Alcibiades 1

Plato

Alcibiades 1

Plato (428–347 BC)

Plato's Alcibiades 1 in the Greek text edited by John Burnet.


Section 103

Section 104

Section 105

Section 106

Section 107

Section 108

Section 109

Section 110

Section 111

Section 112

Section 113

Section 114

Section 115

Section 116

Section 117

Section 118

Section 119

Section 120

Section 121

Section 122

Section 123

Section 124

Section 125

Section 126

[126a] ΑΛ. ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας.

ΣΩ. καλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν;

ΑΛ. εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι.

ΣΩ. ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; ὥσπερ ἂν εἰ σύ με ἔροιο· ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως;

[126b] ΑΛ. ναί.

ΣΩ. καὶ εἴ μʼ αὖ ἔροιο· τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα; ὡσαύτως εἴποιμʼ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται.

ΑΛ. ὀρθῶς.

ΣΩ. τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται;

[126c] ΑΛ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται.

ΣΩ. ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν;

ΑΛ. ὁμόνοιαν.

ΣΩ. διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς;

ΑΛ. διὰ τὴν ἀριθμητικήν.

ΣΩ. τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν;

ΑΛ. ναί.

ΣΩ. οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος;

ΑΛ. ναί.

ΣΩ. διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ [126d] περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν μετρητικήν;

ΑΛ. τί μήν;

ΣΩ. οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις;

ΑΛ. ναί.

ΣΩ. τί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως;

ΑΛ. φημί.

ΣΩ. ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον;

ΑΛ. εἰκός γέ τοι.

ΣΩ. τίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ [126e] προθυμοῦ εἰπεῖν.

ΑΛ. ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί.

ΣΩ. οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ;

ΑΛ. οὐ δῆτα.

ΣΩ. οὐδέ γε δεῖ οὐδέν· γυναικεῖον γὰρ τοῦτό γε μάθημα.

ΑΛ. ναί.

Section 127

Section 128

Section 129

Section 130

Section 131

Section 132

Section 133

Section 134

Section 135

↑ Top of work