The Great Letter
Macarius of Egypt (300–391)
Ἐπιστολὴ μεγάλη καὶ πάνυ ὠφέλιμος
First published 390
Greek source text with a new English translation.
Logos I
Logos II
Logos III
Logos IV
Logos V
Logos VI
Logos VII
VII.1 παρακαλοῦμεν οὖν ὑμᾶς ὡς μιμηταὶ Χριστοῦ εἶναι βουλόμενοι εἰς ἀνάπαυσιν ἀλλήλων καὶ ὑποταγὴν καὶ χρηστὴν δουλείαν· εἰ δυνατόν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ πλησίον ἑαυτοὺς εὐτρεπίσωμεν, ἔχοντες τὸν κύριον τύπον καὶ ὑπογραμμὸν καὶ ἐν πᾶσιν ἀγαθοῖς συνεργὸν ἡμῶν κατὰ τὸ εἰρημένον· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν», ἵνα διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀζηλίας καὶ ἀτυφίας ὁ σύνδεσμος τῆς εἰρήνης ἐν ἑνὶ σώματι καὶ πνεύματι τοῦ Χριστοῦ ἐν τῇ ἀδελφότητι φυλάσσεσθαι δύνηται, ὑποτασσομένων, ὡς εἴρηται, ἀλλήλοις ἐν φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ.
VII.2 Ἕκαστος οὖν ἐν τοιούτοις ἤθεσιν εἶναι βουλόμενος πρὸ πάντων καὶ πανταχοῦ τὴν ἱερὰν ἀγάπην καὶ τὸν φόβον τοῦ θεοῦ, ἥτις ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή, ἐν τῇ ἑαυτοῦ καρδίᾳ σπουδαζέτω καὶ ζητείτω παρὰ θεοῦ ἀδιαλείπτως ἔχειν, καὶ διὰ τῆς συνεχοῦς, μᾶλλον δὲ ἀδιαλείπτου μνήμης κυρίου καὶ ἔρωτι οὐρανίῳ ταύτην ὁσημέραι κατὰ προκοπὴν διὰ τῆς χάριτος ἐπαυξάνων προσκτάσθω. διὰ γὰρ πολλῆς σπουδῆς καὶ πόνου καὶ μερίμνης καὶ ἀγῶνος τὴν πρὸς τὸν θεὸν ἀγάπην κτήσασθαι δυνάμεθα χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν μορφουμένην, καθὼς καὶ ἐν τῇ Σοφίᾳ εἴρηται· «ἐάν τε γὰρ ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον θεοῦ καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις». Οὕτως γὰρ καὶ τὴν δευτέραν ἐντολήν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, εὐχερῶς καὶ καθαρῶς κατορθῶσαι δυνάμεθα.
VII.3 τὰ γὰρ πρῶτα προταττέσθω καὶ σπουδαζέσθω καλῶς ὡς πρῶτα, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἀκολούθως τελεσθήσεται· ἐὰν γάρ τις ἀμελῆσαι θελήσῃ τῆς μεγάλης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἥτις ἀπὸ τῆς ἔνδοθεν ἀγαθῆς διαθέσεως καὶ συνειδήσεως συνίστασθαι πέφυκεν ὑγιέσι ταῖς πρὸς θεὸν ἐννοίαις καὶ τῇ ἐξ αὐτοῦ δηλαδὴ βοηθείᾳ καὶ χάριτι προσγινομένη, τῆς δὲ δευτέρας κατὰ τὴν ἔξωθεν μόνον ἐπιμέλειαν τῆς διακονίας ἀντιποιεῖσθαι βούλοιτο, ἀδύνατον ὑγιῶς καὶ καθαρῶς ταύτην ἐπιτελεῖν δυνήσεται.
