The Great Letter

Macarius-Symeon

The Great Letter

Macarius-Symeon

Ἐπιστολὴ μεγάλη καὶ πάνυ ὠφέλιμος

Greek source text with a new English translation.


Logos I

I.1 Ὁ τῶν ἁπάντων δεσπότης καὶ ποιητὴς καὶ φιλάνθρωπος θεὸς ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἀγαθῶν ἐπίγνωσιν, καὶ τοῖς κρείττονος προκοπὴν ἐκλογὴν λαβεῖν βουλομένοις νεύματι χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ' εἰκόνα αὐτοῦ γεγενημένον ἄνθρωπον. τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν πάντοτε σπουδαζούσης τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκοτισμὸν τῶν ὄντως καλῶν· δι' ὧν ἡ τῆς χάριτος τοῦ Χριστοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα προφήτην· «χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα»· πᾶσαν οὖν αἰτίαν τῶν κακῶν ἡμᾶς ἐξεώσασθαι βούλεται, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι.

I.2 Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, ὃ παρ' ἡμῶν πολλάκις λαβεῖν ἠθελήσατε, ὁποῖον εἶναι δεῖ τὸν ἀναχωρητικὸν ἐκμαθεῖν βίον, πῶς τε χρὴ τοὺς τῶν σαρκικῶν ἡδονῶν ἀναχωρήσαντας καὶ τῆς ἀπάτης τοῦ αἰῶνος τούτου ἐπὶ τὸ αὐτὸ δὲ συνεληλυθότας ζῆν κατὰ τὸν ἀποστολικὸν χαρακτῆρα ἱερόν τε συγκρότημα καὶ στῖφος ἀδελφότητος γεγενημένους καὶ συνεῖναι εὐσεβῶς ἀλλήλοις αἱρησαμένους διὰ παντός, ὅπως τε τὴν μετ' ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δεῖ ὁποίαν τε χρηστῶν ἠθῶν καὶ τρόπων τὴν κατάστασιν ἔχειν, τίς τε ὁ σκοπὸς τῆς εἰς ἄκραν ἀρετὴν ἀποτεινούσης ὁδοῦ καὶ «τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον», ὁποῖός τε ὁ ἀγὼν καὶ ὁ δρόμος τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι καὶ εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας ἀεὶ καταντῆσαι σπευδόντων, καὶ ἁπαξαπλῶς ἵνα μὴ εἰς μακρὸν τὸν λόγον ἀποτείνωμεν ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα παρ' ἡμῶν ᾐτήσατε διὰ γραμμάτων ὑμῖν ἐγχαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης· φέρε τὴν ὑμετέραν ἀξίωσιν καὶ ἡμεῖς ἐκτελέσωμεν, τὰ ἡμῖν διορώμενα ὡς οἷόν τε διατιθέμενοι. μόνον παρακαλῶ προσεχῶς ποιεῖσθαι τὴν τούτων ἐπίσκεψιν τοὺς ἀναγινώσκοντας, ἵνα τὴν εἴδησιν ἔχοντες τῆς ἀρετῆς οὐχὶ διαπίπτοιτε. λίαν γὰρ τοῖς ἀκριβῶς ἐπισκεπτομένοις ὠφέλιμος ἡ ὑπόθεσις.

I.3 Ἀρκτέον δὲ ἐντεῦθεν· πέπεισθε πάντως θεῖον καὶ ἱερώτατον σύνταγμα περὶ τῆς ἀκριβοῦς τε καὶ εὐσεβοῦς δόξης καὶ πίστεως ὡς ὀρθῶς δεδογμάτισται, μία θεότης προσκυνητή, τῆς τριάδος τὸ ὁμοούσιον, ἓν θέλημα, μία δόξα, μία προσκύνησις τῆς μιᾶς τρισυποστάτου θεότητος, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ ἁγίου βαπτίσματος εὐσεβῶς «τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν».

I.4 Διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ὁρμὴν ἐπὶ τὸ ἀγαθὸν θεασάμενοι καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες δι' ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν δὲ τῶν θεοπνεύστων γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες ἅμα καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως προεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ' ἑαυτῶν τι λέγειν καὶ ὡς ὑπέρογκα ἐκ ματαιότητος φρονεῖν ὑποπτεύσῃ.

