Alcibiades 1

Plato

Alcibiades 1

Plato (428–347 BC)


ColumnsGreek·

Caput I: Section 103

[103a] ΣΩ. ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι, καὶ ὅτι οἱ μὲν ἄλλοι διʼ ὄχλου ἐγένοντό σοι διαλεγόμενοι, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον. τούτου δὲ τὸ αἴτιον γέγονεν οὐκ ἀνθρώπειον, ἀλλά τι δαιμόνιον ἐναντίωμα, οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ. νῦν δὲ

[103b] ἐπειδὴ οὐκέτι ἐναντιοῦται, οὕτω προσελήλυθα· εὔελπις δʼ εἰμὶ καὶ τὸ λοιπὸν μὴ ἐναντιώσεσθαι αὐτό. σχεδὸν οὖν κατανενόηκα ἐν τούτῳ τῷ χρόνῳ σκοπούμενος ὡς πρὸς τοὺς ἐραστὰς ἔσχες· πολλῶν γὰρ γενομένων καὶ μεγαλοφρόνων οὐδεὶς ὃς οὐχ ὑπερβληθεὶς τῷ φρονήματι ὑπὸ σοῦ πέφευγεν.

Caput II: Section 104

[104a] ΣΩ. τὸν δὲ λόγον, ᾧ ὑπερπεφρόνηκας, ἐθέλω διελθεῖν. οὐδενὸς φῂς ἀνθρώπων ἐνδεὴς εἶναι εἰς οὐδέν· τὰ γὰρ ὑπάρχοντά σοι μεγάλα εἶναι, ὥστε μηδενὸς δεῖσθαι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν. οἴει γὰρ δὴ εἶναι πρῶτον μὲν κάλλιστός τε καὶ μέγιστος—καὶ τοῦτο μὲν δὴ παντὶ δῆλον ἰδεῖν ὅτι οὐ ψεύδῃ—ἔπειτα νεανικωτάτου γένους ἐν τῇ σεαυτοῦ [104b] ἐνταῦθα πρὸς πατρός τέ σοι φίλους καὶ συγγενεῖς πλείστους εἶναι καὶ ἀρίστους, οἳ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι, τούτων δὲ τοὺς πρὸς μητρὸς οὐδὲν χείρους οὐδʼ ἐλάττους. συμπάντων δὲ ὧν εἶπον μείζω οἴει σοι δύναμιν ὑπάρχειν Περικλέα τὸν Ξανθίππου, ὃν ὁ πατὴρ ἐπίτροπον κατέλιπε σοί τε καὶ τῷ ἀδελφῷ· ὃς οὐ μόνον ἐν τῇδε τῇ πόλει δύναται πράττειν ὅτι ἂν βούληται, ἀλλʼ ἐν πάσῃ τῇ Ἑλλάδι καὶ τῶν βαρβάρων ἐν πολλοῖς καὶ μεγάλοις γένεσιν. προσθήσω δὲ καὶ ὅτι τῶν [104c] πλουσίων· δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μέγα φρονεῖν. κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν, καί σε ταῦτʼ οὐ λέληθεν· ὅθεν δὴ εὖ οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ ἥντινʼ ἔχων ἐλπίδα ὑπομένω τῶν ἄλλων πεφευγότων.

ΑΛ. καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθʼ ὅτι σμικρόν [104d] με ἔφθης. ἐγὼ γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν αὐτὰ ταῦτʼ ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρών· τῷ ὄντι γὰρ θαυμάζω ὅτι ποτʼ ἐστὶ τὸ σὸν πρᾶγμα, καὶ ἥδιστʼ ἂν πυθοίμην.

ΣΩ. ἀκούσῃ μὲν ἄρα μου, ὡς τὸ εἰκός, προθύμως, εἴπερ, ὡς φῄς, ἐπιθυμεῖς εἰδέναι τί διανοοῦμαι, καὶ ὡς ἀκουσομένῳ καὶ περιμενοῦντι λέγω.

ΑΛ. πάνυ μὲν οὖν· ἀλλὰ λέγε.

[104e] ΣΩ. ὅρα δή· οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἰ, ὥσπερ μόγις ἠρξάμην, οὕτω μόγις καὶ παυσαίμην.

