Euthydemus
Plato (428–347 BC)
Plato's Euthydemus in the Greek text edited by John Burnet.
Section 271
Section 272
Section 273
Section 274
Section 275
Section 276
Section 277
Section 278
Section 279
Section 280
Section 281
Section 282
Section 283
Section 284
Section 285
Section 286
Section 287
Section 288
Section 289
Section 290
Section 291
Section 292
Section 293
Section 294
Section 295
Section 296
Section 297
ΣΩ. πάνυ γε, ἦν δʼ ἐγώ, πάλαι. ἀλλʼ οὐ τοῦτο ἐρωτῶ· ἀλλʼ ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον; οὐδαμοῦ, ἔφη ὁ Διονυσόδωρος. οὐκ ἄρα ἐπίσταμαι, ἔφην, τοῦτο ἐγώ. διαφθείρεις, ἔφη, τὸν λόγον, ὁ Εὐθύδημος πρὸς τὸν Διονυσόδωρον, καὶ φανήσεται οὑτοσὶ οὐκ ἐπιστάμενος, καὶ ἐπιστήμων ἅμα ὢν καὶ ἀνεπιστήμων. καὶ ὁ Διονυσόδωρος ἠρυθρίασεν. ἀλλὰ σύ, ἦν δʼ ἐγώ, πῶς λέγεις, ὦ Εὐθύδημε; οὐ δοκεῖ σοι ὀρθῶς ἁδελφὸς λέγειν ὁ πάντʼ εἰδώς; ἀδελφὸς γάρ, ἔφη, ἐγώ εἰμι Εὐθυδήμου, ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος; κἀγὼ εἶπον· ἔασον, ὠγαθέ, ἕως ἂν Εὐθύδημός με διδάξῃ ὡς ἐπίσταμαι τοὺς ἀγαθοὺς ἄνδρας ὅτι ἄδικοί εἰσι, καὶ μή μοι φθονήσῃς τοῦ μαθήματος. φεύγεις, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος, καὶ οὐκ ἐθέλεις ἀποκρίνεσθαι. εἰκότως γʼ, εἶπον ἐγώ· ἥττων γάρ εἰμι καὶ τοῦ ἑτέρου ὑμῶν, ὥστε πολλοῦ δέω μὴ οὐ δύο γε φεύγειν. πολὺ γάρ πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὃς οὐχ οἷός τε ἦν τῇ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καὶ διὰ τὴν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλὴν τοῦ λόγου τις ἀποτέμοι, πολλὰς ἀντὶ τῆς μιᾶς, καὶ καρκίνῳ τινὶ ἑτέρῳ σοφιστῇ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι· ὃς ἐπειδὴ αὐτὸν ἐλύπει οὕτως ἐκ τοῦ ἐπʼ ἀριστερὰ λέγων καὶ δάκνων, τὸν Ἰόλεων τὸν ἀδελφιδοῦν βοηθὸν ἐπεκαλέσατο, ὁ δὲ αὐτῷ ἱκανῶς ἐβοήθησεν. ὁ δʼ ἐμὸς Ἰόλεως εἰ ἔλθοι, πλέον ἂν θάτερον ποιήσειεν. ἀπόκριναι δή, ἔφη ὁ Διονυσόδωρος, ὁπότε σοι ταῦτα ὕμνηται· πότερον ὁ Ἰόλεως τοῦ Ἡρακλέους μᾶλλον ἦν ἀδελφιδοῦς ἢ σός; κράτιστον τοίνυν μοι, ὦ Διονυσόδωρε, ἦν δʼ ἐγώ, ἀποκρίνασθαί σοι. οὐ γὰρ μὴ ἀνῇς ἐρωτῶν, σχεδόν τι ἐγὼ τοῦτʼ εὖ οἶδα, φθονῶν καὶ διακωλύων, ἵνα μὴ διδάξῃ με Εὐθύδημος ἐκεῖνο τὸ σοφόν.—ἀποκρίνου δή, ἔφη.—ἀποκρίνομαι δή, εἶπον, ὅτι τοῦ Ἡρακλέους ἦν ὁ Ἰόλεως ἀδελφιδοῦς, ἐμὸς δʼ, ὡς ἐμοὶ δοκεῖ, οὐδʼ ὁπωστιοῦν. οὐ γὰρ Πατροκλῆς ἦν αὐτῷ πατήρ, ὁ ἐμὸς ἀδελφός, ἀλλὰ παραπλήσιον μὲν τοὔνομα Ἰφικλῆς, ὁ Ἡρακλέους ἀδελφός.—Πατροκλῆς δέ, ἦ δʼ ὅς, σός;—πάνυ γʼ, ἔφην ἐγώ, ὁμομήτριός γε, οὐ μέντοι ὁμοπάτριος.—ἀδελφὸς ἄρα ἐστί σοι καὶ οὐκ ἀδελφός.—οὐχ ὁμοπάτριός γε, ὦ βέλτιστε, ἔφην· ἐκείνου μὲν γὰρ Χαιρέδημος ἦν πατήρ, ἐμὸς δὲ Σωφρονίσκος.—πατὴρ δὲ ἦν, ἔφη, Σωφρονίσκος καὶ Χαιρέδημος;