Καὶ γοῦν οὐ ταύτας μόνας οἱ θεολόγοι τῆς θεωνυμίας πρεσβεύουσι, τὰς ἀπὸ τῶν παντελῶν ἢ τῶν μερικῶν προνοιῶν, ἢ τῶν προνοουμένων, ἀλλὰ καὶ ἀπό τινων ἔσθ’ ὅτε θείων φασμάτων ἐν ταῖς ἱεραῖς ἀνακτόροις, ἢ ἀλλοθί που τοὺς μύστας, ἢ τοὺς προφήτας καταλαμψάντων, κατ’ ἄλλας καὶ ἄλλας αἰτίας τε καὶ δυνάμεις ὀνομάζουσι τὴν ὑπερωνυμίαν καὶ ὑπερούσιον ἀγαθότητα, καὶ μορφὰς αὐτῇ, καὶ τύπους ἀνθρωπικούς, ἢ πυρινούς, ἢ ἠλεκτρίνους περιτιθέασι, καὶ ὀφθαλμοὺς αὐτῆς, καὶ ὦτα, καὶ πλοκάμους, καὶ πρόσωπα, καὶ χεῖρας, καὶ μετάφρενα, καὶ πτερὰ, καὶ βραχίονας, καὶ ὀπίσθια, καὶ πόδας ὑμνοῦσι· στεφάνους τε καὶ θώκους, καὶ ποτήρια, καὶ κρατῆρας αὐτῇ, καὶ ἄλλα ἅττα μυστικὰ περιπλάττουσι, περὶ ὧν ἐν τῇ Συμβολικῇ θεολογίᾳ κατὰ δύναμιν ἐροῦμεν· νῦν δὲ, ὅσα τῆς παρούσης ἐστὶ πραγματείας, ἐκ τῶν λογίων συναγαγόντες, καὶ ὥσπερ τινὶ κανόνι τοῖς εἰρημένοις χρώμενοι, καὶ πρὸς αὐτὰ σκοποῦντες, ἐπὶ τὴν ἀνάπτυξιν τῶν νοητῶν θεωνυμιῶν προΐμεν· καὶ ὅπερ ἀεὶ κατὰ πᾶσαν ἡμῖν θεολογίαν ὁ ἱεραρχικὸς θε- συὸς ὑφηγεῖται, θεοπτικῇ διανοίᾳ τὰς θεοειδεῖς ἐποπτεύσωμεν (κυρίως εἰπεῖν) θεωρίας· καὶ ὦτα ἱερὰ ταῖς τῶν ἱερῶν θεωνυμιῶν ἀναπτύξεσι παραθώμεθα, τοῖς ἁγίοις τὰ ἅγια, κατὰ τὴν θείαν παράδοσιν, ἐνιδρύοντες, καὶ τῶν ἀμυήτων αὐτὰ γελώτων καὶ ἐμπαιγμῶν ἐξαιρούμενοι, μᾶλλον δὲ αὐτοὺς ἐκείνους, εἴπερ ὅλως εἰσὶ τοιοίδε τινὲς ἄνθρωποι, τῆς ἐπὶ τούτῳ θεομαχίας ἀπολυτρούμενοι. Σοὶ μὲν οὖν ταῦτα φυλάξαι χρεὼν, ὦ καλὲ Τιμόθεε, κατὰ τὴν ἱερωτάτην ὑφήγησιν, καὶ μήτε ῥητὰ, μήτε ἔκφορα τὰ θεῖα ποιεῖν εἰς τοὺς ἀμυήτους. Ἐμοὶ δὲ δοίη ὁ θεὸς θεοπρεπῶς ὑμνῆσαι τὰς τῆς ἀκλήτου καὶ ἀκατονομάστου θεότητος ἀγαθουργικὰς πολυωνυμίας, καὶ μὴ περιέλοι λόγον ἀληθείας ἀπὸ τοῦ στόματός μου.