Καὶ μὴν, εἰ κρείττων ἐστὶ παντὸς λόγου καὶ πάσης γνώσεως, καὶ ὑπὲρ νοῦν καθόλου καὶ οὐσίαν ἵδρυται, πάντων μὲν οὖσα περιληπτικὴ, καὶ συναπτικὴ, καὶ συλληπτικὴ, καὶ προληπτικὴ, πᾶσι δὲ αὐτῆς καθόλου ἄληπτος, καὶ οὔτε αἴσθησις αὐτῆς ἐστιν, οὔτε φαντασία, οὔτε δόξα, οὔτε ὄνομα, οὔτε λόγος, οὔτε ἐπαφὴ, οὔτε ἐπιστήμη, πῶς ὁ περὶ θείων ὀνομάτων ἡμῖν διαπραγματευθήσεται λόγος, ἀκλήτου καὶ ὑπερωνύμου τῆς ὑπερουσίου θεότητος ἀποδεικνυμένης;
Ἀλλ' ὅπερ ἔφημεν, ἡνίκα τὰς θεολογικὰς ὑποτυπώσεις ἐξετιθέμεθα, τὸ ἓν, τὸ ἄγνωστον, τὸ ὑπερούσιον, αὐτοτάγαθον, ὅπερ ἐστὶ, τὴν τριαδικὴν ἑνάδα φημὶ, τὴν ὁμόθεον, καὶ ὁμοάγαθον, οὔτε εἰπεῖν, οὔτε ἐννοῆσαι δυνατόν· ἀλλὰ καὶ αἱ τῶν ἁγίων δυνάμεων ἀγγελοπρεπεῖς ἑνώσεις, ἃς εἴτε ἐπιβολὰς, εἴτε παραδοχὰς χρὴ φάναι τῆς ὑπεραγνώστου καὶ ὑπερφανοῦς ἀγαθότητος, ἄρρητοί τε εἰσι καὶ ἄγνωστοι, καὶ μόνοις αὐτοῖς ἐνυπάρχουσι τοῖς ὑπὲρ γνῶσιν ἀγγελικὴν ἠξιωμένοις αὐτῶν ἀγγέλοις. Ταύταις οἱ θεοειδεῖς ἀγγελομιμήτως, ὡς ἐφικτὸν, ἑνούμενοι νόες (ἐπειδὴ κατὰ πάσης νοερᾶς ἐνεργείας ἀπόπαυσιν ἡ τοιάδε γίνεται τῶν ἐκθεουμένων νοῶν πρὸς τὸ ὑπέρθεον φῶς ἕνωσις) ὑμνοῦσιν αὐτὸ κυριώτατα διὰ τῆς πάντων τῶν ὄντων ἀφαιρέσεως, τοῦτο ἀληθῶς καὶ ὑπεργοῦς ἐλλαμφθέντες ἐκ τῆς πρὸς αὐτὸ μακαριωτάτης ἐνώσεως, ὅτι πάντων μὲν ἐστι τῶν ὄντων αἴτιον, αὐτὸ δὲ οὐδὲν, ὡς πάντων ὑπερουσίως ἐξηρημένον. Τὴν μὲν οὖν ὑπερουσιότητα τὴν θεαρχικὴν, ὅ τι ποτὲ ἐστιν ἡ τῆς ὑπεραγαθότητος ὑπερύπαρξις, οὔτε ὡς λόγον, ἢ δύναμιν, οὔτε ὡς νοῦν, ἢ ζωὴν, ἢ οὐσίαν ὑμνῆσαι θεμιτὸν οὐδενὶ τῶν ὅσοι τῆς ὑπὲρ πᾶσαν ἀλήθειαν ἀληθείας εἰσὶν ἐρασταί· ἀλλ' ὡς πάσης ἕξεως, κινήσεως, ζωῆς, φαντασίας, δόξης, ὀνόματος, λόγου, διανοίας, νοήσεως, οὐσίας, στάσεως, ἱδρύσεως, ἑνώσεως, πέρατος, ἀπειρίας, ἁπάντων ὅσα ὄντα ἐστὶν, ὑπεροχικῶς ἀφηρημένην. Ἐπειδὴ δὲ ὡς ἀγαθότητος ὕπαρξις, αὐτῷ τῷ εἶναι, πάντων ἐστὶ τῶν ὄντων αἰτία, τὴν ἀγαθαρχικὴν τῆς θεαρχίας πρόνοιαν, ἐκ πάντων τῶν αἰτιατῶν ὑμνητέον· ἐπεὶ καὶ περὶ αὐτὴν πάντα, καὶ αὐτῆς ἕνεκα, καὶ αὐτή ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῇ συνέστηκε καὶ τῷ εἶναι ταύτην, ἡ τῶν ὅλων παραγωγὴ καὶ ὑπόστασις, καὶ αὐτῆς πάντα ἐφίεται· τὰ μὲν νοερὰ καὶ λογικὰ, γνωστικῶς· τὰ δὲ ὑφειμένα τούτων, αἰσθητικῶς· καὶ τὰ ἄλλα κατὰ ζωτικὴν κίνησιν, ἢ οὐσιώδη καὶ ἑκτικὴν ἐπιτηδειότητα.