Logos II

II.1 Ἔστω τοίνυν προηγουμένως πᾶσι τοῖς ἀφιερώσασιν ἑαυτοὺς τῷ θεῷ καὶ «τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν» παριστᾶν πάντοτε σπουδάζουσι σκοπὸς ὁ τῆς εὐσεβείας προκείμενος φωτισμὸς καὶ εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν εὐαγγελίων καὶ τῶν λοιπῶν γραφῶν ἐπαγγελίας, ἐπιδιδόντας ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν· πεπεῖσθαί τε βεβαίως, ὅτι διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς θείας δυνάμεως παντελῶς τὴν λύτρωσιν καὶ κάθαρσιν τῶν τῆς ἀτιμίας παθῶν δυνατὸν ἐν ἡμῖν γενέσθαι τῶν ἐνεργουμένων ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, ὅτι τὰ παρ' ἡμῖν ἀδύνατα παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ δυνατὰ τυγχάνει· τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου ἀνθρώπου παράβασιν.

II.2 καὶ τοῦ πνεύματος δὲ τὴν υἱοθεσίαν τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος ἐν πάσῃ πληροφορίᾳ πιστεύειν καταξιωθῆναι κατὰ τὸν εἰπόντα ὅτι «τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ἡμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε»· καὶ πάλιν· «ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ».

II.3 οὗ τὸν ἀρραβῶνα τῆς αὐτοῦ ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς τρισμακαρίας ἐπονομασίας βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα, εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς πολλαπλασιασμὸν τοῦ ταλάντου τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες. τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις καὶ δι' αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατ' ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι· εἰς πολυπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ εἴρηται.

II.4 Ὥσπερ γὰρ τὸ γεννώμενον ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ' ὁσημέραι τὴν αὔξησιν λαμβάνει ἀνάγκῃ τινὸς ἀκολουθίας κατὰ τοὺς τῆς φύσεως ἀρρήτους νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς νοητῆς ἡλικίας ἕξιν ἵστασθαι ὀφείλει, ἀλλ' ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενον διὰ τὴν πρὸς τὸν νοητὸν ἀνταγωνιστὴν πάλην προκόπτειν αὐτὸν καὶ αὔξειν δέοι εἰς τὴν τῆς πνευματικῆς ἡλικίας συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου· «μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν τὰ πάντα εἰς αὐτὸν ὅς ἐστι Χριστός»· καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός· «μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί ἐστι τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον», εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν φάσκων τοὺς εἰς μέτρον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ πνεύματος ἐλθόντας.

II.5 Ἀλλ' ἐπὶ μὲν τῆς σωματικῆς γεννήσεως ἀνάγκῃ τινὸς ἀκολουθίας καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι. ἐπὶ δὲ τῆς ἄνωθεν τοῦ πνεύματος γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· «ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας»· καὶ πάλιν· «βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται»· καὶ «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν»· καὶ ὁ ἀπόστολος «δι' ὑπομονῆς τρέχομεν ἐπὶ τὸν προκείμενον ἡμῖν ἄθλον»· καὶ «οὕτως φησί τρέχετε, ἵνα καταλάβητε»· καὶ πάλιν· «ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ» καὶ τὰ ἑξῆς. «οὕτω δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ.

Logos III

III.1 Καθ' ὅσον οὖν πιστεύει καὶ καθ' ὅσον ἀγωνίζεται καὶ καθ' ὅσον ἀγαπᾷ καὶ καθ' ὅσον ἀγῶνι σωματικῷ καὶ ψυχικῷ εἰς πᾶσαν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται, χάριτι μὲν καὶ δωρεᾷ θείᾳ τὴν σωτηρίαν κομιζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ αὔξησιν ἐπὶ τὸ τέλειον μέτρον τῆς πνευματικῆς ἡλικίας δεχόμενος, ἵν' ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ τῆς θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς τοῦ ἀνθρώπου συνεργίας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ σπουδῆς καὶ ἰσχύος ἄνευ τῆς συνεργίας καὶ βοηθείας τοῦ ἁγίου πνεύματος εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα καὶ τὸ τῆς ἐλευθερίας καὶ καθαρότητος μέτρον φθάσαι δυνάμενος. «ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιῶν καὶ οἰκοδομῶν»· καὶ πάλιν· «οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς», καίπερ ῥομφαίαις καὶ βραχίοσι πολεμούντων, «ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου», ἃ τὴν τοῦ θεοῦ δύναμιν τῷ ἰδίῳ αὐτῶν ἀγῶνι συνεργοῦσαν δηλοῖ· ἅμα δὲ καὶ τὴν οἴησιν τῶν δι' ὀλίγας ἀρετὰς ἐφ' ἑαυτοῖς πεποιθότων ἐκκόπτων, πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος τὴν σωτηρίαν γενέσθαι τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ προφήτης.

