Τούτων μὲν οὖν ἅλις· ἐπὶ δὲ τὸν τοῦ λόγου σκοπὸν πρόιωμεν, τὰ κοινὰ καὶ ἡνωμένα τῆς διακρίσεως τῆς θείας ὀνόματα, κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀνελίττοντες. Καὶ ἵνα σαφῶς περὶ πάντων ἑξῆς προδιορισώμεθα, διάκρισιν θείαν φαμὲν, ὡς εἴρηται, τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι, καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας, ἡνωμένως μὲν διακρίνεται, πληθύεται δὲ ἐνικῶς, καὶ πολλαπλασιάζεται ἐκ τοῦ ἑνὸς ἀνεκφοιτήτως· οἷον, ἐπειδὴ ὢν ἐστιν ὁ Θεὸς ὑπερουσίως, δωρεῖται δὲ τὸ εἶναι τοῖς οὖσι, καὶ παράγει τὰς ὅλας οὐσίας, πολλαπλασιάζεσθαι λέγεται τὸ ἓν ὂν ἐκεῖνο τῇ ἐξ αὐτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων, μένοντος δὲ οὐδὲν ἧττον ἐκείνου, καὶ ἑνὸς ἐν τῷ πληθυσμῷ, καὶ ἡνωμένου κατὰ τὴν πρόοδον, καὶ πλήρους ἐν τῇ διακρίσει, τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξηρημένον, καὶ τῇ ἐνιαία τῶν ὅλων προσαγωγῇ, καὶ τῇ ἀνελαττώτῳ χύσει τῶν ἀμειώτων αὐτοῦ μεταδόσεων. Ἀλλὰ καὶ ἐν ὢν, καὶ παντὶ μέρει καὶ ὅλῳ, καὶ ἑνὶ καὶ πλήθει, τοῦ ἑνὸς μεταδοὺς, ἓν ἐστιν ὡσαύτως ὑπερουσίως, οὔτε μέρος ὂν τοῦ πλήθους, οὔτε ἐκ μερῶν ὅλον· καὶ οὕτως οὔτε ἓν ἐστιν, οὔτε ἑνὸς μετέχει, οὐδὲ τὸ ἓν ἔχει· πόρρω δὲ τούτων ἕν ἐστιν, ὑπὲρ τὸ ἓν, τοῖς οὖσιν ἓν, καὶ πλῆθος ἀμερές, ἀπλήρωτον ὑπερπλῆρες, πᾶν ἓν καὶ πλῆθος παράγον, καὶ τελειοῦν, καὶ συνέχον. Πάλιν τῇ ἐξ αὐτοῦ θεώσει, τῷ κατὰ δύναμιν ἑκάστου θεοειδεῖ θεῶν πολλῶν γιγνομένων, δοκεῖ μὲν εἶναι καὶ λέγεται τοῦ ἑνὸς Θεοῦ διάκρισις καὶ πολλαπλασιασμός, ἔστι δὲ οὐδὲν ἧττον ὁ ἀρχίθεος καὶ ὑπέρθεος ὑπερουσίως εἷς Θεός, ἀμέριστος ἐν τοῖς μεριστοῖς, ἡνωμένος ἑαυτῷ, καὶ τοῖς πολλοῖς ἀμιγὴς καὶ ἀπληθύντος. Καὶ τοῦτο ὑπερφυῶς ἐννοήσας ὁ κοινὸς ἡμῶν καὶ τοῦ καθηγεμόνος ἐπὶ τὴν θείαν φωτοδοσίαν χειραγωγός, ὁ πολὺς τὰ θεῖα, τὸ φῶς τοῦ κόσμου, τάδε φησὶν ἐνθεαστικῶς ἐν τοῖς ἱεροῖς αὐτοῦ γράμμασι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερούν εἰσι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ,) ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ γὰρ ἐπὶ τῶν θείων αἱ ἑνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι, καὶ προκατάρχουσι, καὶ οὐδὲν ἧττόν ἐστιν ἡνωμένας τῇ καὶ μετὰ τὴν τοῦ ἑνὸς ἀνεκφοίτητον καὶ ἐνιαίαν διάκρισιν. Ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεότητος διακρίσεις, εἴτ' οὖν ἀγαθοπρεπεῖς προόδους, ἐκ τῶν ἐμφαινουσῶν αὐτὰς ἐν τοῖς λογίοις θεωνυμιῶν ὑμνῆσαι κατὰ τὸ δυνατόν πειρασόμεθα, τούτου καθάπερ εἴρηται προδιεγνωσμένου, τοῦ πᾶσαν ἀγαθουργικὴν θεωνυμίαν, ἐφ' ἧπερ ἂν κέηται τῶν θεαρχικῶν Ὑποστάσεων, ἐπὶ τῆς ὅλης αὐτὴν ἐκληφθῆναι θεαρχικῆς ὁλότητος ἀπαρατηρήτως.