On the Divine Names

Dionysius the Areopagite

On the Divine Names

Dionysius the Areopagite

Περὶ θείων ὀνομάτων

On the Divine Names (De divinis nominibus) is the chief theological treatise of the Christian Neoplatonist writing under the name Dionysius the Areopagite, probably in the late fifth or early sixth century. Addressed to Timothy, it unfolds the names predicated of God — Good, Light, Beauty, Love, Being, Life, Wisdom, Power, Justice, and the rest — through thirteen chapters, grounding each name in Scripture and in the tradition of Hierotheus. Its account of divine procession, participation, and the beautiful-and-good became foundational for Byzantine and medieval Latin theology, and it is among the authorities Aquinas cites most. Schola presents the Greek text with the Latin translation of Balthasar Corderius and the English translation of John Parker (1897).


CAPUT I. Quis libri finis, et quae e divinis nominibus prodita tandem esse, et ex rebus sensibilibus non posse cognosci

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

CAPUT II. unio et distinctio.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

CAPUT III. Quae sit vis orationis, et de beato Hierotheo, de religione et conscriptione theologica.

Τίς ἡ τῆς εὐχῆς δύναμις, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, καὶ περὶ εὐλαβείας καὶ συγγραφῆς θεολογικῆς.

§ I

Καὶ πρῶτην, εἰ δοκεῖ, τὴν παντελῆ, καὶ τῶν ὅλων τοῦ Θεοῦ προόδων ἐκφαντορικὴν ἀγαθωνυμίαν ἐπισκεψώμεθα, τὴν ἀγαθαρχικὴν καὶ ὑπεράγαθον ἐπικαλεσάμενοι Τριάδα, τὴν ἐκφαντορικὴν τῶν ὅλων ἑαυτῆς ἀγαθωτάτων προνοιῶν. Χρὴ γὰρ ἡμᾶς ταῖς εὐχαῖς πρῶτον ἐπ' αὐτὴν, ὡς ἀγαθαρχίαν, προσαγέσθαι, καὶ μᾶλλον αὐτῇ πλησιάζοντας, ἐν τούτῳ μυεῖσθαι τὰ πανάγαθα δῶρα τὰ περὶ αὐτὴν ἱδρυμένα· καὶ γὰρ αὐτὴ μὲν ἅπασι πάρεστιν, οὐ πάντα δὲ αὐτῇ πάρεστι. Τότε δὲ, ὅταν αὐτὴν ἐπικαλώμεθα, πανάγνοις μὲν εὐχαῖς, ἀνεπιθολώτῳ δὲ νῷ, καὶ τῇ πρὸς θείαν ἕνωσιν ἐπιτηδειότητι, τότε καὶ ἡμεῖς αὐτῇ πάρεσμεν· αὐτὴ γὰρ οὔτε ἐν τόπῳ ἐστὶν, ἵνα καὶ ἀπῇ τινος, ἢ ἐξ ἑτέρων εἰς ἕτερα μεταβῇ. Ἀλλὰ καὶ τὸ ἐν πᾶσι τοῖς οὖσιν αὐτὴν εἶναι λέγειν ἀπολείπεται τῆς ὑπὲρ πάντα καὶ πάντων περιληπτικῆς ἀπειρίας. Ἡμᾶς οὖν αὐτοὺς ταῖς εὐχαῖς ἀνατείνωμεν ἐπὶ τὴν τῶν θείων καὶ ἀγαθῶν ἀκτίνων ὑψηλοτέραν ἀνάνευσιν, ὥσπερ εἰ πολυφώτου σειρᾶς ἐκ τῆς οὐρανίας ἀκρότητος ἡρτημένης, εἰς δεῦρο δὲ καθηκούσης, καὶ ἀεὶ αὐτῆς ἐπὶ τὸ πρόσω χερσὶν ἀμοιβαίαις δρασσόμενοι, καθέλκειν μὲν αὐτὴν ἐδοκοῦμεν, τῷ ὄντι δὲ οὐ κατήγομεν ἐκείνην, ἄνω τε καὶ κάτω παροῦσαν, ἀλλ' αὐτοὶ ἡμεῖς ἀνηγόμεθα πρὸς τὰς ὑψηλοτέρας τῶν πολυφώτων ἀκτίνων μαρμαρυγάς. Ἢ ὥσπερ εἰς ναῦν ἐμβεβηκότες, καὶ ἀντεχόμενοι τῶν ἔκ τινος πέτρας εἰς ἡμᾶς ἐκτεινομένων πεισμάτων, καὶ οἷον ἡμῖν εἰς ἀντίληψιν ἐκδιδομένων, οὐκ ἐφ' ἡμᾶς τὴν πέτραν, ἀλλ' ἡμᾶς αὐτοὺς τῷ ἀληθεῖ καὶ τὴν ναῦν ἐπὶ τὴν πέτραν προσηγόμεν. Ὥσπερ καὶ τὸ ἔμπαλιν, εἴ τις τὴν παραλίαν πέτραν ἑστὼς ἐπὶ τῆς νηὸς ἀπώσεται, δράσει μὲν οὐδὲν εἰς τὴν ἑστῶσαν καὶ ἀκίνητον πέτραν, ἑαυτὸν δὲ ἐκείνης ἀποχωρίσει, καὶ ὅσῳ μᾶλλον αὐτὴν ἀπώσεται, μᾶλλον αὐτῆς ἀκοντισθήσεται. Διὸ καὶ πρὸ παντὸς, καὶ μᾶλλον θεολογίας, εὐχῆς ἀπέρχεσθαι χρεὼν, οὐχ ὡς ἐφελκομένους τὴν ἀπανταχῇ παροῦσαν καὶ οὐδαμῇ δύναμιν, ἀλλ' ὡς ταῖς θείαις μνείαις καὶ ἐπικλήσεσιν ἡμᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῇ καὶ ἑνοῦντας.

