Euthydemus

Plato

Euthydemus

Plato (428–347 BC)

Plato's Euthydemus in the Greek text edited by John Burnet.


Section 271

Section 272

Section 273

ΣΩ. πάλιν οὖν ἐκαθεζόμην, καὶ ὀλίγῳ ὕστερον εἰσέρχεσθον τούτω—ὅ τʼ Εὐθύδημος καὶ ὁ Διονυσόδωρος—καὶ ἄλλοι μαθηταὶ ἅμα αὖ πολλοὶ ἐμοὶ δοκεῖν· εἰσελθόντε δὲ περιπατείτην ἐν τῷ καταστέγῳ δρόμῳ. καὶ οὔπω τούτω δύʼ ἢ τρεῖς δρόμους περιεληλυθότε ἤστην, καὶ εἰσέρχεται Κλεινίας, ὃν σὺ φῂς πολὺ ἐπιδεδωκέναι, ἀληθῆ λέγων· ὄπισθεν δὲ αὐτοῦ ἐρασταὶ πάνυ πολλοί τε καὶ ἄλλοι καὶ Κτήσιππος, νεανίσκος τις Παιανιεύς, μάλα καλός τε κἀγαθὸς τὴν φύσιν, ὅσον μὴ ὑβριστὴς διὰ τὸ νέος εἶναι. ἰδὼν οὖν με ὁ Κλεινίας ἀπὸ τῆς εἰσόδου μόνον καθήμενον, ἄντικρυς ἰὼν παρεκαθέζετο ἐκ δεξιᾶς, ὥσπερ καὶ σὺ φῄς. ἰδόντε δὲ αὐτὸν ὅ τε Διονυσόδωρος καὶ ὁ Εὐθύδημος πρῶτον μὲν ἐπιστάντε διελεγέσθην ἀλλήλοιν, ἄλλην καὶ ἄλλην ἀποβλέποντε εἰς ἡμᾶς—καὶ γὰρ πάνυ αὐτοῖν προσεῖχον τὸν νοῦν—ἔπειτα ἰόντε ὁ μὲν παρὰ τὸ μειράκιον ἐκαθέζετο, ὁ Εὐθύδημος, ὁ δὲ παρʼ αὐτὸν ἐμὲ ἐξ ἀριστερᾶς, οἱ δʼ ἄλλοι ὡς ἕκαστος ἐτύγχανεν. ἠσπαζόμην οὖν αὐτὼ ἅτε διὰ χρόνου ἑωρακώς· μετὰ δὲ τοῦτο εἶπον πρὸς τὸν Κλεινίαν· ὦ Κλεινία, τώδε μέντοι τὼ ἄνδρε σοφώ, Εὐθύδημός τε καὶ Διονυσόδωρος, οὐ τὰ σμικρὰ ἀλλὰ τὰ μεγάλα· τὰ γὰρ περὶ τὸν πόλεμον πάντα ἐπίστασθον, ὅσα δεῖ τὸν μέλλοντα ἀγαθὸν στρατηγὸν ἔσεσθαι, τάς τε τάξεις καὶ τὰς ἡγεμονίας τῶν στρατοπέδων καὶ ἐν ὅπλοις μάχεσθαι · οἵω τε δὲ καὶ ποιῆσαι δυνατὸν εἶναι αὐτὸν αὑτῷ βοηθεῖν ἐν τοῖς δικαστηρίοις, ἄν τις αὐτὸν ἀδικῇ. εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπʼ αὐτοῖν· ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν· οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα. κἀγὼ θαυμάσας εἶπον· καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν. ἀρετήν, ἔφη, ὦ Σώκρατες, οἰόμεθα οἵω τʼ εἶναι παραδοῦναι κάλλιστʼ ἀνθρώπων καὶ τάχιστα. ὦ Ζεῦ, οἷον, ἦν δʼ ἐγώ, λέγετον πρᾶγμα· πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην; ἐγὼ δὲ περὶ ὑμῶν διενοούμην ἔτι, ὥσπερ νυνδὴ ἔλεγον, ὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν, ἐν ὅπλοις μάχεσθαι, καὶ ταῦτα ἔλεγον περὶ σφῷν· ὅτε γὰρ τὸ πρότερον ἐπεδημησάτην, τοῦτο μέμνημαι σφὼ ἐπαγγελλομένω.

Section 274

Section 275

Section 276

Section 277

Section 278

Section 279

Section 280

Section 281

Section 282

Section 283

Section 284

Section 285

Section 286

Section 287

Section 288

Section 289

Section 290

Section 291

Section 292

Section 293

Section 294

Section 295

Section 296

Section 297

Section 298

Section 299

Section 300

Section 301

Section 302

Section 303

Section 304

Section 305

Section 306

Section 307

↑ Top of work