III.2 Τί τοίνυν ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, εἰς ὃ προτρέπεται ἕκαστον παρακαλῶν ὁ ἀπόστολος σπεύδειν φθάσαι ἢ ἄρα, περὶ ὧν ὁ κύριος εἴρηκε μακαρίζων αὐτοὺς· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται»· καὶ πάλιν· «Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι». τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων ἐπαγγέλλεται, ὅ ἐστιν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἄκρας ἀρετῆς ἀνάληψιν, ὅ ἐστι καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ πνεύματος ἐν πληροφορίᾳ γινόμενος τῆς μετὰ πίστεως καὶ ἀγάπης ἐπιδιδούσης τῷ θεῷ ὅλης ἐξ ὅλου ἑαυτὴν ψυχῆς. καθὼς καὶ διὰ τοῦ Δαβὶδ τὸν τέλειον τῆς ἀληθείας σκοπὸν ὑποδείκνυσι τὸ πνεῦμα καὶ διδάσκει τοῦτον παρὰ θεοῦ ἐπιζητεῖν καὶ πιστεύειν τοὺς ἐπιθυμοῦντας υἱοὺς φωτὸς ἀναδειχθῆναι καὶ κληρονόμους τῆς ζωῆς γενέσθαι, καί φησι· «γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ». αἰσχύνην καὶ ἀτιμίαν φορεῖν ἐσήμανε τοὺς ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς σπίλου καὶ ῥύπου μηδέπω κεκτημένους· πάλιν γάρ φησι· «τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου»· πασῶν τῶν ἐντολῶν συμπλήρωσιν καὶ παντὸς παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ θεὸν κεκτῆσθαι ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν· «καρδίαν καθαράν» εὐχόμενος ὁ προφήτης ἔλεγε «κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι φησίν ἡγεμονικῷ στήριξόν με», τὸν αὐτὸν σκοπὸν παρίστησιν. ἀντερωτῶντος δὲ πάλιν· «τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ», ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ οὗτοι· «ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ»· ὥστε τὴν διὰ πράξεως καὶ λόγου καὶ ἐννοίας καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας τὸ πνεῦμα ἐμήνυσε καὶ σπουδάζειν εὐχομένους καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ θεοῦ καθαρότητα.

III.3 ὁ γὰρ ἀπόστολος διαρρήδην διδάσκων, ὁποῖαι αἱ ψυχαὶ εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρκὸς καὶ δεσμῶν κόσμου ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι, φησίν· «ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία οὐ σώματι μόνον, ἀλλὰ καὶ πνεύματι», πρακτικῶν τε καὶ λογιστικῶν, τουτέστι φανερῶν τε καὶ κρυπτῶν, ἁμαρτημάτων ἐκτὸς εἶναι αὐτὴν παραγγέλλων, ὡς ἅτε δὴ νύμφην Χριστοῦ ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιποθοῦσαν. ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιποθοῦσαν αὐτῷ συναφθῆναι ψυχὴν καὶ εἰς ἓν πνεῦμα ἐπιθυμοῦσαν μετ' αὐτοῦ γενέσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου· «καὶ πᾶς φησίν ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι»· καὶ «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον οἷον πορνείας ἢ κλοπῆς ἢ φόνου ἢ γαστριμαργίας ἢ καταλαλιᾶς ἢ ψεύδους ἢ ἀργολογίας ἢ κραυγῆς ἢ γέλωτος ἢ εὐτραπελίας ἢ φιλαργυρίας ἢ πλεονεξίας ἁγνεύειν δεῖ τὴν ψυχὴν τὴν ἀρνησαμένην μὲν κοινωνίαν σαρκικήν, κόσμου δὲ ἀναχωρήσασαν καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου νυμφίου ἑαυτὴν καθομολογήσασαν, ἀλλὰ πολλῷ μᾶλλον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή, τουτέστιν ἐπιθυμίας κενοδοξίας ἀνθρωπαρεσκείας ὑποκρίσεως φιλαρχίας δόλου κακοηθείας μίσους ἀπιστίας φθόνου ἐπάρσεως ζήλου αὐταρεσκείας φιλαυτίας τύφου καὶ τῶν τούτοις ὁμοίων ἀοράτων τῆς ἀτιμίας παθῶν. Οἶδε γὰρ ἡ γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴ γε πιστεύομεν τοῖς λόγοις τοῦ πνεύματος, τῶν ἐκτὸς ἁμαρτημάτων ἴσα καὶ ὅμοια ἡγεῖσθαι· μιᾶς γὰρ τῆς αὐτῆς ῥίζης τυγχάνει βλάστημα· «κύριος γάρ φησί διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων», καὶ «ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος», τὸν δόλον καὶ τὸν φόνον εἰς ἓν συναριθμῶν παράβαμα· καὶ «τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, δὸς αὐτοῖς κύριε κατὰ τὰ ἔργα αὐτῶν». καὶ πάλιν· «καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ». καὶ ὁ κύριος μεμφόμενος τοὺς ἀνθρωπαρέσκους φησί· «πάντα δὲ ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις»· διὸ καὶ παραγγέλλει λέγων· «βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς»· τουτέστι μὴ παρὰ ἀνθρώπων ἐπιζητεῖν θέλετε καὶ θηρεύειν ἔπαινον ἢ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ παρὰ μόνου τοῦ θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος καὶ οὗ ἡ ἀτιμία αἰώνιος. τουτέστι καὶ τὸ «οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι», τουτέστιν ὅταν θέλητε παρὰ ἀνθρώπων καλῶς ἀκούειν καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ' αὐτῶν προσερχομένοις χαίρειν.