§ II

Καὶ τοῦτο δὲ ἴσως ἀπολογίας ἄξιον, ὅτι τοῦ κλεινοῦ καθηγεμόνος ἡμῶν Τεροθέου τὰς θεολογικὰς στοιχειώσεις ὑπερφυῶς συναγαγόντος, ἡμεῖς ὡς οὐχ ἱκανῶν ἐκείνων, ἄλλας τε καὶ τὴν παροῦσαν θεολογίαν συνεγραψάμεθα. Καίτοι γε, εἰ μὲν ἐκεῖνος ἐξῆς διαπραγματεύσασθαι πάσας τὰς θεολογικὰς πραγματείας ἠξίωσε, καὶ μερικαῖς ἀνελίξεσι διῆλθεν ἁπάσης θεολογίας κεφάλαιον, οὐκ ἂν ἡμεῖς ἐπὶ τοσοῦτον ἢ μανίας ἢ σκαιότητος ἐληλύθειμεν, ὡς ἢ δοτικώτερον ἐκείνου καὶ θειότερον οἰηθῆναι ταῖς θεολογίαις ἐπιβαλεῖν· ἢ δὶς τὰ αὐτὰ περιττῶς λέγοντας, εἰκανολογῆσαι, προσέτι καὶ ἀδικῆσαι καὶ διδάσκαλον καὶ φίλον ὄντα, καὶ ἡμᾶς τοὺς μετὰ Παῦλον τὸν θεῖον ἐκ τῶν ἐκείνου λόγων στοιχειωθέντας, τὴν κλεινοτάτην αὐτοῦ καὶ θεωρίαν καὶ ἔκφρασιν ἑαυτοῖς ἱφαρπάξοντας. Ἀλλ’ ἐπειδὴ τῷ ὄντι τὰ θεῖα πρεσβυτικῶς ὑφηγούμενος ἐκεῖνος, συνοπτικοὺς ἡμῖν ὅρους ἐξέθετο, καὶ ἐν ἑνὶ πολλὰ περιειληφότας, ὡς οἷόν ἡμῖν, καὶ ὅσοι καθ’ ἡμᾶς διδάσκαλοι τῶν νεοτελῶν ψυχῶν, ἐγκελευόμενος ἀναπτύξαι καὶ διακρῖναι τῷ ἡμῖν συμμετρῳ λόγῳ τὰς συνοπτικὰς καὶ ἐνιαίας τῆς νοερωτάτης τἀνδρὸς ἐκείνου δυνάμεως συνελίξεις· καὶ πολλάκις ἡμᾶς καὶ αὐτὸς εἰς τοῦτο προέτρεψεν, καὶ τὴν γε βίβλον αὐτὴν, ὡς ὑπεραίρουσαν ἀνταπέ- σκαλίας. Ταύτη τοι καὶ ἡμεῖς τὸν μὲν, ὡς τελείων καὶ πρεσβυτικῶν διανοιῶν διδάσκαλον, τοῖς ὑπὲρ τοὺς πολλοὺς ἀφορίζομεν, ὥσπερ τινὰ δεύτερα λόγια, καὶ τῶν θεοκρίστων ἀκόλουθα· τοῖς καθ' ἡμᾶς δὲ ἡμεῖς ἀναλόγως ἡμῖν τὰ θεῖα παραδώσομεν. Εἰ γὰρ τελείων ἐστὶν ἡ στερεὰ τροφή, τὸ ταύτην