Ἄγε δὴ τὴν θείαν καὶ ἀρχισυνάγωγον εἰρήνην ὕμνοις εἰρηναίοις ἀνευφημήσωμεν· αὕτη γάρ ἐστιν ἡ πάντων ἑνωτικὴ, καὶ τῆς ἀπάντων ὁμονοίας τε καὶ συμφυΐας γεννητικὴ καὶ ἀπεργαστική· διὸ καὶ πάντα αὐτῆς ἐφίεται, τὸ μεριστὸν αὐτῶν πλῆθος ἐπιστρέφουσης εἰς τὴν ὅλην ἑνότητα, καὶ τὸν ἐμφύλιον τοῦ παντὸς πόλεμον ἐνούσης εἰς ὁμοειδῆ συνοικίαν. Τῇ μετοχῇ τῆς θείας εἰρήνης αἱ γοῦν πρεσβύτεραι τῶν συναγωγῶν δυνάμεων αὗταί τε πρὸς ἑαυτὰς καὶ πρὸς ἀλλήλας ἐνοῦνται, καὶ πρὸς τὴν μίαν τῶν ὅλων εἰρηναρχίαν, καὶ τὰ ὑφ’ ἑαυτὰς ἐνοῦσιν αὐτά τε πρὸς ἑαυτὰ, καὶ πρὸς ἄλληλα, καὶ πρὸς τὴν μίαν καὶ παντελῆ τῆς πάντων εἰρήνης ἀρχὴν καὶ αἰτίαν, ἥτις, ἀμερώς ἐπιβεβηκυῖα τοῖς ὅλοις, ὥσπερ τισὶ κλειθροῖς τῶν διηρημένων συμπτυκτικοῖς, τὰ πάντα ὁρίζει, καὶ περατοῖ, καὶ ἀσφαλίζεται, καὶ οὐκ ἐᾷ διαιρεθέντα χυθῆναι πρὸς τὸ ἄπειρον καὶ ἀόριστον, ἄτακτα, καὶ ἀνίδρυτα, καὶ ἔρημα Θεοῦ γιγνόμενα, καὶ τῆς ἑαυτῶν ἑνώσεως ἐξιόντα, καὶ ἐν ἀλλήλοις παμμιγῶς συμφυρόμενα. Περὶ μὲν οὖν αὐτῆς, ὅ τί ποτέ ἐστι τῆς θείας εἰρήνης καὶ ἡσυχίας, ἣν ὁ ἱερὸς Ἰοῦστος ἀφθεγξίαν καλεῖ, καὶ ἐπὶ πᾶσαν γιγνωσκομένην πρόοδον ἀκινησίαν, ὅπως τε ἠρεμεῖ, καὶ ἡσυχίαν ἄγει, καὶ ὅπως ἐν ἑαυτῇ καὶ εἴσω ἑαυτῆς ἐστι, καὶ πρὸς αὐτὴν ὅλην ὅλῃ ὑπερήνωται, καὶ οὔτε εἰς ἑαυτὴν εἰσιοῦσα, καὶ πολλαπλασιάζουσα ἑαυτὴν ἀπολείπει τὴν ἑαυτῆς ἕνωσιν, ἀλλὰ καὶ πρόεισιν ἐπὶ πάντα ἑνὸν ὅλη μένουσα δι’ ὑπερβολὴν τῆς πάντα ὑπερεχούσης ἑνώσεως, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαί τινι τῶν ὄντων, οὔτε θεμιτὸν οὔτε ἐφικτόν. Ἀλλ’ ὡς ἄφθεγκτον καὶ τοῦτο, καὶ ἄγνωστον ἐπ’ αὐτὴν ἀναθέντες, ὡς πάντων οὖσαν ἐπέκεινα, τὰς νοητὰς αὐ- τῆς καὶ ῥητὰς μετουσίας, καὶ τοῦτο ὡς δυνατὸν ἀνδράσι, καὶ ἡμῖν πολλῶν ἀνδρῶν ἀγαθῶν ἀπολειπομένοις, ἐπισκοπήσωμεν.