Alcibiades 1

Plato

Alcibiades 1

Plato (428–347 BC)

Plato's Alcibiades 1 in the Greek text edited by John Burnet.


Section 103

Section 104

Section 105

Section 106

Section 107

Section 108

Section 109

Section 110

Section 111

Section 112

Section 113

Section 114

Section 115

Section 116

Section 117

Section 118

Section 119

Section 120

Section 121

Section 122

Section 123

Section 124

Section 125

Section 126

Section 127

Section 128

Section 129

Section 130

[130a] ΣΩ. ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή;

ΑΛ. οὐκ ἄλλο.

ΣΩ. οὐκοῦν ἄρχουσα;

ΑΛ. ναί.

ΣΩ. καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.

ΑΛ. τὸ ποῖον;

ΣΩ. μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.

ΑΛ. τίνων;

ΣΩ. ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο.

ΑΛ. τί μήν;

ΣΩ. ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;

[130b] ΑΛ. ὡμολογήσαμεν.

ΣΩ. ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει;

ΑΛ. οὐδαμῶς.

ΣΩ. ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.

ΑΛ. ναί.

ΣΩ. οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν.

ΑΛ. οὐκ ἔοικεν.

ΣΩ. ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος;

ΑΛ. ἴσως δῆτα.

ΣΩ. πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν.

ΑΛ. ὀρθῶς.

[130c] ΣΩ. ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ ψυχήν.

ΑΛ. κομιδῇ μὲν οὖν.

ΣΩ. ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος;

ΑΛ. μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν.

ΣΩ. εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ

[130d] παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως.

ΑΛ. τί τοῦτο;

ΣΩ. ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν.

ΑΛ. οὐ δῆτα.

ΣΩ. οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν;

[130e] ΑΛ. πάνυ μὲν οὖν.

ΣΩ. τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή.

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.

Section 131

Section 132

Section 133

Section 134

Section 135

↑ Top of work