Euthydemus

Plato

Euthydemus

Plato (428–347 BC)

Plato's Euthydemus in the Greek text edited by John Burnet.


Section 271

Section 272

Section 273

Section 274

Section 275

Section 276

Section 277

Section 278

Section 279

Section 280

Section 281

Section 282

Section 283

Section 284

Section 285

Section 286

Section 287

Section 288

Section 289

Section 290

Section 291

Section 292

Section 293

Section 294

ΣΩ. πάντʼ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν; πάντʼ, ἔφη· καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι. ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι. μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντʼ ἐπίστανται, ἢ οὐδέν; οὐ γὰρ δήπου, ἔφη, τὰ μὲν ἐπίστανται, τὰ δʼ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες. ἀλλὰ τί; ἦν δʼ ἐγώ. πάντες, ἦ δʼ ὅς, πάντα ἐπίστανται, εἴπερ καὶ ἕν. ὦ πρὸς τῶν θεῶν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε—δῆλοι γάρ μοί ἐστον ἤδη ὅτι σπουδάζετον, καὶ μόλις ὑμᾶς προυκαλεσάμην σπουδάζειν—αὐτὼ τῷ ὄντι πάντα ἐπίστασθον; οἷον τεκτονικὴν καὶ σκυτικήν; πάνυ γʼ, ἔφη. ἦ καὶ νευρορραφεῖν δυνατώ ἐστον; καὶ ναὶ μὰ Δία καττύειν, ἔφη. ἦ καὶ τὰ τοιαῦτα, τοὺς ἀστέρας ὁπόσοι εἰσί, καὶ τὴν ἄμμον; πάνυ γε, ἦ δʼ ὅς· εἶτʼ οὐκ ἂν οἴει ὁμολογῆσαι ἡμᾶς; καὶ ὁ Κτήσιππος ὑπολαβών· πρὸς Διός, ἔφη, Διονυσόδωρε, τεκμήριόν τί μοι τούτων ἐπιδείξατον τοιόνδε, ᾧ εἴσομαι ὅτι ἀληθῆ λέγετον. τί ἐπιδείξω; ἔφη. οἶσθα Εὐθύδημον ὁπόσους ὀδόντας ἔχει, καὶ ὁ Εὐθύδημος ὁπόσους σύ; οὐκ ἐξαρκεῖ σοι, ἔφη, ἀκοῦσαι ὅτι πάντα ἐπιστάμεθα; μηδαμῶς, ἦ δʼ ὅς, ἀλλὰ τοῦτο ἔτι ἡμῖν μόνον εἴπατον καὶ ἐπιδείξατον ὅτι ἀληθῆ λέγετον· καὶ ἐὰν εἴπητον ὁπόσους ἑκάτερος ἔχει ὑμῶν, καὶ φαίνησθε γνόντες ἡμῶν ἀριθμησάντων, ἤδη πεισόμεθα ὑμῖν καὶ τἆλλα. ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλʼ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθʼ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου. ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην· τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστʼ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπʼ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι εἰ καὶ ὀρχεῖσθαι ἐπίσταιτο ὁ Διονυσόδωρος· ὁ δέ, πάνυ, ἔφη. οὐ δήπου, ἦν δʼ ἐγώ, καὶ ἐς μαχαίρας γε κυβιστᾶν καὶ ἐπὶ τροχοῦ δινεῖσθαι τηλικοῦτος ὤν, οὕτω πόρρω σοφίας ἥκεις; οὐδέν, ἔφη, ὅτι οὔ. πότερον δέ, ἦν δʼ ἐγώ, πάντα νῦν μόνον ἐπίστασθον ἢ καὶ ἀεί; καὶ ἀεί, ἔφη. καὶ ὅτε παιδία ἤστην καὶ εὐθὺς γενόμενοι ἠπίστασθε πάντα; ἐφάτην ἅμα ἀμφοτέρω.

Section 295

Section 296

Section 297

Section 298

Section 299

Section 300

Section 301

Section 302

Section 303

Section 304

Section 305

Section 306

Section 307

↑ Top of work