VII.4 ἡ γὰρ τῆς κακίας μέθοδος εὑρίσκουσα ἔξω ἀπὸ μνήμης καὶ ἀγάπης καὶ ζητήσεως θεοῦ τὸν νοῦν ἢ δυσχερῆ καὶ βαρέα καταφέρεσθαι ποιεῖ τὰ θεῖα ἐντάλματα, γογγυσμοὺς καὶ λύπας καὶ μέμψεις τῆς εἰς τοὺς ἀδελφοὺς γινομένης διακονίας τῇ ψυχῇ ἐνεργαζομένη, ἢ οἰήσει δικαιοσύνης ἀποστήσασα καὶ φυσιώσει, καὶ ἑαυτὸν ἡγήσεται τίμιον καὶ μέγαν ποιήσει καὶ ὡς ἄκρως κατορθοῦντα τὰς ἐντολάς.
VII.5 ὅτε δὲ ἐν ἑαυτῷ οἰηθῇ ὁ ἄνθρωπος, ὅτι καλὰ ἐργάζεται καὶ ἐντολὰς φυλάττει, ἥμαρτε κρίνας ἑαυτὸν καὶ μὴ ἐκδεξάμενος τὸν κρίνοντα ἀληθῶς· ὅταν γὰρ «συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν» τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τὸ λόγιον Παύλου, τότε ἀληθῶς Χριστοῦ ἄξιοι καὶ τέκνα θεοῦ τυγχάνομεν, οὐχ ὅταν οἰήσει ἰδίᾳ ἑαυτοὺς δικαιώσωμεν. «οὐ γάρ φησίν ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος, ἀλλ' ὃν ὁ κύριος συνίστησιν». ἐὰν γὰρ ἐκτὸς μνήμης καὶ φόβου θεοῦ εὑρίσκηται ὁ ἄνθρωπος, ἀνάγκῃ καὶ δόξαν ζητεῖν καὶ ἔπαινον θηρεύειν παρὰ τῶν διακονουμένων ὑπ' αὐτοῦ, ὁ δὲ τοιοῦτος ἄπιστος παρὰ τοῦ κυρίου ἀπελέγχεται· «πῶς γάρ φησί δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες» ὁ τοιοῦτός ἐστιν ὁ τὸ ἔξωθεν τοῦ ποτηρίου πλύνων καὶ τῆς παροψίδος, τὸ δὲ ἔνδον γέμει ἁρπαγῆς καὶ πάσης πλεονεξίας· ἐπὰν δὲ αὐτὸς ὁ νοῦς καὶ ἡ διάθεσις τῆς ψυχῆς ἐν τῇ μελέτῃ καὶ ἐπιποθήσει τοῦ θεοῦ ἀεὶ ἀπασχολῆται, καὶ τὰς ἐννοίας τῇ μνήμῃ τῶν καλῶν, ὅσαι εἰσὶν ἀληθεῖς καὶ δίκαιαι καὶ εὔφημοι καὶ σεμναί, καὶ τῇ ἀγάπῃ τοῦ θεοῦ πάντοτε κατακοσμεῖ.
VII.6 Μετὰ δὲ ἀγῶνος πολλοῦ καὶ καμάτου νοὸς τοῦτο γίνεται διὰ τὸ τὸν ἐναντίον ἐν τοῖς καλοῖς ἐμποδίζειν τὸν νοῦν τοῦ μὴ τῇ τῶν καλῶν μνήμῃ ἐρᾶν τῶν ἄνω, ἀλλὰ διὰ τῶν γηίνων ἐπιθυμιῶν τὴν προαίρεσιν δελεάζοντα προσεδρεύειν· οὗτος γάρ ἐστι τοῦ πονηροῦ ὁ θάνατος καὶ ἡ ἧττα, ὅταν εἰς ἀγάπην καὶ μνήμην θεοῦ ἀσχολούμενος ὁ νοῦς εὑρίσκηται. πάντοτε ἐντεῦθεν συστῆναι δύναται καὶ ἡ πρὸς τὸν ἀδελφὸν εἰλικρινὴς ἀγάπη. ὁμοίως καὶ ἡ ἀληθὴς ἁπλότης καὶ ἡ πραότης καὶ ἡ ταπείνωσις καὶ ἡ ἀκεραιότης καὶ ἡ ἀγαθότης καὶ ἡ εὐχὴ καὶ πᾶσα ἀκολουθία τῶν ἁγίων ἐντολῶν διὰ τῆς μιᾶς καὶ μόνης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς θεὸν ἀγάπης, ἐξ ἀληθείας τὴν ἀκριβῆ συμπλήρωσιν λαμβάνει.
