἀδιαστρόφοις ἐννοίαις ἐντεθραμμένων, οἶμαι πρὸς τοῦτο ἀντερεῖν, ὅτι τὰ θεοπρεπῆ πάντα τῇ ὅλῃ θεαρχίᾳ πρόσεστι κατὰ τὸν θεοτελῆ λόγον. Τούτων οὖν ἡμῖν βραχέως μὲν ἐν τούτοις καὶ μερικῶς, ἐν ἄλλοις δὲ ἱκανῶς ἐκ τῶν λογίων ἀποδεδειγμένων τε καὶ διωρισμένων, ὁποίαν ἀναπτύξαι θεωνυμίαν ὀλιχὴν ἐγχειρήσομεν, ἐπὶ τῆς ὅλης αὐτὴν θεότητος ἐκληπτέον.

§ II

Εἰ δέ τις φαίη, σύγχυσιν ἡμᾶς ἐν τούτῳ κατὰ τῆς θεοπρεποῦς διαιρέσεως εἰσάγειν, τὸν τοιόνδε λόγον ἡμεῖς οὖτε αὐτὸν οἴομεθα πείθειν ἱκανὸν, ὡς ἐστιν ἀληθής. Εἰ μὲν γάρ ἐστί τις ὅλως ὁ τοῖς λογίοις ἀντανιστάμενος, πόρρω που πάντως ἔσται καὶ τῆς καθ' ἡμᾶς φιλοσοφίας καὶ εἰ μὴ τῆς ἐκ τῶν λογίων αὐτῷ θεοσοφίας μέλει, πῶς ἂν ἡμῖν μελήσει τῆς ἐπὶ τὴν θεολογικὴν ἐπιστήμην αὐτοῦ χειραγωγίας; Εἰ δὲ εἰς τὴν τῶν λογίων τὸ ἀληθείᾳ ἀποσκοπεῖ, τούτῳ καὶ ἡμεῖς κανόνι καὶ φωτὶ χρώμενοι πρὸς τὴν ἀπολογίαν, ὡς οἷοί τε ἐσμεν, ἀκλινῶς βαδιοῦμεν, φάσκοντες, ὡς ἡ θεολογία τὰ μὲν ἡνωμένως παραδίδωσι, τὰ δὲ διακεκριμένως· καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν θεμιτὸν, οὔτε τὰ διακεκριμένα συγχεῖν· ἀλλ' ἑπομένους αὐτῇ κατὰ δύναμιν, ἐπὶ τὰς θείας μαρμαρυγὰς ἀνανεύειν· καὶ γὰρ ἐκεῖθεν τὰς θείας ἐκφαντορίας παραλαβόντες, ὥσπερ τινὰ κανόνα κάλλιστον ἀληθείας, τὰ ἐκεῖ κείμενα φρουρεῖν ἐν ἑαυτοῖς ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρεπτα σπεύδομεν, ἐν τῇ φρουρᾷ τῶν λογίων φρουρούμενοι καὶ πρὸς αὐτῶν εἰς τὸ φρουροῦντας αὐτὰ φρουρεῖσθαι δυναμούμενοι.

§ III

Τὰ μὲν οὖν ἡνωμένα τῆς ὅλης θεότητός ἐστιν, ὡς ἐν ταῖς θεολογικαῖς ὑποτυπώσεσι διὰ πλειόνων ἐκ τῶν λογίων ἀπεδείξαμεν, τὸ ὑπεράγαθον, τὸ ὑπέρθεον, τὸ ὑπερούσιον, τὸ ὑπέρζωον, τὸ ὑπέρσοφον, καὶ ὅσα τῆς ὑπεροχικῆς ἐστιν ἀφαιρέσεως· μεθ' ὧν καὶ τὰ αἰτιολογικὰ πάντα, τὸ ἀγαθὸν, τὸ καλὸν, τὸ ὂν, τὸ ζωογόνον, τὸ σοφὸν, καὶ ὅσα ἐκ τῶν ἀγαθοπρεπῶν αὐτῆς δωρεῶν, ἡ πάντων ἀγαθῶν αἰτία κατονομάζεται· τὰ δὲ διακεκριμένα, τὸ Πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα, καὶ Υἱοῦ, καὶ Πνεύματος, οὐδεμιᾶς ἐν τούτοις ἀντιστρoφῆς, ἢ ὅλως κοινότητος ἐπεισαγομένης. Ἔστι δὲ αὖθις πρὸς τούτῳ διακεκριμένον ἡ καθ' ἡμᾶς Ἰησοῦ παντελὴς καὶ ἀναλλοίωτος ὕπαρξις, καὶ ὅσα τῆς κατ' αὐτὴν ἐστι φιλανθρωπίας οὐσιώδη μυστήρια.

