The Great Letter
Macarius of Egypt (300–391)
Ἐπιστολὴ μεγάλη καὶ πάνυ ὠφέλιμος
First published 390
Greek source text with a new English translation.
Logos I
Logos II
Logos III
Logos IV
Logos V
Logos VI
Logos VII
Logos VIII
Logos IX
IX.1 Προκειμένου τοίνυν τοῦ τῆς εὐσεβείας σκοποῦ πᾶσιν ἑνός, ὅνπερ διὰ πλειόνων προείπομεν ἀπὸ γραφικῶν μαρτυριῶν παραστήσαντες, τοῦ καταξιωθῆναι διὰ τῆς πίστεως καὶ πολλῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς πληρώσεως ἁγίου πνεύματος καὶ παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι, ὅ ἐστιν ὁ τῆς καρδίας καθαρισμὸς διὰ τοῦ ἁγιαστικοῦ πνεύματος ταῖς πισταῖς καὶ εὐλαβέσι ψυχαῖς ἐγγινόμενος· ἕκαστος οὖν ἑαυτὸν ἐκδότω εἰς τὸ ἀγαθόν, ὅσον καὶ ὁ πρὸς τὸν θεὸν ἔρως τῆς ψυχῆς ἐπεκτείνεται.
IX.2 καὶ λοιπὸν εἴ τις βούλεται ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν καὶ ταῖς νηστείαις σχολάζειν κατὰ τὸ λόγιον Παύλου· «ἀδιαλείπτως προσεύχεσθε», καὶ «τῇ εὐχῇ προσκαρτερεῖτε», καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ εἰρημένον· «πόσῳ μᾶλλον ποιήσει ἐκδίκησιν ὁ θεὸς τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας», «ἔλεγε δέ φησί καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» — τῶν δὲ ἐπουρανίων ὅπλων τὴν ἔνδυσιν, ὡς προείρηται, διὰ ποίου τρόπου καταξιωθήσονται οἱ ἐπιθυμοῦντες καὶ πιστεύοντες τυχεῖν, ὁ ἀπόστολος ἀκριβῶς ἐσήμανεν εἰπών· «διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει». Εἴ τις τοίνυν τῶν ἀδελφῶν τῶν διὰ πίστεως καὶ προσευχῆς καὶ μετανοίας ἀγωνιζόντων ἐπιποθεῖ δέξασθαι τὸν ἀγῶνα ἔρωτι τῶν ἐπουρανίων ἀγαθῶν, ἀποδεκτέος καὶ πάνυ ἐπαινετὸς οὗτος καὶ ἀνθρώποις καὶ θεῷ.
IX.3 διὸ ἐάσθω καὶ βοηθείσθω ὑπὸ τῆς ἀδελφότητος τῶν συμμελῶν ἀδελφῶν μετὰ χαρᾶς ὁ τοιοῦτος τῇ εὐχῇ προσκαρτερεῖν, ἵνα καὶ αὐτοὶ τὸν μισθὸν διὰ τὴν πρὸς τὸν ἀδελφὸν σύμπνευσιν καὶ συνεργίαν ἀγαθὴν ἀπὸ θεοῦ ἔχωσι· μόνον ἵνα μετὰ πάσης νήψεως τὴν κατὰ συνείδησιν ἔρευναν καὶ ἀδιάλειπτον μέριμναν καὶ ἄπαυστον ἀγῶνα ὁ εὐχόμενος ἔχῃ, πάντοτε ἐναντιούμενος πάσῃ τῇ τῆς κακίας τῶν πολλῶν καὶ περισσῶν λογισμῶν ὕλῃ καὶ πρὸς τὸν κύριον πάντοτε τὸν νοῦν ἐκβιαζόμενος ἐν ἐπιποθήσει καὶ παρ' αὐτοῦ τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος, ἵν' οὕτως οἱ καρποὶ τῆς παραμονῆς καὶ προσκαρτερήσεως εἰς οἰκοδομὴν ὁσημέραι πᾶσι φανεροὶ γίνωνται.