ἑστιᾶν ἑτέρους, ὁπόσης ἂν εἴη τελειότητος; Ὀρθῶς οὖν ἡμῖν καὶ τοῦτο εἴρηται, ὡς, τὴν μὲν αὐτοπτικὴν τῶν νοητῶν λογίων θέαν, καὶ τὴν συνοπτικὴν αὐτῶν διδασκαλίαν, πρεσβυτικῆς δεῖσθαι δυνάμεως· τὴν δὲ τῶν εἰς τοῦτο φερόντων λόγων ἐπιστήμην καὶ ἐκμάθησιν τοῖς ὀφειμένοις καθερωτάταις καὶ ἱερωμένοις ἁρμόζειν. Καίτοι καὶ τοῦτο ἡμῖν ἐπιτετήρηται λίαν ἐμμελῶς· ὥστε τοῖς αὐτῷ τῷ θείῳ καθηγεμόνι κατὰ ἔκφανσιν σαφῆ διηυκρινήμενοις, μηδ' ὅλως ἐγκεχειρηκέναι ποτὲ πρὸς ταυτολογίας, εἰς τὴν αὐτὴν τοῦ προτεθέντος αὐτῷ λογίου διασάφησιν· ἐπεὶ καὶ παρ' αὐτοῖς τοῖς θεολήπτοις ἡμῶν ἱεράρχαις, ἡνίκα καὶ ἡμεῖς, ὡς οἶσθα, καὶ αὐτὸς, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν, ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος, καὶ Πέτρος, ἡ κορυφαία καὶ πρεσβυτάτη τῶν θεολόγων ἀκρότης, εἶτα ἔδοξε μετὰ τὴν θέαν ὑμνῆσαι τοὺς ἱεράρχας ἅπαντας, ὡς ἕκαστος ἦν ἱκανὸς, τὴν ἀπειροδύναμον ἀγαθότητα τῆς θεαρχικῆς ἀσθενείας·) πάντων ἐκράτει μετὰ τοὺς θεολόγους, ὡς οἶσθα, τῶν ἄλλων ἱερομυστῶν, ὅλας ἐκδημῶν, ὅλος ἐξιστάμενος ἑαυτοῦ, καὶ τὴν πρὸς τὰ ὑμνούμενα κοινωνίαν πάσχων, καὶ πρὸς πάντων ὧν ἤκουετο καὶ ἑωρᾶτο, καὶ ἐγιγνώσκετο, καὶ οὐκ ἐγιγνώσκετο, θεόληπτος εἶναι, θεῖος ὑμνολόγος κρινόμενος. Καὶ τί ἄν σοι περὶ τῶν ἐκεῖ θεολογηθέντων λέγοιμι; Καὶ γὰρ εἰ μὴ καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, πολλάκις οἶδα παρὰ σοῦ καὶ μέρη τινὰ τῶν ἐνθεαστικῶν ἐκείνων ὑμνωδιῶν ἐπακούσας· οὕτω σοι σπουδὴ μὴ ἐκ παρέργου τὰ θεῖα μεταδιώκειν.

