Καὶ τοῦτο δὲ ἴσως ἀπολογίας ἄξιον, ὅτι τοῦ κλεινοῦ καθηγεμόνος ἡμῶν Τεροθέου τὰς θεολογικὰς στοιχειώσεις ὑπερφυῶς συναγαγόντος, ἡμεῖς ὡς οὐχ ἱκανῶν ἐκείνων, ἄλλας τε καὶ τὴν παροῦσαν θεολογίαν συνεγραψάμεθα. Καίτοι γε, εἰ μὲν ἐκεῖνος ἐξῆς διαπραγματεύσασθαι πάσας τὰς θεολογικὰς πραγματείας ἠξίωσε, καὶ μερικαῖς ἀνελίξεσι διῆλθεν ἁπάσης θεολογίας κεφάλαιον, οὐκ ἂν ἡμεῖς ἐπὶ τοσοῦτον ἢ μανίας ἢ σκαιότητος ἐληλύθειμεν, ὡς ἢ δοτικώτερον ἐκείνου καὶ θειότερον οἰηθῆναι ταῖς θεολογίαις ἐπιβαλεῖν· ἢ δὶς τὰ αὐτὰ περιττῶς λέγοντας, εἰκανολογῆσαι, προσέτι καὶ ἀδικῆσαι καὶ διδάσκαλον καὶ φίλον ὄντα, καὶ ἡμᾶς τοὺς μετὰ Παῦλον τὸν θεῖον ἐκ τῶν ἐκείνου λόγων στοιχειωθέντας, τὴν κλεινοτάτην αὐτοῦ καὶ θεωρίαν καὶ ἔκφρασιν ἑαυτοῖς ἱφαρπάξοντας. Ἀλλ’ ἐπειδὴ τῷ ὄντι τὰ θεῖα πρεσβυτικῶς ὑφηγούμενος ἐκεῖνος, συνοπτικοὺς ἡμῖν ὅρους ἐξέθετο, καὶ ἐν ἑνὶ πολλὰ περιειληφότας, ὡς οἷόν ἡμῖν, καὶ ὅσοι καθ’ ἡμᾶς διδάσκαλοι τῶν νεοτελῶν ψυχῶν, ἐγκελευόμενος ἀναπτύξαι καὶ διακρῖναι τῷ ἡμῖν συμμετρῳ λόγῳ τὰς συνοπτικὰς καὶ ἐνιαίας τῆς νοερωτάτης τἀνδρὸς ἐκείνου δυνάμεως συνελίξεις· καὶ πολλάκις ἡμᾶς καὶ αὐτὸς εἰς τοῦτο προέτρεψεν, καὶ τὴν γε βίβλον αὐτὴν, ὡς ὑπεραίρουσαν ἀνταπέ- σκαλίας. Ταύτη τοι καὶ ἡμεῖς τὸν μὲν, ὡς τελείων καὶ πρεσβυτικῶν διανοιῶν διδάσκαλον, τοῖς ὑπὲρ τοὺς πολλοὺς ἀφορίζομεν, ὥσπερ τινὰ δεύτερα λόγια, καὶ τῶν θεοκρίστων ἀκόλουθα· τοῖς καθ' ἡμᾶς δὲ ἡμεῖς ἀναλόγως ἡμῖν τὰ θεῖα παραδώσομεν. Εἰ γὰρ τελείων ἐστὶν ἡ στερεὰ τροφή, τὸ ταύτην ἑστιᾶν ἑτέρους, ὁπόσης ἂν εἴη τελειότητος; Ὀρθῶς οὖν ἡμῖν καὶ τοῦτο εἴρηται, ὡς, τὴν μὲν αὐτοπτικὴν τῶν νοητῶν λογίων θέαν, καὶ τὴν συνοπτικὴν αὐτῶν διδασκαλίαν, πρεσβυτικῆς δεῖσθαι δυνάμεως· τὴν δὲ τῶν εἰς τοῦτο φερόντων λόγων ἐπιστήμην καὶ ἐκμάθησιν τοῖς ὀφειμένοις καθερωτάταις καὶ ἱερωμένοις ἁρμόζειν. Καίτοι καὶ τοῦτο ἡμῖν ἐπιτετήρηται λίαν ἐμμελῶς· ὥστε τοῖς αὐτῷ τῷ θείῳ καθηγεμόνι κατὰ ἔκφανσιν σαφῆ διηυκρινήμενοις, μηδ' ὅλως ἐγκεχειρηκέναι ποτὲ πρὸς ταυτολογίας, εἰς τὴν αὐτὴν τοῦ προτεθέντος αὐτῷ λογίου διασάφησιν· ἐπεὶ καὶ παρ' αὐτοῖς τοῖς θεολήπτοις ἡμῶν ἱεράρχαις, ἡνίκα καὶ ἡμεῖς, ὡς οἶσθα, καὶ αὐτὸς, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν, ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος, καὶ Πέτρος, ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν θεολόγων ἀκρότης, εἶτα ἔδοξε μετὰ τὴν θέαν ὑμνῆσαι τοὺς ἱεράρχας ἅπαντας, ὡς ἕκαστος ἦν ἱκανὸς, τὴν ἀπειροδύναμον ἀγαθότητα τῆς θεαρχικῆς ἀσθενείας·) πάντων ἐκράτει μετὰ τοὺς θεολόγους, ὡς οἶσθα, τῶν ἄλλων ἱερομυστῶν, ὅλας ἐκδημῶν, ὅλος ἐξιστάμενος ἑαυτοῦ, καὶ τὴν πρὸς τὰ ὑμνούμενα κοινωνίαν πάσχων, καὶ πρὸς πάντων ὧν ἤκουετο καὶ ἑωρᾶτο, καὶ ἐγιγνώσκετο, καὶ οὐκ ἐγιγνώσκετο, θεόληπτος εἶναι, θεῖος ὑμνολόγος κρινόμενος. Καὶ τί ἄν σοι περὶ τῶν ἐκεῖ θεολογηθέντων λέγοιμι; Καὶ γὰρ εἰ μὴ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, πολλάκις οἶδα παρὰ σοῦ καὶ μέρη τινὰ τῶν ἐνθεαστικῶν ἐκείνων ὑμνωδιῶν ἐπακούσας· οὕτω σοι σπουδὴ μὴ ἐκ παρέργου τὰ θεῖα μεταδιώκειν.