§ IV

Χρὴ δὲ, ὡς οἶμαι, μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεώς τε καὶ διακρίσεως ἐκθέσθαι τρόπον, ὅπως ἂν ἡμῖν εὐσύνοπτος ὁ πᾶς ἐγγένηται λόγος, τὸ μὲν ποικίλον ἅπαν καὶ ἀσαφὲς ἀπαναινούμενος, εὐδιακρίτως δὲ καὶ σαφῶς καὶ εὐτάκτως τὰ οἰκεῖα κατὰ δύναμιν ὁροθετῶν. Καλοῦσι γὰρ, ὥπερ καὶ ἐν ἑτέροις ἔφην, οἱ τῆς καθ' ἡμᾶς θεολογικῆς παραδόσεως ἱερομύσται τὰς μὲν ἑνώσεις τὰς θείας, τὰς τῆς ὑπερρρήτου καὶ ὑπεραγνώστου μονιμότητος, κρυφίας καὶ ἀνεκφοιτήτους ὑπεριδρύσεις· τὰς διακρίσεις δὲ, τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους τε καὶ ἐκφάνσεις· καὶ φασι, τοῖς ἱεροῖς λογίοις ἐπόμενοι, καὶ τῆς εἰρημένης ἐνώσεως ἴδια· καὶ αὖθις, τῆς διακρίσεως εἶναί τινας ἰδικὰς καὶ ἐνώσεις καὶ διακρίσεις· οἷον ἐπὶ τῆς ἐνώσεως τῆς θείας ἤτοι τῆς ὑπερουσιότητος, ἡνωμένων μὲν ἐστι τῇ ἐναρχικῇ Τριάδι, καὶ κοινὸν ἡ ὑπερούσιος ὕπαρξις, ἡ ὑπέρθεος θεότης, ἡ ὑπεράγαθος ἀγαθότης· ἀπάντων ἐπέκεινα τῆς ἐπέκεινα πάντων ὅλης ἰδιότητος ταὐτότης· ἡ ὑπὲρ ἐναρχίαν ἑνότης, τὸ ἄφθεγκτον, τὸ πολύφωνον, ἡ ἀγνωσία, τὸ παννόητον, ἡ πάντων θέσις, ἡ πάντων ἀφαίρεσις, τὸ ὑπὲρ πᾶσαν καὶ θέσιν καὶ ἀφαίρεσιν, ἡ ἐν ἀλλήλαις, εἰ οὕτω χρὴ φάναι, τῶν ἐναρχικῶν ὑποστάσεων μονὴ, καὶ ἵδρυσις, ὁλικῶς ὑπερηνωμένη, καὶ οὐδενὶ μέρει συγκεχυμένη, καθάπερ φῶτα λαμπτήρων (ἵνα αἰσθητοῖς καὶ οἰκείοις χρήσωμαι παραδείγμασιν), ὄντα ἐν οἴκῳ ἑνὶ, καὶ ὅλα ἐν ἀλλήλοις ὅλοις ἐστὶν, ἀκραιφνῆ καὶ ἀκριβῆ τὴν ἀπ᾽ ἀλλήλων ἰδικῶς ὑφισταμένην ἔχει διάκρισιν, ἡνωμένα τῇ διακρίσει, καὶ τῇ ἐνώσει διακεκρμένα. Καὶ γοῦν ὁρῶμεν, ἐν οἴκῳ πολλῶν ἐνόντων λαμπτήρων, πρὸς ἓν τι φῶς ἑνούμενα τὰ πάντων φῶτα, καὶ μίαν αἴγλην ἀδιάκριτον ἀναλάμποντα, καὶ οὐκ ἄν τις, ὡς οἶμαι, δύναιτο τοῦδε τοῦ λαμπτῆρος τὸ φῶς ἀπὸ τῶν ἄλλων ἐκ τοῦ πάντα τὰ φῶτα περιέχοντος ἀέρος διακρῖναι καὶ ἰδεῖν ἄνευ θατέρου θάτερον, ὅλων ἐν ὅλοις ἀμιγῶς συγκεκραμένων. Ἀλλὰ καὶ εἰ τὸν ἕνα τις τῶν πυρσῶν ὑπεξαγάγοι τοῦ δωματίου, συνεξελεύσεται καὶ τὸ οἰκεῖον ἅπαν φῶς οὐδέν τι τῶν ἑτέρων φώτων ἐν ἑαυτῷ συνεπισπώμενον, ἢ τοῦ ἑαυτοῦ τοῖς ἑτέροις καταλείπον. Ἦν γὰρ αὐτῶν, ὅπερ ἔφην, ἡ ὅλων πρὸς ὅλα παντελὴς ἕνωσις ἀμιγὴς καθόλου, καὶ οὐδενὶ μέρει συμπεφυρμένη, καὶ ταῦτα ὄντως ἐν σώματι τῷ ἀέρι, καὶ ἐξ ἐνύλου τοῦ πυρὸς ἡρτημένου τοῦ φωτός. Ὅπου γε καὶ τὴν ὑπερούσιον ἕνωσιν ὑπεριδρύσθαι φαμεν, οὐ τῶν ἐν σώμασι μόνων ἑνώσεων, ἀλλὰ καὶ τῶν ἐν ψυχαῖς αὐταῖς καὶ ἐν αὐτοῖς νόοις, ἃς ἔχουσιν ἀμιγῶς καὶ ὑπερκοσμίως, δι' ὅλων ὅλα τὰ θεοειδῆ καὶ ὑπερουράνια φῶτα κατὰ μέθεξιν ἀνάλογον τοῖς μετέχουσι, τῆς πάντων ὑπερηρμένης ἑνώσεως.

