Καὶ πρῶτόν γε τοῦτο ῥητέον, ὅτι τῆς αὐτοειρήνης καὶ τῆς ὅλης καὶ τῆς καθ’ ἕκαστόν ἐστιν ὑπόστατις, καὶ ὅτι πάντα πρὸς ἄλληλα συγκεράννυσι κατὰ τὴν ἀσύγχυτον αὐτῶν ἕνωσιν, καθ’ ἣν ἀδιαιρέτως ἡνωμένα, καὶ ἀδιαστάτως ὅμως ἀκραιφνῆ κατὰ τὸ οἰκεῖον ἕκαστα εἶδος ἕστηκεν, οὐκ ἐπιθολούμενα διὰ τῆς πρὸς τὰ ἀντικείμενα κράσεως, οὐδὲ ἀπαμβλύνοντά τι τῆς ἑνωτικῆς ἀκριβείας καὶ καθαρότητος. Μίαν οὖν τινα καὶ ἁπλῆν τῆς εἰρηνικῆς ἑνώσεως θεωρήσωμεν φύσιν, ἑνοῦσαν ἅπαντα ἑαυτῇ καὶ ἑαυτοῖς καὶ ἀλλήλοις, καὶ διασώζουσαν πάντα ἐν ἀσυγχύτῳ πάντων συνοχῇ καὶ ἀμιγῆ καὶ συγκεκραμένα. Δι’ ἣν οἱ θεῖοι νόες ἑνούμενοι ταῖς νοήσεσιν ἑαυτῶν ἑνοῦνται καὶ τοῖς νοουμένοις· καὶ αὖθις ἐπὶ τὴν ἄγνωστον ἀναβαίνουσι τῶν ὑπὲρ νοῦν ἱδρυμένων συναφήν. Δι’ ἣν αἱ ψυχαὶ, τοὺς παντοδαποὺς αὐτῶν λόγους ἑνοῦσαι, καὶ πρὸς μίαν νοερὰν συνάγουσαι καθαρότητα, προβαίνουσιν οἰκείως ἑαυταῖς, ὁδῷ, καὶ τάξει διὰ τῆς ἀΰλου καὶ ἀμεροῦς νοήσεως ἐπὶ τὴν ὑπὲρ νόησιν ἕνωσιν. Δι’ ἣν ἡ μία καὶ ἀδιάλυτος πάντων συμπλοκὴ κατὰ τὴν θείαν αὐτῆς ἁρμονίαν ὑφίσταται, καὶ ἐναρμόζεται συμφωνίᾳ παντελεῖ καὶ ὁμονοίᾳ καὶ συμφυΐᾳ, συναγομένη τε ἀσυγ- χύτως, ἀδιαιρέτως τε συνεχομένη. Δείκνυσι γὰρ ἡ τῆς παντελοῦς εἰρήνης ὁλότης ἐπὶ πάντα τὰ ὄντα, κατὰ τὴν ἀπλουστάτην αὐτῆς καὶ ἀμιγῆ τῆς ἑνοποιοῦ δυνάμεως παρουσίαν, ἑνοῦσα πάντα, καὶ συνδέουσα τὰ ἄκρα διὰ τῶν μέσων τοῖς ἄκροις, κατὰ μίαν ὁμοφυῆ συζευγνυμένα φιλίαν· καὶ τὸ ἀπολαύειν αὐτῆς δωρουμένη καὶ ταῖς ἐσχάταις τοῦ παντὸς ἀποπερατώσεσι, καὶ πάντα ὁμόγωνα ποιοῦσα ταῖς ἑνώσεσι, ταῖς ταὐτότησι, ταῖς ἑνώσεις, ταῖς συναγωγαῖς, ἀδιαιρέτως δηλαδὴ τῆς θείας εἰρήνης ἑστώσης, καὶ ἐν ἑνὶ πάντα δεικνυούσης, καὶ διὰ πάντων φοιτώσης, καὶ τῆς οἰκείας ταὐτότητος οὐκ ἐξισταμένης· πρόεισι γὰρ ἐπὶ πάντα, καὶ μεταδίδωσι πᾶσιν ἀχειλως αὐτοῖς ἑαυτῆς, καὶ ὑπερβλύζει περιουσίᾳ τῆς εἰρηνικῆς γονιμότητος· καὶ μένει δι’ ὑπεροχὴν ἑνώσεως ὅλη πρὸς ὅλην καὶ καθ’ ὅλην ἑαυτὴν ὑπερηνωμένη.