ΑΛ. ὠγαθὲ λέγε· ἀκούσομαι γάρ.

Caput III: Section 105

ΣΩ. λεκτέον ἂν εἴη. χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν. ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς [105a] γε δὴ ἐμαυτὸν πείθω· νῦν δʼ ἕτερʼ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα. δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν· ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι; δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι· ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω. ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων [105b] δῆμον παρέλθῃς—τοῦτο δʼ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν— παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτʼ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ τοῦτʼ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν δʼ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ, [105c] διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδʼ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι. ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω. ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω, τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτʼ ἐστί σοι πρὸς [105d] >λόγον; ὃν ἔφησθα ἐρεῖν, διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ; ἐγὼ δὲ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης. τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον· τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει. ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι [105e] αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ ὅτι οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον δυνήσεσθαι ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς οὔτʼ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι. νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην [106a] διαλεγοίμην. νῦν δʼ ἐφῆκεν· νῦν γὰρ ἄν μου ἀκούσαις.

Caput IV: Section 106

ΑΛ. πολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ ὅτε σιγῶν εἵπου· καίτοι σφόδρα γε ἦσθʼ ἰδεῖν καὶ τότε τοιοῦτος. εἰ μὲν οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε. εἶεν· εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο; ἔχεις λέγειν;

[106b] ΣΩ. ἆρʼ ἐρωτᾷς εἴ τινʼ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι; οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλʼ ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τʼ ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ ὑπηρετῆσαι.

ΑΛ. ἀλλʼ εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω.

ΣΩ. ἦ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενα;

ΑΛ. οὐ χαλεπόν.

ΣΩ. ἀποκρίνου δή.

ΑΛ. Ἐρώτα.

ΣΩ. οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ, ἅ φημί σε [106c] διανοεῖσθαι;

ΑΛ. ἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅτι καὶ ἐρεῖς.

ΣΩ. φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου· εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος ἐροίμην· ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων; ἆρʼ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι; τί ἂν ἀποκρίναιο;

[106d] ΑΛ. εἴποιμʼ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι.

ΣΩ. περὶ ὧν ἄρʼ εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ.

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. οὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρʼ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες;

ΑΛ. ποῖα γὰρ ἄλλα;

ΣΩ. ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτʼ αὐτὸς ζητεῖν;

ΑΛ. οὐκ ἔστιν.

ΣΩ. τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου;

ΑΛ. οὐ δῆτα.

[106e] ΣΩ. ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι;

ΑΛ. ἀνάγκη.

ΣΩ. ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα· εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ. ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτʼ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθʼ ἡμέραν ἐξιὼν ἔνδοθεν.

ΑΛ. ἀλλʼ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.

Caput V: Section 107

[107a] ΣΩ. πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;

ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.

ΣΩ. ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;

ΑΛ. οὐδαμῶς.

ΣΩ. οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.

ΑΛ. οὐ μέντοι.

ΣΩ. ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.

ΑΛ. οὐ δῆτα.

ΣΩ. οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.

[107b] ΑΛ. ναί.

ΣΩ. οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;

ΑΛ. οὔ.

ΣΩ. μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.

ΑΛ. ναί.

ΣΩ. ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής.

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, [107c] πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον.

ΑΛ. εἰκότως γε.

ΣΩ. ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ;

ΑΛ. ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.

ΣΩ. τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι;

ΑΛ. οὐκ ἔγωγε, ὦ Σώκρατες.

ΣΩ. ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτʼ αἴτιον ἢ ἄλλο τι;

ΑΛ. οὔκ, ἀλλὰ τοῦτο.

[107d] ΣΩ. ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;

ΑΛ. ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων.

ΣΩ. ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον;

ΑΛ. ναί.

ΣΩ. χρὴ δʼ οὐχ οἷς βέλτιον;

ΑΛ. ναί.

[107e] ΣΩ. καὶ τόθʼ ὁπότε βέλτιον;

ΑΛ. πάνυ γε.

ΣΩ. καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον;

ΑΛ. ναί.

ΣΩ. εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ παιδοτρίβης;

ΑΛ. ὁ παιδοτρίβης δήπου.