§ V

Ἔστι δὲ καὶ διάκρισις ἐν ταῖς ὑπερουσίοις θεολογίαις, οὐχ ἣν ἔφην μόνον, ὅτι κατ' αὐτὴν τὴν ἕνωσιν ἀμιγῶς ἵδρυται, καὶ ἀσυγχύτως ἑκάστη τῶν ἐναρχικῶν ὑποστάσεων· ἀλλ' ὅτι καὶ τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα. Μόνη δὲ πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατὴρ, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρὸς, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ, φυλαττόντων δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεων. Αὗται μὲν αἱ κατὰ τὴν ἀφθεγκτον ἕνωσίν τε καὶ ὕπαρξιν ἑνώσεις τε καὶ διακρίσεις. Εἰ δὲ καὶ θεία διάκρισίς ἐστιν ἡ ἀγαθοπρεπὴς πρόοδος τῆς πληθυούσης τε καὶ πολλαπλασιαζούσης, ἡνωμέναι μὲν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις, αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις, αἱ θεῖαι δωρεαὶ τῆς πάντων αἰτίας ἀγαθότητος, καθ' ἃς ἐκ τῶν μετοχῶν καὶ τῶν μετεχόντων ὑμνεῖται τὰ ἀμεθέκτως μετεχόμενα. Καὶ τοῦτο κοινὸν καὶ ἡνωμένον καὶ ἓν ἐστι τῇ ὅλῃ θεότητι, τὸ πᾶσαν αὐτὴν ὅλην ὑφ' ἑκάστου τῶν μετεχόντων μετέχεσθαι, καὶ ὑπ' οὐδενὸς οὐδενὶ μέρει· καθάπερ σημεῖον ἐν μέσῳ κύκλου πρὸς πασῶν τῶν ἐν τῷ κύκλῳ περικειμένων εὐθειῶν· καὶ ὥσπερ σφραγῖδος ἐκτυπώματα πολλὰ μετέχει τῆς ἀρχετύπου σφραγῖδος, καὶ ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων, ὅλης καὶ ταύτης οὐδενὶ κατ' οὐδὲν μέρος. Ὑπέρκειται δὲ καὶ τούτων ἡ τῆς παναίτιου θεότητος ἀμεθεξία, τῷ μήτε ἐπαφὴν αὐτῆς εἶναι, μήτε ἄλλην τινὰ πρὸς τὰ μετέχοντα συμμιγῆ κοινωνίαν.