IX.4 ὁ γὰρ ἔχων ἀγάπης τρῶσίν τινα καὶ ἔρωτα θεῖον ἐν τῇ προσευχῇ, ἢ κἂν μηδέπω ἔχῃ, βιάζηται δὲ καὶ ἀγωνίζηται καὶ τὴν προαίρεσιν ἀναγκάζῃ εἰς τὸν τοιοῦτον κάματον ἔκδοτον διδοὺς ἑαυτὸν καὶ παρὰ τοῦ θεοῦ τὸν οὐράνιον ἔρωτα καὶ τὴν ἀληθινὴν καὶ πνευματικὴν εὐχὴν ἐπιζητῶν κτήσασθαι κατὰ τὸ εἰρημένον· «ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ»· μετὰ χαρᾶς ὑπὸ τῶν λοιπῶν ἀδελφῶν ἐάσθω καὶ ὡς βοηθοὶ αὐτῷ μᾶλλον συνεργείτωσαν καὶ προτρεπέσθωσαν, ἴδιον κέρδος ἡγούμενοι τὴν ἐπὶ τὰ κρείττονα τοῦ ἀδελφοῦ προκοπήν, καὶ μηδὲν κατ' ἐριθείαν ἢ ζῆλον ποιείτωσαν ὑπὸ τῆς κακίας ὑποφερόμενοι μηδὲ ἐμποδιζέτωσαν καὶ ἐγκοπτέτωσαν τὴν ἀγαθὴν αὐτοῦ πρὸς θεὸν ὁρμὴν καὶ τοῦ ἀγῶνος τῆς καλῆς σπουδῆς τὴν ἀρχήν, ἵνα ὁ θεὸς ὁρῶν τὸν πρὸς ἀλλήλους τῆς ψυχῆς παροξυσμὸν ἤγουν τῆς ἀγάπης ἀνταποδώσει ὁσίως πάνυ πᾶσι τὰ αἰτήματα, πληροφορῶν ἕκαστον διὰ τὴν εὐθεῖαν καὶ ἀγαθὴν πρὸς ἀλλήλους προαίρεσιν.
IX.5 ταῦτα σπουδαίως ποιεῖν ἐν πολλῇ διακρίσει μάλιστα οἱ προεστῶτες τῶν ἀδελφῶν ὀφείλετε καὶ ἑαυτοὺς καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς τῷ τοιούτῳ φρονήματι καταρτίζειν σπουδάζετε, ἵνα μηδεὶς ἐγκοπὴν λαμβάνῃ εἰς ὃν προαιρεῖται ἀγωνίζεσθαι ἀγῶνα.
IX.6 Ὥσπερ οὖν κεφαλαιωδέστερον ὁ τῇ εὐχῇ προσκαρτερῶν ἐπελάβετο ἔργον, οὕτως καὶ ἀγῶνα περισσὸν καὶ πόνον πολὺν καὶ σπουδὴν ἀδιάλειπτον ἀναλαβεῖν ὀφείλει διὰ τὸ πολλὰ ἐν τῇ προσκαρτερήσει τῆς εὐχῆς εἶναι τῆς κακίας ἐμπόδια· ὕπνον, ἀκηδίαν, βάρησιν σώματος, λογισμῶν ῥεμβασμόν, νοὸς ἀκαταστασίαν, ὀλιγωρίαν, ἀνυπομονησίαν, ἔκλυσιν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα· εἶτα θλῖψεις καὶ ἐπαναστάσεις αὐτῶν τῶν πονηρῶν πνευμάτων πολεμούντων καὶ ἀνταγωνιζομένων μέχρις αἵματος τῇ κατ' ἀλήθειαν τὸν θεὸν ἀδιαλείπτως ἐπιζητούσῃ ψυχῇ κωλυόντων αὐτὴν προσεγγίζειν θεῷ.