ΣΩ. ἔχεις οὖν εἰπεῖν πρὸς τί ἂν βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; λέγω δὲ τὸ τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ;

ΑΛ. ναί.

Caput VI: Section 108

[108a] ΣΩ. ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;

ΑΛ. τοσαῦτα.

ΣΩ. οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;

ΑΛ. πάνυ γε.

ΣΩ. ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;

ΑΛ. δεῖ γάρ.

ΣΩ. οὐκοῦν τότε ὁπότε βέλτιον;

ΑΛ. ναί.

ΣΩ. καὶ τοσαῦθʼ ὅσα βέλτιον;

ΑΛ. φημί.

ΣΩ. τί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις,

[108b] τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν· σὺ δʼ ἐκεῖνο τί καλεῖς;

ΑΛ. οὐκ ἐννοῶ.

ΣΩ. ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ;

ΑΛ. ναί.

ΣΩ. ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;

ΑΛ. πῶς δʼ οὔ;

[108c] ΣΩ. ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.

ΑΛ. εἶπες γάρ.

ΣΩ. οὐκοῦν καλῶς;

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. ἴθι δὴ καὶ σύ—πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι—εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾁδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; οὔπω δύνασαι εἰπεῖν;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἀλλʼ ὧδε πειρῶ· τίνες αἱ θεαὶ ὧν ἡ τέχνη;

ΑΛ. τὰς μούσας, ὦ Σώκρατες, λέγεις;

[108d] ΣΩ. ἔγωγε. ὅρα δή· τίνα ἀπʼ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει;

ΑΛ. μουσικήν μοι δοκεῖς λέγειν.

ΣΩ. λέγω γάρ. τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; ὥσπερ ἐκεῖ ἐγώ σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φῄς; πῶς γίγνεσθαι;

ΑΛ. μουσικῶς μοι δοκεῖ.

ΣΩ. εὖ λέγεις. ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί [108e] ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφʼ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον.

ΑΛ. ἀλλʼ οὐ πάνυ τι ἔχω.

Caput VII: Section 109

ΣΩ. ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη; περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ οὗ [109a] προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δʼ, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; ἢ οὐκ αἰσχρὸν φανεῖται;

ΑΛ. πάνυ γε.

ΣΩ. σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ;

ΑΛ. ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι.

ΣΩ. οὐδʼ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα;

[109b] ΑΛ. ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι.

ΣΩ. ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε.

ΑΛ. ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως;

ΣΩ. αὐτὸ τοῦτο.

ΑΛ. ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν.

ΣΩ. τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας;

[109c] ΑΛ. δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε.

ΣΩ. οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν.

ΑΛ. οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι.

ΣΩ. πρὸς ταῦτʼ ἄρα καὶ σὺ τὸ δίκαιον τοὺς λόγους ποιήσῃ;

ΑΛ. ἀνάγκη.

ΣΩ. ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ;

ΑΛ. φαίνεταί γε.

[109d] ΣΩ. πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος; φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ.

ΑΛ. σκώπτεις, ὦ Σώκρατες.

ΣΩ. οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι· ἀλλʼ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν.

[109e] ΑΛ. τί δʼ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων;

ΣΩ. ναί, εἴ γε εὕροις.

ΑΛ. ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ;

ΣΩ. καὶ μάλα γε, εἰ ζητήσαις.

ΑΛ. εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;

ΣΩ. ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.

ΑΛ. εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;

Caput VIII: Section 110

ΣΩ. καλῶς λέγεις. ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον [110a] ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; ἢ ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται.

ΑΛ. ἀλλʼ ᾤμην εἰδέναι.

ΣΩ. τρίτον δʼ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως;

ΑΛ. ἔγωγε.

ΣΩ. ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ;

ΑΛ. ναί.

ΣΩ. τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι.

ΑΛ. πῶς εὖ οἶσθα;

[110b] ΣΩ. πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ· ἢ οὐκ ἀληθῆ λέγω;

ΑΛ. ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ;

ΣΩ. σὺ δʼ εἰ τύχοις ἀγνοῶν εἴτʼ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ ποιεῖν;

[110c] ΑΛ. μὰ Δίʼ ἀλλʼ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.