§ VI

Καίτοι φαίη τις· Οὐκ ἔστιν ἡ σφραγὶς ἐν ὅλοις τοῖς ἐκμαγείοις ὅλη καὶ ταὐτή. Τοῦτου δὲ οὐχ ἡ σφραγὶς αἰτία (πᾶσαν γὰρ ἑαυτὴν ἐκείνη καὶ ταύτην ἑκάστῳ ἐπιδίδωσιν), ἡ δὲ τῶν μετεχόντων διαφορὰ ἄνισα ποιεῖ τὰ ἀπομόργματα τῆς μιᾶς καὶ ὅλης καὶ ταύτης ἀρχετυπίας· οἷον, εἰ μὲν ἁπαλὰ καὶ εὐτύπω- ταῦτα ἦ, καὶ λεῖα, καὶ ἀχάρακτα καὶ μήτε ἀντίτυπα καὶ σκληρὰ, μήτε εὐδιάχυτα καὶ ἀσύστατα, καθαρὰν ἕξει καὶ σαφῆ καὶ ἐναπομένοντα τὸν τύπον· εἰ δέ τι τῆς εἰρημένης ἐπιτηδειότητος ἐλλείποι, τοῦτο αἴτιον ἔσται τοῦ ἀμεθέκτου καὶ ἀτυπώτου καὶ τοῦ ἀσαφοῦς, καὶ τῶν ἄλλων ὅσα ἀνεπιτηδειότητι μετοχῆς γίνεται. Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας, τὸ καθ' ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον λόγον, καὶ δρᾶσαι καὶ παθεῖν ὅσα τῆς ἀνθρωπικῆς αὐτοῦ θεουργίας ἐστιν ἔκκριτα καὶ ἐξαίρετα. Τούτοις γὰρ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα κατ' οὐδένα κεκοίνώνηκε λόγον, εἰ μὴ πού τις φαίη κατὰ τὴν ἀγαθοπρεπῆ καὶ φιλάνθρωπον βούλησιν, καὶ κατὰ πᾶσαν τὴν ὑπερκειμένην καὶ ἄῤῥητον θεουργίαν, ἣν δέδρακε καθ' ἡμᾶς γεγονὼς ὁ ἀναλλοίωτος, ἢ Θεὸς, καὶ Θεοῦ Λόγος. Οὕτω καὶ ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται.

