Euthydemus

Plato

Euthydemus

Plato (428–347 BC)

Plato's Euthydemus in the Greek text edited by John Burnet.


Section 271

Section 272

Section 273

Section 274

Section 275

Section 276

Section 277

Section 278

Section 279

Section 280

Section 281

Section 282

Section 283

Section 284

Section 285

Section 286

Section 287

Section 288

Section 289

Section 290

Section 291

Section 292

Section 293

Section 294

Section 295

Section 296

Section 297

Section 298

ΣΩ. πάνυ γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.—οὐκοῦν, ἦ δʼ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;—τοὐμοῦ γʼ, ἔφην ἐγώ.—ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;—δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.—οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου;—ἕτερος μέντοι.—ἄλλο τι οὖν ἕτερος, ἦ δʼ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;—ἔστι ταῦτα.—οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς πατήρ ἐστιν.—ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ. καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός;—πολλοῦ γʼ, ἔφη, δεῖ, ὁ Εὐθύδημος.—ἀλλά, ἦ δʼ ὅς, ὁ αὐτός;—ὁ αὐτὸς μέντοι.—οὐκ ἂν συμβουλοίμην. ἀλλὰ πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων;—καὶ τῶν ἄλλων, ἔφη· ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι;—ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος.—τί δέ; ἦ δʼ ὅς· χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον;—μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.—ἀλλʼ ἔστιν, ἔφη.—πότερον ἀνθρώπων; ἦ δʼ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων; πάντων, ἔφη.—ἦ καὶ μήτηρ ἡ μήτηρ;—καὶ ἡ μήτηρ γε.—καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.—καὶ ἡ σή γʼ, ἔφη.—καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.—καὶ γὰρ σύ, ἔφη.—κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.—καὶ γὰρ σοί, ἔφη. αὐτίκα δέ γε, ἦ δʼ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων;—καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος.—ἔστιν οὖν αὐτῷ κυνίδια;—καὶ μάλʼ, ἔφη, ἕτερα τοιαῦτα.—οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;—ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα.—τί οὖν; οὐ σός ἐστιν ὁ κύων;—πάνυ γʼ, ἔφη.—οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός; καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον;—καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη· οὐ γὰρ δύναμαι σέ.—οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις;

Section 299

Section 300

Section 301

Section 302

Section 303

Section 304

Section 305

Section 306

Section 307

↑ Top of work