Alcibiades 1
Plato (428–347 BC)
Plato's Alcibiades 1 in the Greek text edited by John Burnet.
Section 103
Section 104
Section 105
Section 106
Section 107
Section 108
Section 109
Section 110
Section 111
Section 112
Section 113
Section 114
Section 115
Section 116
Section 117
Section 118
Section 119
Section 120
Section 121
Section 122
Section 123
Section 124
Section 125
Section 126
Section 127
Section 128
Section 129
Section 130
Section 131
Section 132
Section 133
Section 134
Section 135
ΣΩ. ὧι γὰρ ἄν, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει; οἷον νοσοῦντι ἐξουσίας οὔσης δρᾶν ὃ
[135a] βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι, τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον; ἆρʼ οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα;
ΑΛ. ἀληθῆ λέγεις.
ΣΩ. τί δʼ ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις;
ΑΛ. ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν.
ΣΩ. οὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ
[135b] ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ κακῶς πράττειν;
ΑΛ. ἀνάγκη.
ΣΩ. οὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθʼ αὑτῷ οὔτε τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλʼ ἀρετήν.
ΑΛ. ἀληθῆ λέγεις.
ΣΩ. πρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ ἄρχειν ἀνδρί, οὐ μόνον παιδί.
ΑΛ. φαίνεται.
ΣΩ. οὐκοῦν τό γʼ ἄμεινον καὶ κάλλιον;
ΑΛ. ναί.
ΣΩ. τὸ δὲ κάλλιον πρεπωδέστερον;
[135c] ΑΛ. πῶς δʼ οὔ;
ΣΩ. πρέπει ἄρα τῷ κακῷ δουλεύειν· ἄμεινον γάρ.
ΑΛ. ναί.
ΣΩ. δουλοπρεπὲς ἄρʼ ἡ κακία.
ΑΛ. φαίνεται.
ΣΩ. ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή.
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν;
ΑΛ. μάλιστά γε, ὦ Σώκρατες.
ΣΩ. αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ;
ΑΛ. δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι.
ΣΩ. οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί,
[135d] ΑΛ. ἔγωγε.
ΣΩ. πῶς;
ΑΛ. ἐὰν βούλῃ σύ, ὦ Σώκρατες.
ΣΩ. οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη.
ΑΛ. ἀλλὰ πῶς χρὴ λέγειν;
ΣΩ. ὅτι ἐὰν θεὸς ἐθέλῃ.
ΑΛ. λέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν· οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ.
[135e] ΣΩ. ὦ γενναῖε, πελαργοῦ ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται.
ΑΛ. ἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι.
ΣΩ. βουλοίμην ἄν σε καὶ διατελέσαι· ὀρρωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν, ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.