§ VII

Ἀλλὰ, τούτων μὲν τῶν ἑνώσεών τε καὶ διακρίσεων, ὅσας ἐν τοῖς λογίοις θεοπρεπεῖς αἰτίας εὑρήκαμεν, ἐν ταῖς θεολογικαῖς ὑποτυπώσεσιν, ἰδίᾳ περὶ ἑκάστου διαλαβόντες, ὡς ἐφικτὸν, ἐξεθέμεθα, τὰ μὲν ἀνελίξαντες τῷ ἀληθεῖ λόγῳ καὶ ἀναπτύξαντες, καὶ τὸν ἱερὸν καὶ τὸν ἀνεπιβόλευτον νοῦν ἐπὶ τὰ φανὰ τῶν λογίων θεάματα προσαγαγόντες· τοῖς δὲ, ὡς μυστικοῖς κατὰ τὴν θείαν παράδοσιν ὑπὲρ νοερὰν ἐνέργειαν ἐπιβαλόντες. Πάντα γὰρ τὰ θεῖα, καὶ ὅσα ἡμῖν ἐκπέφανται, ταῖς μετοχαῖς μόναις γινώσκεται· αὐτὰ δὲ, ὁποῖά ποτέ ἐστι κατὰ τὴν οἰκείαν ἀρχὴν καὶ ἵδρυσιν, ὑπὲρ νοῦν ἐστι καὶ πᾶσαν οὐσίαν καὶ γνῶσιν. Οἷον, εἰ τὴν ὑπερούσιον κρυφιότητα Θεὸν, ἢ ζωὴν, ἢ οὐσίαν, ἢ φῶς, ἢ λόγον ὀνομάσαιμεν, οὐδὲν ἕτερον νοοῦμεν, ἢ τὰς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις, ἐκθεωτικὰς, ἢ οὐσιοποιοὺς, ἢ ζωογόνους, ἢ σοφοδώρους· αὐτὴ δὲ κατὰ τὴν πασῶν τῶν νοερῶν ἐνεργειῶν ἀπόλυσιν ἐπιβάλλομεν, οὐδεμίαν ὁρῶντες θέωσιν, ἢ ζωὴν, ἢ οὐσίαν, ἥτις ἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ἐξῃρημένῃ κατὰ πᾶσαν ὑπεροχὴν αἰτίᾳ. Πάλιν, ὅτι μὲν ἐστι πηγαία θεότης ὁ Πατήρ, ὁ δὲ Ἰησοῦς καὶ τὸ Πνεῦμα, τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φάναι, βλαστοὶ θεόφυτοι, καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δυνατόν.

§ VIII

Ἀλλὰ μέχρι τούτου πᾶσα τῆς καθ' ἡμᾶς νοερᾶς ἐνεργείας ἡ δύναμίς, ὅτι πᾶσα θεία πατριὰ καὶ υἱότης ἐκ τῆς πάντων ἐξῃρημένης πατριαρχίας καὶ υἱαρχίας δεδώρηται καὶ ἡμῖν καὶ ταῖς ὑπερουρανίαις δυνάμεσιν, ἐξ ἧς καὶ θεοὶ, καὶ θεῶν υἱοὶ, καὶ θεῶν πατέρες οἱ θεοειδεῖς γίγνονται καὶ ὀνομάζονται νόες, πνευματικῶς δηλαδὴ τῆς τοιασδε πατρότητος καὶ υἱότητος ἐκτελουμένης, τοῦτ' ἔστιν ἀσωμάτως, ἀΰλως, νοητῶς, τοῦ θεαρχικοῦ Πνεύματος, ὑπὲρ πᾶσαν νοητὴν ἀϋλίαν καὶ θέωσιν ὑπεριδρυμένου, καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πάσης πατριᾶς καὶ υἱότητος θείας, ὑπεροχικῶς ἐξῃρημένων. Οὐδὲ γὰρ ἔστιν ἀκριβὴς ἐμφέρεια τοῖς αἰτιατοῖς καὶ τοῖς αἰτίοις· ἀλλ' ἔχει μὲν τὰ αἰτιατὰ τὰς τῶν αἰτίων ἐνδεχομένας εἰκόνας, αὐτὰ δὲ τὰ αἴτια τῶν αἰτιατῶν ἐξῆρται καὶ ὑπερίδρυται, κατὰ τὸν τῆς οἰκείας ἀρχῆς λόγον· καὶ ἵνα τοῖς καθ' ἡμᾶς χρήσωμαι παραδείγμασιν, ἡδοναὶ καὶ λῦπαι λέγονται ποιητικαὶ τοῦ ἥδεσθαι καὶ λυπεῖσθαι· αὐταὶ δὲ οὔτε ἥδονται, οὔτε λυποῦνται· καὶ τὸ πῦρ θερμαῖνον καὶ καῖον οὐ λέγεται καίεσθαι καὶ θερμαίνεσθαι. Καὶ ἐὰν εἴ τις φαίη τὴν αὐτοζωὴν, ἢ φωτίζεσθαι τὸ αὐτόφως, οὐχ ὀρθῶς ἐρεῖ κατὰ τὸν ἐμὸν λόγον, εἰ μή που καθ' ἕτερον ταῦτα εἴποι τρόπον, ὅτι περιττῶς καὶ οὐσιωδῶς προένεστι τὰ τῶν αἰτιατῶν τοῖς αἰτίοις.