III.4 ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν ὁπότε αὐτὸς ὁ κύριος λέγει· «λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». εἰς δόξαν θεοῦ ἀγωνίζεσθε, φησί, πᾶν ἀγαθὸν ποιεῖν ἐπιτήδευμα καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν, μὴ δὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ θεοῦ μόνου ἐκδέχεσθε· καθὼς καὶ ὁ μακάριος Δαβὶδ λέγει· «παρὰ σοῦ ὁ ἔπαινός μου», καὶ πάλιν· «ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου»· ὡς καὶ ὁ ἀπόστολος ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς δόξαν θεοῦ ἐντέλλεται γίνεσθαι. «εἴτε γὰρ ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε φησί πάντα εἰς δόξαν θεοῦ ποιεῖτε»· τοὺς γὰρ παρὰ ἀνθρώπων δόξαν ἢ ἐπαίνους ἐπιζητοῦντας ἀπίστους εἶναι ὁ κύριος ἀπέδειξεν εἰπών· «πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες»

III.5 ὁ δὲ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συγκρίνων φησίν· «ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ». τὸ ἐν τῷ κρυπτῷ μῖσος τὸ κατὰ τοῦ ἀδελφοῦ γινόμενον τῷ φόνῳ συγκρίνει. ἀλλὰ καὶ ὁ ἀπόστολος Παῦλος τοὺς τοῖς πάθεσι τῆς ἀτιμίας παραδοθέντας διὰ τὴν ἀσύνετον αὐτῶν καὶ ἀπειθῆ καρδίαν διαγορεύων καὶ ἐξαριθμῶν αὐτῶν τὴν ἐπὶ τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησίν· «καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας πονηρίας πορνείας πλεονεξίας κακίας· μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας· οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν», καὶ τὰ ἑξῆς. ὁρᾷς ὅτι πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσε τὰ μόνα παρὰ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια τῆς ψυχῆς πάθη συνηρίθμησε, δόλον ὑπερηφανίαν ἔριν κακοήθειαν ἀλαζονείαν μῖσος ἀσυνεσίαν· καὶ πάλιν ὁ κύριος λέγει· «τὸ ὑψηλὸν παρὰ ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ», καὶ «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· καὶ ἡ Σοφία φησὶν «ἀκάθαρτος παρὰ κυρίῳ πᾶς ὑψηλοκάρδιος». καὶ τὰ ὅμοια δὲ ἀναλεξάμενοι ἐκ τῶν γραφῶν πάμπολλα ἂν εὕροιμεν τὰ εἰρημένα κατὰ τῶν κρυφίων ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν.

