The Great Letter
Macarius of Egypt (300–391)
Ἐπιστολὴ μεγάλη καὶ πάνυ ὠφέλιμος
First published 390
Greek source text with a new English translation.
Logos I
I.1 Ὁ τῶν ἁπάντων δεσπότης καὶ ποιητὴς καὶ φιλάνθρωπος θεὸς ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἀγαθῶν ἐπίγνωσιν, καὶ τοῖς κρείττονος προκοπὴν ἐκλογὴν λαβεῖν βουλομένοις νεύματι χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ' εἰκόνα αὐτοῦ γεγενημένον ἄνθρωπον. τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν πάντοτε σπουδαζούσης τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκοτισμὸν τῶν ὄντως καλῶν· δι' ὧν ἡ τῆς χάριτος τοῦ Χριστοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα προφήτην· «χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα»· πᾶσαν οὖν αἰτίαν τῶν κακῶν ἡμᾶς ἐξεώσασθαι βούλεται, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι.
I.2 Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, ὃ παρ' ἡμῶν πολλάκις λαβεῖν ἠθελήσατε, ὁποῖον εἶναι δεῖ τὸν ἀναχωρητικὸν ἐκμαθεῖν βίον, πῶς τε χρὴ τοὺς τῶν σαρκικῶν ἡδονῶν ἀναχωρήσαντας καὶ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου ἐπὶ τὸ αὐτὸ δὲ συνεληλυθότας ζῆν κατὰ τὸν ἀποστολικὸν χαρακτῆρα ἱερόν τε συγκρότημα καὶ στῖφος ἀδελφότητος γεγενημένους καὶ συνεῖναι εὐσεβῶς ἀλλήλοις αἱρησαμένους διὰ παντός, ὅπως τε τὴν μετ' ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δεῖ ὁποίαν τε χρηστῶν ἠθῶν καὶ τρόπων τὴν κατάστασιν ἔχειν, τίς τε ὁ σκοπὸς τῆς εἰς ἄκραν ἀρετὴν ἀποτεινούσης ὁδοῦ καὶ «τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον», ὁποῖός τε ὁ ἀγὼν καὶ ὁ δρόμος τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι καὶ εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας ἀεὶ καταντῆσαι σπευδόντων, καὶ ἁπαξαπλῶς ἵνα μὴ εἰς μακρὸν τὸν λόγον ἀποτείνωμεν ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα παρ' ἡμῶν ᾐτήσατε διὰ γραμμάτων ὑμῖν ἐγχαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης· φέρε τὴν ὑμετέραν ἀξίωσιν καὶ ἡμεῖς ἐκτελέσωμεν, τὰ ἡμῖν διορώμενα ὡς οἷόν τε διατιθέμενοι. μόνον παρακαλῶ προσεχῶς ποιεῖσθαι τὴν τούτων ἐπίσκεψιν τοὺς ἀναγινώσκοντας, ἵνα τὴν εἴδησιν ἔχοντες τῆς ἀρετῆς οὐχὶ διαπίπτοιτε. λίαν γὰρ τοῖς ἀκριβῶς ἐπισκεπτομένοις ὠφέλιμος ἡ ὑπόθεσις.
I.3 Ἀρκτέον δὲ ἐντεῦθεν· πέπεισθε πάντως θεῖον καὶ ἱερώτατον σύνταγμα περὶ τῆς ἀκριβοῦς τε καὶ εὐσεβοῦς δόξης καὶ πίστεως ὡς ὀρθῶς δεδογμάτισται, μία θεότης προσκυνητή, τῆς τριάδος τὸ ὁμοούσιον, ἓν θέλημα, μία δόξα, μία προσκύνησις τῆς μιᾶς τρισυποστάτου θεότητος, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ ἁγίου βαπτίσματος εὐσεβῶς «τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν».
I.4 Διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ὁρμὴν ἐπὶ τὸ ἀγαθὸν θεασάμενοι καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες δι' ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν δὲ τῶν θεοπνεύστων γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες ἅμα καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως προεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ' ἑαυτῶν τι λέγειν καὶ ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονεῖν ὑποπτεύσῃ.