Alcibiades 1

Plato

Alcibiades 1

Plato (428–347 BC)

Plato's Alcibiades 1 in the Greek text edited by John Burnet.


Section 103

Section 104

Section 105

Section 106

Section 107

Section 108

Section 109

Section 110

Section 111

Section 112

Section 113

Section 114

Section 115

Section 116

ΣΩ. οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ [116a] ἀγαθὸν ἀγαθὴν κλητέον.

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν;

ΑΛ. ναί.

ΣΩ. τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ.

ΑΛ. ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες.

ΣΩ. οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν.

[116b] ΑΛ. οὐ φαίνεται.

ΣΩ. ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει;

ΑΛ. ναί.

ΣΩ. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες;

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν;

ΑΛ. μάλιστα.

ΣΩ. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν;

ΑΛ. ναί.

ΣΩ. τὸ εὖ ἄρα πράττειν ἀγαθόν;

ΑΛ. πῶς δʼ οὔ;

ΣΩ. οὐκοῦν καλὸν ἡ εὐπραγία;

ΑΛ. ναί.

[116c] ΣΩ. ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν.

ΑΛ. φαίνεται.

ΣΩ. ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου.

ΑΛ. ἀνάγκη.

ΣΩ. τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ;

ΑΛ. συμφέρει.

ΣΩ. μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν;

ΑΛ. οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν.

ΣΩ. οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;

ΑΛ. ναί.

[116d] ΣΩ. τὰ δὲ ἀγαθὰ συμφέρειν;

ΑΛ. ναί.

ΣΩ. τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν.

ΑΛ. ἔοικεν.

ΣΩ. τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν;

ΑΛ. φαίνομαι, ὡς ἔοικα.

ΣΩ. εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων [116e] ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα;

ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα.

ΣΩ. εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν;

ΑΛ. πάνυ γε.

ΣΩ. οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά;

Section 117

Section 118

Section 119

Section 120

Section 121

Section 122

Section 123

Section 124

Section 125

Section 126

Section 127

Section 128

Section 129

Section 130

Section 131

Section 132

Section 133

Section 134

Section 135

↑ Top of work