§ IX

Ἀλλὰ καὶ τὸ πάσης θεολογίας ἐκφανέστατον, ἡ καθ' ἡμᾶς Ἰησοῦ θεοπλαστία, καὶ ἄῤῥητός ἐστι λόγῳ παντὶ, καὶ ἄγνωστος νῷ παντί, καὶ αὐτῷ τῷ πρωτίστῳ τῶν πρεσβυτάτων ἀγγέλων. Καὶ τὸ μὲν ἀνδρικῶς αὐτὸν οὐσιωθῆναι, μυστικῶς παρειλήφαμεν· ἀγνοοῦμεν δὲ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ διεπλάττετο, καὶ ὅπως ἀβρόχοις ποσί, σωματικὸν ὄγκον ἔχουσι καὶ ὕλης βάρος, ἐπεπόρευτο τὴν ὑγρὰν καὶ ἄστατον οὐσίαν· καὶ τὰ ἄλλα ὅσα τῆς ὑπερφυοῦς ἐστιν Ἰησοῦ φυσιολογίας. Ταῦτα δὲ ἡμῖν τε ἐν ἄλλοις ἱκανῶς εἴρηται, καὶ τῷ κλεινῷ καθηγεμόνι κατὰ τὰς θεολογικὰς αὐτοῦ στοιχειώσεις ὕμνηται λίαν ὑπερφυῶς, ἅπερ ἐκεῖνος, εἴτε πρὸς τῶν ἱερῶν θεολόγων παρειληφὼς, εἴτε καὶ ἐκ τῆς ἐπιστημονικῆς τῶν λογίων ἐρεύνης συνεώρακεν, ἐκ πολλῆς τῆς περὶ αὐτὰ γυμνασίας τε καὶ τριβῆς, εἴτε καὶ ἔκ τινος ἐμυήθη θειοτέρας ἐπιπνοίας, οὐ μόνον μαθὼν, ἀλλὰ καὶ παθὼν τὰ θεῖα· κἀκ τῆς πρὸς αὐτὰ συμπαθείας, εἰ οὕτω χρὴ φάναι, πρὸς τὴν ἀδίδακτον αὐτῶν καὶ μυστικὴν ἀποτελεσθεὶς ἕνωσιν καὶ πίστιν. Καὶ ἵνα τὰ πολλὰ καὶ μακάρια θεάματα τῆς κρατίστης ἐκείνου διανοίας ἐν ἐλαχίστοις παραθώμεθα, τάδε περὶ τοῦ Ἰησοῦ φησιν ἐν ταῖς συνηγμέναις αὐτῷ θεολογικαῖς στοιχειώσεσι.

§ X

Τοῦ ἀγωτάτου Ἱεροθέου ἐκ τῶν θεολογικῶν στοιχειώσεων.

