Alcibiades 1
Plato (428–347 BC)
Plato's Alcibiades 1 in the Greek text edited by John Burnet.
Section 103
Section 104
Section 105
Section 106
Section 107
Section 108
Section 109
Section 110
Section 111
Section 112
Section 113
Section 114
Section 115
Section 116
Section 117
Section 118
Section 119
Section 120
Section 121
Section 122
Section 123
Section 124
Section 125
[125a] ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας;
ΑΛ. τοὺς φρονίμους.
ΣΩ. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;
ΑΛ. ναί.
ΣΩ. ὃ δὲ ἄφρων, πονηρός;
ΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν;
ΑΛ. πάνυ γε.
ΣΩ. ἀγαθὸς ἄρʼ εἰς αὐτά;
ΑΛ. ἀγαθός.
ΣΩ. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος;
ΑΛ. ναί.
[125b] ΣΩ. κακὸς ἄρα εἰς τοῦτο;
ΑΛ. ναί.
ΣΩ. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός.
ΑΛ. φαίνεται.
ΣΩ. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις;
ΑΛ. τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει.
ΣΩ. οὐ δήπου ἵππων γε;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ ἀνθρώπων;
ΑΛ. ναί.
ΣΩ. ἆρα καμνόντων;
ΑΛ. οὔ.
ΣΩ. ἀλλὰ πλεόντων;
ΑΛ. οὔ φημι.
ΣΩ. ἀλλὰ θεριζόντων;
ΑΛ. οὔ.
[125c] ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων;
ΑΛ. ποιούντων λέγω.
ΣΩ. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι.
ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν.
ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων;
ΑΛ. ναί.
ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις;
ΑΛ. οὐ δῆτα.
ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή;
ΑΛ. ναί.
ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις [125d] ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;
ΑΛ. οὐ δῆτα.
ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ;
ΑΛ. πάνυ γε.
ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;
ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει.
ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;
ΑΛ. κυβερνητική.
[125e] ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν;
ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία.
ΣΩ. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην;
ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες.
ΣΩ. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ εὐβουλία;