ΣΩ. ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.

ΑΛ. ἔγωγε· καὶ ἠπιστάμην γε.

ΣΩ. ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.

ΑΛ. οὐ δῆτα.

ΣΩ. πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.

ΑΛ. μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν.

[110d] ΣΩ. εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.

ΑΛ. οὐ πάνυ φαίνομαι.

ΣΩ. ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες, πῶς οἶσθα καὶ πόθεν;

ΑΛ. ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών.

ΣΩ. τὸ δὲ πῶς εἶχεν;

ΑΛ. ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.

ΣΩ. πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί.

[110e] ΑΛ. παρὰ τῶν πολλῶν.

ΣΩ. οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων.

ΑΛ. τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι;

ΣΩ. οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει;

ΑΛ. ναί.

ΣΩ. εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;

ΑΛ. οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν.

ΣΩ. ποῖα ταῦτα;

Caput IX: Section 111

[111a] ΑΛ. οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους.

ΣΩ. ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν.

ΑΛ. τί δή;

ΣΩ. ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν.

ΑΛ. τί τοῦτο λέγεις;

ΣΩ. οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν [111b] αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὔ;

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι;

ΑΛ. ναί.

ΣΩ. ἐν οἷς δʼ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς;

ΑΛ. οὐ δῆτα.

ΣΩ. τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν;

ΑΛ. οὐδαμῶς.

ΣΩ. τί οὖν; δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον; καὶ ἐάν τινα ἐρωτᾷς, ἆρʼ οὐ τὰ αὐτὰ [111c] ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον; ὡσαύτως καὶ πάνθʼ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ;

ΑΛ. ναί.

ΣΩ. οὐκοῦν εἰς μὲν ταῦθʼ, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ μὲν ταῦθʼ αἱ δʼ ἄλλα φάσκουσαι;

ΑΛ. οὐ γάρ.

ΣΩ. εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί.

[111d] ΑΛ. ναί.

ΣΩ. οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν;

ΑΛ. πάνυ γε.

ΣΩ. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρʼ ἔτι οἱ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ [111e] κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν;

ΑΛ. ἔμοιγε.

ΣΩ. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλʼ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρʼ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἦν δʼ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας αὐτοὺς διαφερομένους;

ΑΛ. ἔμοιγε.

Caput X: Section 112

ΣΩ. τί δὲ δή; νῦν περὶ τῶν δικαίων καὶ ἀδίκων ἀνθρώπων [112a] καὶ πραγμάτων οἱ πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις;

ΑΛ. ἥκιστα νὴ Δίʼ, ὦ Σώκρατες.

ΣΩ. τί δέ; μάλιστα περὶ αὐτῶν διαφέρεσθαι;

ΑΛ. πολύ γε.

ΣΩ. οὔκουν οἴομαί γε πώποτέ σε ἰδεῖν οὐδʼ ἀκοῦσαι σφόδρα οὕτω διαφερομένους ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μή, ὥστε διὰ ταῦτα μάχεσθαί τε καὶ ἀποκτεινύναι ἀλλήλους.

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἀλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγʼ οἶδʼ ὅτι, [112b] καὶ εἰ μὴ ἑώρακας, ἀκήκοας γοῦν ἄλλων τε πολλῶν καὶ Ὁμήρου· καὶ Ὀδυσσείας γὰρ καὶ Ἰλιάδος ἀκήκοας.

ΑΛ. πάντως δήπου, ὦ Σώκρατες.

ΣΩ. οὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων;

ΑΛ. ναί.

ΣΩ. καὶ αἱ μάχαι γε καὶ οἱ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε Ἀχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ Ὀδυσσεῖ.

[112c] ΑΛ. ἀληθῆ λέγεις.

ΣΩ. οἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ Κλεινίας ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν· ἦ γάρ;

ΑΛ. ἀληθῆ λέγεις.

ΣΩ. τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως [112d] σφόδρα διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται;

ΑΛ. οὐ φαίνεταί γε.

ΣΩ. οὐκοῦν εἰς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι;

ΑΛ. ἔοικα.

ΣΩ. πῶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ παρʼ οὐδενὸς οὔτʼ αὐτὸς ἐξευρών;

ΑΛ. ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός.