Ἡ πάντων αἰτία, καὶ ἀποπληρωτική, τοῦ Ἰησοῦ θεότης, ἡ τὰ μέρη τῇ ὁλότητι σύμφωνα διασῴζουσα καὶ οὔτε μέρος οὔτε ὅλον οὖσα, καὶ ὅλον καὶ μέρος, ὡς πᾶν καὶ μέρος καὶ ὅλον ἐν ἑαυτῇ συνειληφυῖα, καὶ ὑπερέχουσα, καὶ προέχουσα, τελεία μὲν ἔστιν ἐν τοῖς ἀτελέσιν, ὡς τελετάρχις· ἀτελὴς δὲ ἐν τοῖς τελείοις, ὡς ὑπερτελὴς καὶ προτέλειος· εἶδος εἰδοποιὸν ἐν τοῖς ἀνειδέοις, ὡς εἰδάρχις, ἀνειδέος ἐν τοῖς εἴδεσιν, ὡς ὑπὲρ εἶδος· οὐσία ταῖς ὅλαις οὐσίαις ἀχράντως ἐπιβατεύουσα, καὶ ὑπερούσιος, ἀπάσης οὐσίας ἐξηρημένη, τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσα, καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένη. Καὶ μέτρον ἐστὶ τῶν ὄντων, καὶ αἰὼν, καὶ ὑπὲρ αἰῶνα, καὶ πρὸ αἰῶνος· πλήρης ἐν τοῖς ἐνδεέσιν· ὑπερπλήρης ἐν τοῖς πληρέσιν, ἄῤῥητος, ἀφθεγκτος, ὑπὲρ νοῦν, ὑπὲρ ζωήν, ὑπὲρ οὐσίαν· ὑπερφυῶς ἔχει τὸ ὑπερφυὲς, ὑπερουσίως τὸ ὑπερούσιον. Ἵθεν ἐπειδὴ καὶ ἕως φύσεως ὑπὸ φιλανθρωπίας ἐλήλυθε, καὶ ἀληθῶς οὐσιώθη, καὶ ἀνὴρ ὁ ὑπέρθεος ἐχρημάτισεν (πλὴν ὡς εἴη τὰ πρὸς ἡμᾶς τὰ ὑπὲρ νοῦν καὶ λόγον ὑμνούμενα)· κἂν τούτοις ἔχει τὸ ὑπερφυὲς καὶ ὑπερούσιον, οὐ μόνον ᾗ ἀναλλοιώτως ἡμῖν καὶ ἀσυγχύτως κεκοίνωνηκε, μηδὲν πεπονθὼς εἰς τὸ ὑπερπλῆρες αὐτοῦ, πρὸς τῆς ἀφθέγκτου κενώσεως· ἀλλ’ ὅτι καὶ τὸ πάντων καινῶν καινότατον, ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν, ἐν τοῖς κατ’ οὐσίαν ὑπερούσιος, πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὑπερέχων.