IX.7 πάσῃ οὖν νήψει καὶ πάσῃ σπουδῇ καὶ παντὶ ἀγῶνι σωματικῷ καὶ ψυχικῷ καὶ πάσῃ ὑπομονῇ ὁ τῇ εὐχῇ προσκαρτερῶν ἀνδρίζεσθαι ὀφείλει· καὶ ὡς τὸν σταυρὸν ὄντως βαστάζων ἐν ἀγῶνι καὶ πόνῳ πολλῷ καὶ πένθει καὶ θλίψει διὰ τὴν βασιλείαν ἀδιαλείπτως ἤτω καὶ μὴ κεχαυνωμένος καὶ συνεπιδιδοὺς ἑαυτὸν τῷ τῆς κακίας τῶν λογισμῶν ῥεμβασμῷ ἢ συγχύσει ὕπνου ἢ ἀκηδίᾳ ἢ ἐκλύσει, ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενος ἤ τισι τοιούτοις παραδιδοὺς τὴν διάνοιαν καὶ ἀδιακρισίας αἰτίᾳ ἐμπληροφούμενος εἰς τὴν σωματικὴν μόνον γονυκλισίαν τοῦ νοὸς ἐν συγχύσει ἢ ῥεμβασμῷ καθεστῶτος.
IX.8 δύναται γάρ τις, ἐὰν μὴ ἄκρως νήφειν παρασκευάζηται καὶ μηδὲ πάντοτε τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοῦ ποιῆται, ἐπιποθῶν ἀεὶ τὸν κύριον, ὑπὸ τῆς κακίας ποικίλως κατὰ τὸ κρυπτὸν ἀποβουκολούμενος ποιμαίνεσθαι ἢ τυφοῦσθαι κατὰ τῶν λοιπῶν τῶν μηδέπω οὕτως δυναμένων τῇ εὐχῇ προσκαρτερεῖν· καὶ οὕτως διὰ τῶν τοιούτων τῆς κακίας πανουργημάτων τὴν καλὴν ἀπόλλυσιν ἐργασίαν, καταπροδιδοὺς ταύτην τῷ πονηρῷ δαίμονι. ἀλλ' ὥσπερ μεῖζον τῆς εὐχῆς ἔργον ἀνεδέξατο, οὕτως καὶ πόνον καὶ μέριμναν καὶ ἀγῶνα μείζονα τῶν λοιπῶν ὀφείλει κεκτῆσθαι, μή πως κλοπήν τινα παρὰ τῆς κακίας πάθῃ. τοῖς γὰρ μεῖζόν τι ποιεῖν ἐπιβαλλομένοις ἀγαθὸν ἐπιτήδευμα μειζόνως ὁ πονηρὸς ἀνταγωνιζόμενος ὑποσκελίζειν βούλεται.
IX.9 ἀλλ' ἵνα καρπὸν ἀγάπης καὶ ταπεινοφροσύνης καὶ ἁπλότητος καὶ ἀγαθότητος καὶ διακρίσεως ὁσημέραι διὰ τῆς προσκαρτερήσεως τῆς εὐχῆς ἐκφύσωμεν ἐν πᾶσι καὶ φανεροὶ ὦμεν τὴν ἐπὶ τὰ κρείττω προκοπὴν λαμβάνοντες, ἀγωνισώμεθα, ἵνα καὶ τοὺς διὰ τὴν νηπιότητα τῆς εὐχῆς προσκαρτερεῖν μηδέπω δυναμένους, τῶν ἀγαθῶν καρπῶν ἡμῶν φανερῶν αὐτοῖς ὄντων, ἐρεθίσωμεν καὶ εἰς ἐπιθυμίαν ἐνέγκωμεν προθύμως καὶ σπουδαίως ἐπὶ τὸν ἀγῶνα ἑαυτοὺς ἐπιδοῦναι. ἐὰν γὰρ μὴ ἡ ταπεινοφροσύνη καὶ ἡ ἀγάπη καὶ ἡ ἁπλότης καὶ ἡ ἀγαθότης τὴν εὐχὴν ἡμῶν κατακοσμήσῃ, ἡ εὐχή, μᾶλλον δὲ τὸ σχῆμα τῆς εὐχῆς, ἡμᾶς οὐδὲν ὠφελήσει.