VII.7 Ἀγῶνος οὖν πολλοῦ καὶ πόνου κρυπτοῦ καὶ ἀοράτου χρεία λογισμῶν ἔρευναν ποιεῖσθαι, καὶ τὰ ἠσθενηκότα τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ δεῖ πάντοτε, καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς θεὸν ἐπείξεως καὶ σπουδῆς τὰ ἐξητονηκότα τῆς ψυχῆς ἡμῶν μέλη, τοῦ νοῦ ἡμῶν προσκολλωμένου πάντοτε, ἵνα γένηται μετὰ τοῦ κυρίου εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου.
VII.8 τοῦτον δὲ τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας πάντας ἡμᾶς ἔχειν χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, ἤτοι εὐχομένων ἤτοι διακονούντων ἤτοι ἐσθιόντων ἤτοι πινόντων ἢ ὁτιοῦν ποιούντων, ἵνα πᾶν ὃ γίνεται ἀγαθὸν ἀρετῆς ἐπιτήδευμα εἰς δόξαν θεοῦ γίνηται καὶ μὴ εἰς δόξαν ἡμετέραν ἐπιτελούμενον εὑρίσκηται. ἁγιάζεται γὰρ πᾶσα ἡ τῶν ἐντολῶν ἀκολουθία καὶ καθαρῶς ὑφ' ἡμῶν ἐπιτελεῖται διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ κυρίου καὶ φόβου καὶ σπουδῆς καὶ ἀγάπης τῆς πρὸς τὸν θεὸν, καὶ ἐκτὸς γινόμεθα ἀπὸ τοῦ μιαίνοντος τὴν ἐντολὴν καὶ σπιλοῦντος πονηροῦ. οὕτως δὲ εὐχερῆ καὶ εὔκολα ἡμῖν πάντα τὰ τῶν ἐντολῶν φανήσεται παραγγέλματα τῆς τοῦ θεοῦ ἀγάπης ἐξευμαριζούσης τὰς ἐντολὰς καὶ τὸ ἐπίπονον αὐτῶν περὶ τὴν τήρησιν αὐτῆς ἐκλυούσης, ὥστε καὶ τῶν εὐτελῶν ἐντολῶν εὐμάρεια καὶ εὐκολία διὰ τῆς πρὸς θεὸν ἡμῶν ἀγάπης γενήσεται.
VII.9 ὅλος γὰρ ὁ ἀγὼν τῆς σπουδῆς τοῦ ἀντικειμένου οὗτός ἐστίν, ὡς προείρηται, ἵνα δυνηθῇ τὸν νοῦν ἀπὸ τῆς πρὸς θεὸν μνήμης καὶ φόβου καὶ ἀγάπης κυρίου περισπάσαι, δελεάσμασι γηίνοις χρώμενος καὶ ἀπὸ τοῦ ὄντως καλοῦ παρεκτρέπων εἰς τὰ δοκήσει ὄντα καλά. πᾶν γὰρ ὃ ἐὰν ποιῇ καλὸν ὁ ἄνθρωπος, σπιλοῦν καὶ μιαίνειν ὁ πονηρὸς βούλεται καὶ τὴν ἰδίαν ἐπισπορὰν τῆς κενοδοξίας ἢ οἰήσεως ἢ γογγυσμοῦ ἢ τοιούτων τινῶν τῇ ἐντολῇ συμμίσγειν ἀγωνίζεται, ἵνα μὴ διὰ θεὸν μόνον καὶ προθυμίαν ἀγαθὴν τὸ γινόμενον ἀγαθὸν καὶ καλὸν γίνηται. γνώσεως οὖν καὶ διακρίσεως ἑκάστῳ πολλῆς χρεία, ἵνα δυνηθῇ ὁ νοῦς τὰς μεθοδείας καὶ τέχνας τοῦ πονηροῦ ἐπιγινώσκειν καὶ παντελῶς τῆς κακίας ἀπαλλοτριοῦσθαι.