§ XI

Τούτων μὲν οὖν ἅλις· ἐπὶ δὲ τὸν τοῦ λόγου σκοπὸν πρόιωμεν, τὰ κοινὰ καὶ ἡνωμένα τῆς διακρίσεως τῆς θείας ὀνόματα, κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀνελίττοντες. Καὶ ἵνα σαφῶς περὶ πάντων ἑξῆς προδιορισώμεθα, διάκρισιν θείαν φαμὲν, ὡς εἴρηται, τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι, καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας, ἡνωμένως μὲν διακρίνεται, πληθύεται δὲ ἐνικῶς, καὶ πολλαπλασιάζεται ἐκ τοῦ ἑνὸς ἀνεκφοιτήτως· οἷον, ἐπειδὴ ὢν ἐστιν ὁ Θεὸς ὑπερουσίως, δωρεῖται δὲ τὸ εἶναι τοῖς οὖσι, καὶ παράγει τὰς ὅλας οὐσίας, πολλαπλασιάζεσθαι λέγεται τὸ ἓν ὂν ἐκεῖνο τῇ ἐξ αὐτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων, μένοντος δὲ οὐδὲν ἧττον ἐκείνου, καὶ ἑνὸς ἐν τῷ πληθυσμῷ, καὶ ἡνωμένου κατὰ τὴν πρόοδον, καὶ πλήρους ἐν τῇ διακρίσει, τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξηρημένον, καὶ τῇ ἐνιαία τῶν ὅλων προσαγωγῇ, καὶ τῇ ἀνελαττώτῳ χύσει τῶν ἀμειώτων αὐτοῦ μεταδόσεων. Ἀλλὰ καὶ ἐν ὢν, καὶ παντὶ μέρει καὶ ὅλῳ, καὶ ἑνὶ καὶ πλήθει, τοῦ ἑνὸς μεταδοὺς, ἓν ἐστιν ὡσαύτως ὑπερουσίως, οὔτε μέρος ὂν τοῦ πλήθους, οὔτε ἐκ μερῶν ὅλον· καὶ οὕτως οὔτε ἓν ἐστιν, οὔτε ἑνὸς μετέχει, οὐδὲ τὸ ἓν ἔχει· πόρρω δὲ τούτων ἕν ἐστιν, ὑπὲρ τὸ ἓν, τοῖς οὖσιν ἓν, καὶ πλῆθος ἀμερές, ἀπλήρωτον ὑπερπλῆρες, πᾶν ἓν καὶ πλῆθος παράγον, καὶ τελειοῦν, καὶ συνέχον. Πάλιν τῇ ἐξ αὐτοῦ θεώσει, τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖ θεῶν πολλῶν γιγνομένων, δοκεῖ μὲν εἶναι καὶ λέγεται τοῦ ἑνὸς Θεοῦ διάκρισις καὶ πολλαπλασιασμός, ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος ὑπερουσίως εἷς Θεός, ἀμέριστος ἐν τοῖς μεριστοῖς, ἡνωμένος ἑαυτῷ, καὶ τοῖς πολλοῖς ἀμιγὴς καὶ ἀπληθύντος. Καὶ τοῦτο ὑπερφυῶς ἐννοήσας ὁ κοινὸς ἡμῶν καὶ τοῦ καθηγεμόνος ἐπὶ τὴν θείαν φωτοδοσίαν χειραγωγός, ὁ πολὺς τὰ θεῖα, τὸ φῶς τοῦ κόσμου, τάδε φησὶν ἐνθεαστικῶς ἐν τοῖς ἱεροῖς αὐτοῦ γράμμασι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερούν εἰσι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ,) ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ γὰρ ἐπὶ τῶν θείων αἱ ἑνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι, καὶ προκατάρχουσι, καὶ οὐδὲν ἧττόν ἐστιν ἡνωμένας τῇ καὶ μετὰ τὴν τοῦ ἑνὸς ἀνεκφοίτητον καὶ ἐνιαίαν διάκρισιν. Ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεότητος διακρίσεις, εἴτ' οὖν ἀγαθοπρεπεῖς προόδους, ἐκ τῶν ἐμφαινουσῶν αὐτὰς ἐν τοῖς λογίοις θεωνυμιῶν ὑμνῆσαι κατὰ τὸ δυνατόν πειρασόμεθα, τούτου καθάπερ εἴρηται προδιεγνωσμένου, τοῦ πᾶσαν ἀγαθουργικὴν θεωνυμίαν, ἐφ' ἧπερ ἂν κέηται τῶν θεαρχικῶν Ὑποστάσεων, ἐπὶ τῆς ὅλης αὐτὴν ἐκληφθῆναι θεαρχικῆς ὁλότητος ἀπαρατηρήτως.

CAPUT III. Quae sit vis orationis, et de beato Hierotheo, de religione et conscriptione theologica.

§ I

§ II

§ III

CAPUT IV. De bono, luce, pulchro, amore, exstasi, zelo; et quod malum neque ens sit, neque ex entibus, neque in entibus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

§ XII

§ XIII

§ XIV

§ XV

§ XVI

§ XVII

§ XVIII

§ XIX

§ XX

§ XXI

§ XXII

§ XXIII

§ XXIV

§ XXV

§ XXVI

§ XXVII

§ XXVIII

§ XXIX

§ XXX

§ XXXI

§ XXXII

§ XXXIII

§ XXXIV

§ XXXV

CAPUT V. De ente, in quo etiam de exemplaribus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT VI. De vita.

§ I

§ II

§ III

CAPUT VII. De sapientia, mente, ratione, veritate, fide.

§ I

§ II

§ III

§ IV

CAPUT VIII. De potentia, justitia, salute, redemptione; ubi etiam de inaequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

CAPUT IX. De magno, parvo, eodem, alio, simili, dissimili, statu, motu, aequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT X. De omnitenente, antiquo dierum; in quo etiam de aevo seu aeternitate et tempore.

§ I

§ II

§ III

CAPUT XI. De pace, quidque sibi velit ipsum per se esse, quae sit per se vita, quae vis ipsa per se, et quae illa coordinat atque conciliat, et quinam sint ejus effectus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

CAPUT XII. De Sancto sanctorum, Rege regum, Domino dominantium, Deo deorum.

§ I

§ II

§ III

§ IV

CAPUT XIII. De perfecto et uno.

§ I

§ II

§ III

§ IV

↑ Top of work