Alcibiades 1
Plato (428–347 BC)
Plato's Alcibiades 1 in the Greek text edited by John Burnet.
Section 103
Section 104
Section 105
Section 106
Section 107
Section 108
[108a] ΣΩ. ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;
ΑΛ. τοσαῦτα.
ΣΩ. οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;
ΑΛ. πάνυ γε.
ΣΩ. ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;
ΑΛ. δεῖ γάρ.
ΣΩ. οὐκοῦν τότε ὁπότε βέλτιον;
ΑΛ. ναί.
ΣΩ. καὶ τοσαῦθʼ ὅσα βέλτιον;
ΑΛ. φημί.
ΣΩ. τί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις,
[108b] τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν· σὺ δʼ ἐκεῖνο τί καλεῖς;
ΑΛ. οὐκ ἐννοῶ.
ΣΩ. ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ;
ΑΛ. ναί.
ΣΩ. ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;
ΑΛ. πῶς δʼ οὔ;
[108c] ΣΩ. ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.
ΑΛ. εἶπες γάρ.
ΣΩ. οὐκοῦν καλῶς;
ΑΛ. ἔμοιγε δοκεῖ.
ΣΩ. ἴθι δὴ καὶ σύ—πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι—εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾁδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; οὔπω δύνασαι εἰπεῖν;
ΑΛ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ ὧδε πειρῶ· τίνες αἱ θεαὶ ὧν ἡ τέχνη;
ΑΛ. τὰς μούσας, ὦ Σώκρατες, λέγεις;
[108d] ΣΩ. ἔγωγε. ὅρα δή· τίνα ἀπʼ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει;
ΑΛ. μουσικήν μοι δοκεῖς λέγειν.
ΣΩ. λέγω γάρ. τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; ὥσπερ ἐκεῖ ἐγώ σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φῄς; πῶς γίγνεσθαι;
ΑΛ. μουσικῶς μοι δοκεῖ.
ΣΩ. εὖ λέγεις. ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί [108e] ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφʼ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον.
ΑΛ. ἀλλʼ οὐ πάνυ τι ἔχω.