VII.10 ἵνα δὲ μὴ δόξωμεν ὡς ἀφ' ἑαυτῶν τι λέγειν, ἐκ τῶν ἁγίων γραφῶν ταῦτα παραστήσωμεν. γέγραπται γὰρ ὅτι Ἄβελ προσήνεγκε θυσίαν τῷ θεῷ ἀπὸ τῶν στεάτων καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων· καὶ Κάϊν ὁμοίως προσήνεγκε δῶρα ἀπὸ τῶν καρπῶν, φησί, τῆς γῆς, ἀλλ' οὐκ ἀπὸ τῶν πρώτων καρπῶν· καὶ ἐπεῖδεν ὁ θεός, φησίν, οὐκ ἐπὶ τοῖς τοῦ Κάϊν δώροις ἀλλ' ἐπὶ τοῖς τοῦ Ἄβελ, τὰς δὲ τοῦ Κάϊν θυσίας οὐ προσέσχεν· ὥστε ἐκ τούτου μανθάνομεν, ὅτι ἔστι τι καλὸν ἐπιτήδευμα ποιῆσαι ἀμελῶς ἢ καταφρονητικῶς ἢ διά τι, καὶ μὴ εἶναι εὐπρόσδεκτον τῷ θεῷ· καὶ ἔστι ποιῆσαι κατὰ τὸ θέλημα τοῦ θεοῦ, σπουδαίως καὶ νηφόντως καὶ διὰ θεὸν μόνον πιστῶς, καὶ εὐάρεστον εὑρεθῆναι ἔμπροσθεν αὐτοῦ· καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ θεοῦ Μελχισεδὲκ προσήνεγκε καὶ οὕτως τὰς εὐλογίας ἐδέξατο παρ' αὐτοῦ.
VII.11 τί δὲ διὰ τούτων αἰνίττεται τὸ πνεῦμα, ὑψηλοτέραν θεωρίαν ἐμφαῖνον, ἀλλ' ἢ τὸ τὰ ἄκρα καὶ τὰ στέατα, τὰ πρῶτα ὅλου τοῦ συγκρίματος τῆς φύσεως ἡμῶν, τουτέστιν αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν συνείδησιν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν ὀρθὸν ἡμῶν λογισμόν, αὐτὴν τὴν ἀγαπητικὴν ἡμῶν δύναμιν τῆς ψυχῆς, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ θεῷ πρότερον προσκομίζειν δεῖν πάντοτε πάντας τὴν τῆς καρδίας θυσίαν ἱεράν, τὰ ἀκροθίνια καὶ τὰ πρῶτα τῶν ὀρθῶν λογισμῶν, εἰς τὴν αὐτοῦ μνήμην καὶ μελέτην καὶ ἀγάπην διὰ παντὸς ἀπασχολοῦντας. καὶ οὕτω δυνησόμεθα εἰς ἔρωτα θεῖον ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνειν, βοηθούμενοι ὑπὸ τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, καὶ τὸ φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν ἐλαφρὸν ἡμῖν καταφανήσεται καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελοῦντες συνεργοῦντος ἡμῖν αὐτοῦ τοῦ κυρίου διὰ τὴν πρὸς αὐτὸν ἡμῶν διὰ πίστεως καὶ ἀγάπης ζέουσαν ὁρμὴν καὶ πασῶν τῶν ἐντολῶν αὐτοῦ ἀγαθὴν ἐπιπόθησιν.