IX.10 Οὐ μόνον δὲ περὶ τῆς εὐχῆς τοῦτο λέγομεν, ἀλλὰ περὶ παντὸς καμάτου καὶ πόνου καὶ παρθενίας καὶ εὐχῆς καὶ νηστείας καὶ ἀγρυπνίας καὶ ψαλμῳδίας ἢ διακονίας ἢ οἱουδήποτε καμάτου καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ὑφ' ἡμῶν ἐπιτελουμένης· ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ πραότητος καὶ ταπεινώσεως ἁπλότητός τε καὶ ἀφελότητος καὶ πίστεως καὶ μακροθυμίας καὶ ἀφθονίας ἐν ἑαυτοῖς εὑρίσκωμεν καὶ πᾶσι τοιούτους καρποὺς προσφέρωμεν, εἰκῇ καὶ μάτην οἱ πόνοι καὶ οἱ κάματοι ἡμῶν γεγόνασι. πᾶσα γὰρ ἐκείνη ἡ ἐργασία καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς τούτους γενέσθαι ὀφείλουσιν· τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης μὴ εὑρισκομένων ἐν ἡμῖν εἰκῇ καὶ μάτην ὅλη ἡ ἐργασία γεγένηται.
IX.11 οἱ γὰρ τοιοῦτοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἀπεντεῦθεν ἐπικομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶν τῶν προειρημένων ἀρετῶν διὰ τοῦ πνεύματος ἐνέργεια, μωραὶ ὀνομασθεῖσαι τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπεκλείσθησαν, καὶ ὁ τῆς παρθενίας κάματος διὰ τὴν τῶν ἀρετῶν ἔλλειψιν καὶ ὑστέρησιν τῆς ἐνεργοῦς ἐνοικήσεως τοῦ πνεύματος εἰς οὐδὲν ἐλογίσθη.
IX.12 ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ κάματος διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῇ καὶ μάτην πᾶσα ἡ ἐμπόνησις τῆς ἐργασίας γεγένηται, οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως μακροθυμίας τε γόρευσεν, ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκῇ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς καὶ ψαλμῳδίας νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος μάταιος ἀποδείκνυται· οὗτοι γὰρ οἱ κάματοι καὶ πόνοι ψυχῆς καὶ σώματος ἐπ' ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλουσιν. ἡ δὲ τοῦ πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ ἐν καρδίαις πισταῖς καὶ ταπειναῖς ὑπὸ τοῦ πνεύματος ἐνεργουμένη.
IX.13 Ἐν πολλῇ γὰρ συνέσει διακρίσεως αἱ ἐργασίαι καὶ οἱ πόνοι καὶ κάματοι τῆς φύσεως ἡγείσθωσαν, καὶ οἱ καρποὶ καρποὶ λογιζέσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου τοῖς ἀξίοις ἐνεργούμενοι. ἐὰν γάρ τις διὰ γνώσεως ἔλλειψιν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ πνεύματος εἶναι νομίσῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται καὶ ἀπὸ μεγάλων ἀγαθῶν καρπῶν πνευματικῶν ἐκπίπτει, μὴ διὰ πνεύματος ἐνεργείας ἐν πάσαις ταῖς προειρημέναις ἀρεταῖς κατευθυνθῆναι ἐλπίζων. ὁ γὰρ ὁλοτελῶς ἑαυτὸν τῷ θεῷ ἀφιερῶν πάντοτε κατὰ τὴν ἐξ ἰδίας δυνάμεως σπουδὴν καὶ τὸν πόνον ἐν μηδενὶ ἐλλείπων, παρ' αὐτοῦ δὲ τὴν λύτρωσιν τῶν παθῶν διὰ τῆς ἀντιλήψεως τῆς χάριτος ἐκδεχόμενος, εἰς τοσαύτην τὴν ἀκρότητα ἀρετῆς καὶ καθαρότητα καταντῆσαι καταξιοῦται.