[112e] ΣΩ. ὁρᾷς αὖ τοῦθʼ ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη;

ΑΛ. τὸ ποῖον;

ΣΩ. ὅτι ἐμὲ φῂς ταῦτα λέγειν.

ΑΛ. τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων;

ΣΩ. οὐ μέντοι.

ΑΛ. ἀλλʼ ἐγώ;

ΣΩ. ναί.

ΑΛ. πῶς δή;

ΣΩ. ὧδε εἴσῃ. ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο;

ΑΛ. ἔγωγε.

ΣΩ. πόσῳ;

ΑΛ. ἑνί.

ΣΩ. πότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω;

ΑΛ. ἐγώ.

ΣΩ. οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δʼ ἀπεκρίνου;

ΑΛ. ναί.

Caput XI: Section 113

[113a] ΣΩ. περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος;

ΑΛ. ἐγώ.

ΣΩ. τί δʼ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δʼ εἴπῃς, πότερος ὁ λέγων;

ΑΛ. ἐγώ.

ΣΩ. ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ λέγων, ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος;

ΑΛ. ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.

[113b] ΣΩ. οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ἦ ὁ ἐρωτῶν;

ΑΛ. ναί.

ΣΩ. σὺ δʼ ὁ ἀποκρινόμενος;

ΑΛ. πάνυ γε.

ΣΩ. τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν;

ΑΛ. φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ.

ΣΩ. οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν; οὐ ταῦτʼ ἦν;

[113c] ΑΛ. φαίνεται.

ΣΩ. τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδʼ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ μάτην. καὶ μέντοι καὶ εὖ λέγεις. μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν.

[113d] ΑΛ. οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα εἶναι, ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν. οὐ γὰρ ταὐτὰ οἶμαι ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια ἐργασαμένοις οὐ συνήνεγκεν.

ΣΩ. τί οὖν; εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια [113e] τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ οἴει ταῦτʼ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις, καὶ διʼ ὅτι;

ΑΛ. τί γὰρ κωλύει, ὦ Σώκρατες; εἰ μή με αὖ ἐρήσῃ παρʼ ὅτου ἔμαθον ἢ ὅπως αὐτὸς ηὗρον.

Caput XII: Section 114

ΣΩ. οἷον τοῦτο ποιεῖς. εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι τεκμήριον καθαρὸν [114a] καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών. ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· [114b] πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε.

ΑΛ. ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν.

ΣΩ. ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ;

ΑΛ. ναί.

ΣΩ. οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας [114c] πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς;

ΑΛ. ναί.

ΣΩ. ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει;

ΑΛ. ναί.

ΣΩ. οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός;

ΑΛ. πάνυ γε.

ΣΩ. οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα;

ΑΛ. εἰκός γε.

ΣΩ. ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.

ΑΛ. ναί.

ΣΩ. ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ [114d] δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα;

ΑΛ. κινδυνεύει.

ΣΩ. ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει.

ΑΛ. ὑβριστὴς εἶ, ὦ Σώκρατες.

ΣΩ. νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.

ΑΛ. λέγε δή.

ΣΩ. ἀποκρίνου μόνον τὰ ἐρωτώμενα.

[114e] ΑΛ. μή, ἀλλὰ σὺ αὐτὸς λέγε.

ΣΩ. τί δʼ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι;

ΑΛ. πάντως δήπου.

ΣΩ. οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος;

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς.

ΑΛ. οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.

Caput XIII: Section 115

Caput XIV: Section 116

Caput XV: Section 117

Caput XVI: Section 118

Caput XVII: Section 119

Caput XVIII: Section 120

Caput XIX: Section 121

Caput XX: Section 122

Caput XXI: Section 123

Caput XXII: Section 124

Caput XXIII: Section 125

Caput XXIV: Section 126

Caput XXV: Section 127

Caput XXVI: Section 128

Caput XXVII: Section 129

Caput XXVIII: Section 130

Caput XXIX: Section 131

Caput XXX: Section 132

Caput XXXI: Section 133

Caput XXXII: Section 134

Caput XXXIII: Section 135

↑ Top of work