Ἀλλ' ἐπειδὴ καὶ ἄλλοτε μοι δι' ἐπιστολῆς ἐπύθου, τί ποτε ἄρα φημὶ τὸ αὐτὸ εἶναι, τὴν αὐτοζωὴν, τὴν αὐτοσοφίαν, καὶ πρὸς ἑαυτὸν ἔφης διαπορῆσαι, πῶς τὸν Θεὸν ποτὲ μὲν αὐτοζωὴν φημὶ, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑποστάτην· ἀναγκαῖον ᾤσθην, ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἐφ᾿ ἡμῖν ἀπορίας ἀπολῦσαι. Καὶ πρῶτον μὲν, ἵνα τὰ μυριόλεκτα καὶ νῦν ἀναλάβωμεν, οὐκ ἔστιν ἐναντίον, αὐτοδύναμιν ἢ αὐτοζωὴν εἰπεῖν τὸν Θεὸν, καὶ τῆς αὐτοζωῆς, ἢ εἰρήνης, ἢ δυνάμεως ὑποστάτην· τὰ μὲν γὰρ ἐκ τῶν ὄντων καὶ μάλιστα ἐκ τῶν πρώτως ὄντων, ὡς αἴτιος πάντων τῶν ὄντων, λέγεται· τὰ δὲ, ὡς ὑπὲρ πάντα καὶ τὰ πρώτως ὄντα ὑπεριὼν ὑπερουσίως. Τί δὲ ὅλως, φῂς, τὸ αὐτὸ εἶναι λέγομεν, ἢ τὴν αὐτοζωὴν, ἢ ὅσα ἀπολύτως καὶ ἀρχηγικῶς εἶναι, καὶ ἐκ τοῦ Θεοῦ πρώτως ὑφεστηκέναι τιθέμεθα. Τοῦτο δὲ φαμεν, οὐκ ἔστιν ἀγκύλον, ἀλλ᾿ εὐθὺ καὶ ἁπλῆν τὴν διασάφησιν ἔχον. Οὐ γὰρ οὐσίαν τινὰ θείαν, ἢ ἀγγελικὴν εἶναι φαμεν τὸ αὐτὸ εἶναι τοῦ εἶναι τὰ ὄντα πάντα αἰτίαν (μόνον γὰρ τοῦ εἶναι πάντα τὰ ὄντα, καὶ αὐτὸ τὸ εἶναι ὑπερούσιον, ἀρχὴ, καὶ οὐσία, καὶ αἴτιον), οὐδὲ ζωογόνον ἄλλην θεότητα παρὰ τὴν ὑπέρθεον πάντων ὅσα ζῇ, καὶ τῆς αὐτοζωῆς αἰτίαν ζωήν, οὔτε, συνελόντα εἰπεῖν, ἀρχικὰς τῶν ὄντων καὶ δημιουργικὰς οὐσίας καὶ ὑποστάσεις, ἅς τινας καὶ θεοὺς τῶν ὄντων καὶ δημιουργοὺς αὐτοσχεδιάσαντες ἀπεστομάτισαν, οὓς, ἀληθῶς καὶ κυρίως εἰπεῖν, οὔτε αὐτοὶ ἤδεισαν (οὐκ ὄντας) οὔτε οἱ πατέρες αὐτῶν· ἀλλ᾿ αὐτοεἶναι, καὶ αὐτοζωὴν, καὶ αὐτοθεότητά φαμεν, ἀρχικῶς μὲν οὖν, θεϊκῶς καὶ αἰτιατικῶς, τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν· μεθεκτῶς δὲ τὰς ἐκδιδομένας ἐκ Θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις, τὴν αὐτοουσίωσιν, αὐτοζώωσιν, αὐτοθέωσιν, ὧν τὰ ὄντα οἰκείως ἑαυταῖς μετέχοντα, καὶ ὄντα καὶ ζῶντα, καὶ ἔνθεα, καὶ ἔστι καὶ λέγεται, καὶ τὰ ἄλλα ὡσαύτως. Διὸ καὶ τῶν πρώτων αὐτῶν ὁ ἀγαθὸς ὑποστάτης λέγεται εἶναι· εἴτε τῶν ὅλων αὐτῶν, εἴτε τῶν μερικῶν αὐτῶν· εἴτε τῶν ὅλων αὐτῶν μετεχόντων, εἴτα τῶν μερικῶς αὐτῶν μετεχόντων. Καὶ τί δεῖ περὶ τούτων λέγειν; ὅπου γέ τινες τῶν θείων ἡμῶν ἱεροδιδασκάλων, καὶ τῆς αὐτοαγαθότητος καὶ θεότητος ὑποστάτην φασὶ τὸν ὑπεράγαθον καὶ ὑπέρθεον, αὐτοαγαθότητα καὶ θεότητα λέγοντες εἶναι τὴν ἀγαθοποιὸν καὶ θεοποιὸν ἐκ Θεοῦ προεληλυθυῖαν δωρεάν· καὶ αὐτοκάλλος, τὴν αὐτοκαλλοποιον χύσιν· καὶ ὅλον κάλλος, καὶ μερικὸν κάλλος· καὶ ὅλως καλὰ, καὶ ἐν μέρει καλά· καὶ ὅσα ἄλλα κατὰ τὸν αὐτὸν εἴρηται καὶ εἰρήσεται τρόπον, δηλοῦντα προνοίας καὶ ἀγαθότητος μετεχόμενας ὑπὸ τῶν ὄντων, ἐκ Θεοῦ, τοῦ ἀμεθέκτου, προϊούσας ἀφθόνῳ χύσει καὶ ὑπερβλυσάσας, ἵνα ἀκριβῶς ὁ πάντων αἴτιος ἐπέκεινα ᾖ πάντων, καὶ τὸ ὑπερούσιον, καὶ ὑπερφυὲς πάντῃ ὑπερέχῃ τῶν καθ' ὁποίαν τινὰ ποτε οὐσίαν καὶ φύσιν.