IX.14 Ὥσπερ γὰρ ὁ ἐν τῷ βίῳ διαιτώμενος καὶ τῇ ἁμαρτίᾳ ἑαυτὸν ὁλοτελῶς ἀποδεδωκὼς τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας ἐν ἡδονῇ πολλῇ ἐπιτελεῖ, ἀσωτίαν καὶ πορνείαν, μέθην καὶ πλεονεξίαν, φθόνον καὶ δόλον καὶ ἀσέλγειαν, ἔριν καὶ μῖσος, φιλαργυρίαν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα, ἐν ἀπολαύσει καὶ ἡδονῇ ὡς φυσικὰ ἐργάζεται, οὕτως καὶ ὁ τέλειος Χριστιανὸς πάσας τὰς ἀρετὰς καὶ πάντας τοὺς ὑπὲρ τὴν ἡμετέραν φύσιν τελείους καρποὺς τοῦ πνεύματος, τουτέστι τὴν ἀληθινὴν καὶ ἄτρεπτον ἀγάπην καὶ εἰρήνην, τὴν μακροθυμίαν καὶ ἀγαθότητα, τὴν πραότητα καὶ ὑπομονήν, τὴν πίστιν καὶ τὴν ταπεινοφροσύνην καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἔργα ἐν ἀπολαύσει πολλῇ καὶ ἡδονῇ πνευματικῇ ἐπιτελεῖ ὡς φυσικὰ ἀκαμάτως λοιπὸν καὶ εὐχερῶς καὶ μὴ πρὸς τὰ πάθη τῆς κακίας μελετῶν ἢ πολεμῶν, ἅτε δὴ λελυτρωμένος ὑπὸ κυρίου τελείως καθαρὸν οἰκητήριον αὐτοῦ γίνεσθαι καταξιωθεὶς καὶ ἐνεργούμενος δυνάμει θείᾳ ἐν ταῖς ἀρεταῖς ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑπὸ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, τὴν τελείαν τοῦ Χριστοῦ εἰρήνην βραβεύουσαν ἐν τῇ καρδίᾳ κεκτημένος. οὗτός ἐστιν ἀληθῶς ὁ κολληθεὶς τῷ κυρίῳ καὶ γενόμενος μετ' αὐτοῦ εἰς ἓν πνεῦμα. διὰ γὰρ τῆς τοῦ πνεύματος ἐνεργείας καὶ ἁγιότητος τῶν ἀρετῶν πάθη μιαρὰ καὶ ἐνέργειαι κακίας κατασβεσθῆναι δύναται.
IX.15 Οὐ μόνον δὲ τὴν τοιαύτην τῶν ἀρετῶν ἐργασίαν ἐν πολλῇ ἀπολαύσει ὁ τοιοῦτος διὰ τὴν ἐνεργῆ ἐνοίκησιν τοῦ ἁγίου πνεύματος ἀκαμάτως λοιπὸν ἐπιτελεῖ, ἀλλὰ τὸ δυσχερέστερον, ὅπερ ἐστὶ τὰ παθήματα τοῦ Χριστοῦ, εὐχερῶς καὶ εὐκόλως ἀναλαμβάνει, δυναμούμενος ὑπὸ τοῦ πνεύματος καὶ ἐν πολλῇ ἐπιθυμίᾳ τὸ συμπαθῆναι τῷ Χριστῷ εὐχόμενος· καὶ ὥσπερ οἱ λοιποὶ ἐν βίῳ ἄνθρωποι κατὰ σάρκα ζῶντες τὸ τιμηθῆναι καὶ δοξασθῆναι, τὸ προσκυνηθῆναι καὶ τὸ πλουτῆσαι καὶ τρυφῆσαι καὶ ἄρξαι καὶ τὰς λοιπὰς τοῦ βίου τούτου ἀπολαύσεις ἐν ἡδονῇ πολλῇ καὶ εὐφροσύνῃ δι' ἐπιθυμίας ἔχουσιν, οὕτως οἱ εἰς τὰ προειρημένα τοῦ χριστιανισμοῦ μέτρα φθάσαι καταξιωθέντες τὸ γυμνητεῦσαι καὶ λιμῶξαι καὶ πᾶσαν κακοπάθειαν ὑπομεῖναι διὰ τὸν κύριον, τὸ μισηθῆναι καὶ ἀτιμασθῆναι καὶ λοιδωρηθῆναι, τὸ μαστιχθῆναι καὶ ὥσπερ κάθαρμα τοῦ κόσμου τούτου γενέσθαι, τὸ δὲ ὅλον καὶ σταυρωθῆναι καὶ πάσῃ τιμωρίᾳ ὑποβληθῆναι ἐν ἡδονῇ καὶ ἀπολαύσει πνευματικῇ μετὰ χαρᾶς καὶ εὐφροσύνης διὰ τὴν μακαρίαν τῆς ἀναστάσεως ἐλπίδα ἀκαμάτως καταδέχονται, μᾶλλον δὲ διὰ πολλῆς ἐπιθυμίας ἔχουσι.