§ III

Ἀλλ' ἵνα τὰ ἐκεῖ μυστικὰ, καὶ ὡς τοῖς πολλοῖς ἄρρητα, καὶ ὡς ἐγνωσμένα σοι, παραλείψωμεν, ὅτι τοῖς πολλοῖς ἐχρῆν κοινωνῆσαι, καὶ ὅσους δυνατὸν ἐπὶ τὴν καθ' ἡμᾶς ἱερογνωσίαν προσαγαγεῖν, ὅπως ὑπερεῖχε τοὺς πολλοὺς τῶν ἱερῶν διδασκάλων, καὶ χρόνου τριβῇ, καὶ νοῦ καθαρότητι, καὶ ἀποδείξεων ἀκριβεῖᾳ, καὶ ταῖς λοιπαῖς ἱερολογίαις, ὥστε οὐκ ἄν ποτε πρὸς οὕτω μέγαν ἥλιον ἀντωπεῖν ἐνεχειρήσαμεν. Οὕτω γὰρ ἡμεῖς ἑαυτῶν συνησθόμεθα, καὶ ἴσμεν, ὡς οὔτε ἱκανῶς νοῆσαι τὰ νοητὰ τῶν θείων χωροῦμεν, οὔτε ὅσα τὰ ῥητὰ τῆς θεογνωσίας ἐξειπεῖν καὶ φράσαι. Πόρρω δὲ ὄντες, ἀπολειπόμεθα τῆς τῶν θείων ἀνδρῶν εἰς θεολογικὴν ἀλήθειαν ἐπιστήμης, ὅτι πᾶν- τως ἂν εἰς τοῦτο διὰ περισσὴν εὐλάβειαν ἐληλύθαμεν, εἰς τὸ μηδόλως ἀκούειν ἢ λέγειν τι περὶ τῆς θείας φιλοσοφίας, εἰ μὴ κατὰ νοῦν εἰλήφαμεν, ὡς οὐ χρὴ τῆς ἐνδεχομένης τῶν θείων γνώσεως ἀμελεῖν. Καὶ τοῦτο ἡμᾶς ἔπεισαν οὐ μόνον αἱ κατὰ φύσιν ἐφέσεις τῶν νοῶν, ἐρωτικῶς ἀεὶ γλιχόμεναι τῆς ἐγχωρούσης τῶν ὑπερφυῶν θεωρίας, ἀλλὰ καὶ αὐτὴ τῶν θείων θεσμῶν ἡ ἀρίστη διάταξις· τὰ μὲν ὑπὲρ ἡμᾶς ἀποφάσκουσα πολυπραγμονεῖν, καὶ ὡς ὑπὲρ ἀξίαν, καὶ ὡς ἀνέφικτα· πάντα δὲ ὅσα ἐν ἡμῖν ἐφίεται καὶ δεδώρηται μανθάνειν, προσεχῶς ἐγκελευομένη καὶ ἑτέροις ἀγαθοειδῶς μεταδιδόναι. Τούτοις οὖν καὶ ἡμεῖς πειθόμενοι, καὶ πρὸς τὴν ἐφικτὴν τῶν θείων ἔφασιν μὴ ἀποκαμόντες ἢ ἀποδειλιάσαντες, ἀλλὰ καὶ τοὺς μὴ δυναμένους εἰς τὰ ἡμῶν κρείττονα θεωρεῖν, ἀβοηθήτους καταλιπεῖν οὐ καρτεροῦντες, ἐπὶ τὸ συγγράφειν ἑαυτοὺς καθήκαμεν, καινὸν μὲν οὐδὲν εἰσηγεῖσθαι τολμῶντες, λεπτοτέραις δὲ καὶ ταῖς κατὰ μέρος ἑκάστον ἐξετάσεσι, τὰ συνοπτικῶς εἰρημένα τῷ ὄντως Ἱεροθέῳ διακρίνοντες καὶ ἐκφαίνοντες.

CAPUT IV. De bono, luce, pulchro, amore, exstasi, zelo; et quod malum neque ens sit, neque ex entibus, neque in entibus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

§ XI

§ XII

§ XIII

§ XIV

§ XV

§ XVI

§ XVII

§ XVIII

§ XIX

§ XX

§ XXI

§ XXII

§ XXIII

§ XXIV

§ XXV

§ XXVI

§ XXVII

§ XXVIII

§ XXIX

§ XXX

§ XXXI

§ XXXII

§ XXXIII

§ XXXIV

§ XXXV

CAPUT V. De ente, in quo etiam de exemplaribus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT VI. De vita.

§ I

§ II

§ III

CAPUT VII. De sapientia, mente, ratione, veritate, fide.

§ I

§ II

§ III

§ IV

CAPUT VIII. De potentia, justitia, salute, redemptione; ubi etiam de inaequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

CAPUT IX. De magno, parvo, eodem, alio, simili, dissimili, statu, motu, aequalitate.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

§ VII

§ VIII

§ IX

§ X

CAPUT X. De omnitenente, antiquo dierum; in quo etiam de aevo seu aeternitate et tempore.

§ I

§ II

§ III

CAPUT XI. De pace, quidque sibi velit ipsum per se esse, quae sit per se vita, quae vis ipsa per se, et quae illa coordinat atque conciliat, et quinam sint ejus effectus.

§ I

§ II

§ III

§ IV

§ V

§ VI

CAPUT XII. De Sancto sanctorum, Rege regum, Domino dominantium, Deo deorum.

§ I

§ II

§ III

§ IV

CAPUT XIII. De perfecto et uno.

§ I

§ II

§ III

§ IV

↑ Top of work