Euthydemus

Plato

Euthydemus

Plato (428–347 BC)

Plato's Euthydemus in the Greek text edited by John Burnet.


Section 271

Section 272

Section 273

Section 274

Section 275

Section 276

Section 277

Section 278

Section 279

Section 280

Section 281

Section 282

Section 283

Section 284

Section 285

Section 286

Section 287

Section 288

Section 289

Section 290

Section 291

Section 292

Section 293

Section 294

Section 295

Section 296

Section 297

Section 298

Section 299

ΣΩ. πολὺ μέντοι, ἔφη, δικαιότερον τὸν ὑμέτερον πατέρʼ ἂν τύπτοιμι, ὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν. ἀλλʼ ἦ που, ὦ Εὐθύδημε, πόλλʼ ἀγαθὰ ἀπὸ τῆς ὑμετέρας σοφίας ταύτης ἀπολέλαυκεν ὁ πατὴρ ὁ ὑμέτερός τε καὶ τῶν κυνιδίων. ἀλλʼ οὐδὲν δεῖται πολλῶν ἀγαθῶν, ὦ Κτήσιππε, οὔτʼ ἐκεῖνος οὔτε σύ. οὐδὲ σύ, ἦ δʼ ὅς, ὦ Εὐθύδημε, αὐτός; οὐδὲ ἄλλος γε οὐδεὶς ἀνθρώπων. εἰπὲ γάρ μοι, ὦ Κτήσιππε, εἰ ἀγαθὸν νομίζεις εἶναι ἀσθενοῦντι φάρμακον πιεῖν ἢ οὐκ ἀγαθὸν εἶναι δοκεῖ σοι, ὅταν δέηται· ἢ εἰς πόλεμον ὅταν ἴῃ, ὅπλα ἔχοντα μᾶλλον ἰέναι ἢ ἄνοπλον.—ἔμοιγε, ἔφη. καίτοι οἶμαί τί σε τῶν καλῶν ἐρεῖν.—σὺ ἄριστα εἴσῃ, ἔφη· ἀλλʼ ἀποκρίνου. ἐπειδὴ γὰρ ὡμολόγεις ἀγαθὸν εἶναι φάρμακον, ὅταν δέῃ, πίνειν ἀνθρώπῳ, ἄλλο τι τοῦτο τὸ ἀγαθὸν ὡς πλεῖστον δεῖ πίνειν, καὶ καλῶς ἐκεῖ ἕξει, ἐάν τις αὐτῷ τρίψας ἐγκεράσῃ ἐλλεβόρου ἅμαξαν;—καὶ ὁ Κτήσιππος εἶπεν· πάνυ γε σφόδρα, ὦ Εὐθύδημε, ἐὰν ᾖ γε ὁ πίνων ὅσος ὁ ἀνδριὰς ὁ ἐν Δελφοῖς.—οὐκοῦν, ἔφη, καὶ ἐν τῷ πολέμῳ ἐπειδὴ ἀγαθόν ἐστιν ὅπλα ἔχειν, ὡς πλεῖστα δεῖ ἔχειν δόρατά τε καὶ ἀσπίδας, ἐπειδήπερ ἀγαθόν ἐστιν;—μάλα δήπου, ἔφη ὁ Κτήσιππος· σὺ δʼ οὐκ οἴει, ὦ Εὐθύδημε, ἀλλὰ μίαν καὶ ἓν δόρυ;—ἔγωγε.—ἦ καὶ τὸν Γηρυόνην ἄν, ἔφη, καὶ τὸν Βριάρεων οὕτως σὺ ὁπλίσαις; ἐγὼ δὲ ᾤμην σὲ δεινότερον εἶναι, ἅτε ὁπλομάχην ὄντα, καὶ τόνδε τὸν ἑταῖρον. καὶ ὁ μὲν Εὐθύδημος ἐσίγησεν· ὁ δὲ Διονυσόδωρος πρὸς τὰ πρότερον ἀποκεκριμένα τῷ Κτησίππῳ ἤρετο, οὐκοῦν καὶ χρυσίον, ἦ δʼ ὅς, ἀγαθὸν δοκεῖ σοι εἶναι ἔχειν;—πάνυ, καὶ ταῦτά γε πολύ, ἔφη ὁ Κτήσιππος.—τί οὖν; ἀγαθὰ οὐ δοκεῖ σοι χρῆναι ἀεί τʼ ἔχειν καὶ πανταχοῦ;—σφόδρα γʼ, ἔφη.—οὐκοῦν καὶ τὸ χρυσίον ἀγαθὸν ὁμολογεῖς εἶναι;—ὡμολόγηκα μὲν οὖν, ἦ δʼ ὅς.—οὐκοῦν ἀεὶ δεῖ αὐτὸ ἔχειν καὶ πανταχοῦ καὶ ὡς μάλιστα ἐν ἑαυτῷ; καὶ εἴη ἂν εὐδαιμονέστατος εἰ ἔχοι χρυσίου μὲν τρία τάλαντα ἐν τῇ γαστρί, τάλαντον δʼ ἐν τῷ κρανίῳ, στατῆρα δὲ χρυσοῦ ἐν ἑκατέρῳ τὠφθαλμῷ;—φασί γε οὖν, ὦ Εὐθύδημε, ἔφη ὁ Κτήσιππος, τούτους εὐδαιμονεστάτους εἶναι Σκυθῶν καὶ ἀρίστους ἄνδρας, οἳ χρυσίον τε ἐν τοῖς κρανίοις ἔχουσιν πολὺ τοῖς ἑαυτῶν, ὥσπερ σὺ νυνδὴ ἔλεγες τὸν κύνα τὸν πατέρα, καὶ ὃ θαυμασιώτερόν γε ἔτι, ὅτι καὶ πίνουσιν ἐκ τῶν ἑαυτῶν κρανίων κεχρυσωμένων, καὶ ταῦτα ἐντὸς καθορῶσιν, τὴν ἑαυτῶν κορυφὴν ἐν ταῖς χερσὶν ἔχοντες.

Section 300

Section 301

Section 302

Section 303

Section 304

Section 305

Section 306

Section 307

↑ Top of work