IX.16 Χριστιανῶν γὰρ ἡ δόξα καὶ ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ὁ θησαυρὸς καὶ ἡ καύχησις τὰ παθήματα τοῦ Χριστοῦ τυγχάνει κατὰ τὸ ἀποστολικὸν λόγιον· «οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι», καὶ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· «μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». καὶ πάλιν ὁ μακάριος Παῦλος ὅσην ἡδονὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν εἶχεν βοᾷ λέγων· «ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις», «ἐν πληγαῖς, ἐν φυλακαῖς»· «ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι». καὶ πάλιν· «ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ».
IX.17 ἡ γὰρ τοῦ ἁγίου πνεύματος εἰς αὐτοὺς πληρεστάτη ἐνοίκησις καὶ ἄφθαρτος ἐνεργὴς παράκλησις τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡδυτάτῃ πληροφορίᾳ καὶ ἀπολαύσει πολλῇ καταδέχεσθαι παρασκευάζει διὰ τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα ἀθάνατον· καὶ τὰ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἔστιν. ἅπερ οἱ μηδέπω δι' ἐνεργείας πνεύματος ἀναλαβεῖν καταξιωθέντες διὰ ἰδίας σπουδῆς καὶ ἐπιθυμίας ἐλπίδι καὶ πίστει ἐν ταῖς ἐντολαῖς καὶ ἐν τοῖς παθήμασι τοῦ κυρίου ἀδιαλείπτως ἐμμελετάτωσαν καὶ τῇ ἐργασίᾳ, ὡς ἡ δύναμις, ἑαυτοὺς βιαζόμενοι ἐγγυμναζέσθωσαν, ἐλπίζοντες διὰ τοῦ πνεύματος τελείως ἐν αὐτοῖς κατευθυνθῆναι, ἵνα κατὰ τὴν ἐργασίαν τῆς ἐλπίδος ἐπιθυμίαν τε καὶ μελέτην τοῦ νοὸς ἐνεργῆσαν τὸ πνεῦμα ἐν δυνάμει μεθ' ἡδονῆς ἀναλάβωμεν καὶ τὴν τῶν εὐαγγελικῶν ἐντολῶν ἐργασίαν καὶ τῶν παθημάτων τοῦ Χριστοῦ μετὰ χαρᾶς ὑπομονήν, καὶ οὕτως τέλειοι Χριστιανοὶ διὰ τῆς ἐνεργοῦς ἐνοικήσεώς τε καὶ κοινωνίας τοῦ πνεύματος γενέσθαι καταξιωθέντες τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα.
IX.18 Οὕτως οὖν ἀγωνίζεσθε καὶ οὕτως ἀνδρίζεσθε καὶ οὕτως ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν παρασκευάζετε ὁμοῦ πάντες, μάλιστα δὲ οἱ ταῖς εὐχαῖς προσκαρτερεῖν ἑαυτοὺς ἀναγκάζοντες ὡς τηλικούτων ἀγαθῶν σκοπὸν ἔχοντες, ἵνα καὶ ἑαυτῶν καὶ τῶν πλησίον οἰκοδομὴ καὶ ὠφέλεια γένησθε καὶ μὴ βλάβην ἑαυτοῖς καὶ τοῖς ἄλλοις διὰ τῆς ἀμελείας καὶ ἀπροσεξίας ἐμποιήσητε.