III.6 τὰ γὰρ κρύφια πάθη τῆς ἁμαρτίας τὸ πνεῦμα τὸ ἅγιον ἐπιστάμενον βιαιότερα καὶ κατερριζωμένα τῇ ψυχῇ ἐνυπάρχοντα τὴν ἀπαλλαγὴν αὐτῶν διὰ ποίου τρόπου γενέσθαι δυνατὸν διδάσκων ἡμᾶς διὰ τοῦ Δαβίδ φησιν· «ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου»· ὥστε διὰ πολλῆς δεήσεως καὶ πίστεως καὶ τῆς πρὸς θεὸν τελείας ἀγαθῆς ὁρμῆς τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως περιγενέσθαι δυνάμεθα. ὥσπερ γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων σπουδάζομεν φυλάττειν ὡς ναὸν θεοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος· «ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ», περὶ τοῦ σώματος λέγων, «φθερεῖ τοῦτον ὁ θεός», οὕτως καὶ τὸν ἔσω ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδαστέον καὶ διαγωνιστέον ἀπὸ παντὸς μολυσμοῦ ῥυπαρῶν λογισμῶν φυλάττειν κατὰ τὸ εἰρημένον· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν» ὡς νύμφην Χριστοῦ· «ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς».

III.7 Τοῦτο δὲ κατορθῶσαι ἡμῖν ἔσται ἀνταγωνιζομένων ἡμῶν καὶ ἀντιλεγόντων πάντοτε τοῖς πονηροῖς λογισμοῖς τῆς τε κενοδοξίας καὶ μίσους καὶ τύφου καὶ δόλου ἐπιθυμίας τε καὶ ἀπιστίας, ζήλου καὶ φιλαρχίας, καὶ πάσῃ ἀκριβείᾳ ἑαυτοὺς ἐρευνῶντες τὸν νοῦν ἀσυνδύαστον καὶ ἀσύμφωνον φυλασσόμενοι πρὸς τὰ κρύφια τῆς ψυχῆς πάθη, ἐν πᾶσιν ἀγαθοῖς ἐπιτηδεύμασιν ἑαυτοὺς ἐπιδιδόντες μετὰ βίας καὶ πόνου καὶ ἀγῶνος διὰ τὸ ἐμποδίζειν ἡμῖν τὸν ἀντικείμενον·

III.8 τὴν γὰρ μονότροπον εὐθύτητα αἰνισσόμενος ὁ μακάριος Μωυσῆς καὶ διὰ τύπων ὑποδεικνὺς ἐνέφηνε τὸ μὴ δεῖν δυσὶ γνώμαις, κακοῦ καὶ ἀγαθοῦ, τὴν ψυχὴν ἐξακολουθεῖν, ἀλλὰ μόνῳ τῷ ἀγαθῷ· καὶ τὸ μὴ δεῖν δύο καρποὺς ἐν ἡμῖν, χείρονος καὶ χρησίμου, γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰ χρήσιμα ἐργαζομένους παντελῶς τοῦ χείρονος ἀλλοτριοῦσθαι. φησὶ δὲ δι' αἰνιγμάτων· «οὐ ζεύξεις ἐν τῇ ἅλωνί σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτό, οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμοιογενῆ ζῷα ζεύξας ἀλοήσεις τὸν ἄμητόν σου»· τουτέστιν ἵνα μὴ ἐν τῇ ἅλωνι τῆς καρδίας ὑμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν ἔχῃ, ἀλλὰ μόνον ἀρετή. «οὐ συνυφανεῖς φησίν ἐρέῳ ἱματίῳ λινὸν οὐδὲ πάλιν λινῷ ἔριον»· «οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ»· «οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις».

III.9 διὰ δὲ τούτων πάντων μυστικῶς αἰνίττεται τὸ μὴ δεῖν κακίαν καὶ ἀρετὴν ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τῆς ἀρετῆς γονὰς ἐξ ἡμῶν ἀποκυεῖσθαι <διὰ τῆς θειοτέρας γονῆς>· καὶ τὸ μὴ δεῖν δυσὶ πνεύμασι, τῷ πνεύματι τοῦ κόσμου καὶ τῷ πνεύματι τοῦ θεοῦ, τὴν ψυχὴν κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ θεοῦ πνεύματι συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς καὶ τοὺς καρποὺς τοῦ πνεύματος καρπογονεῖν τὴν ψυχὴν προσέταξεν, μηδὲ δυσὶ προσώποις, τῷ χείρονι καὶ τῷ κρείττονι, συμφωνεῖν τὴν προαίρεσιν, ἀλλὰ μόνον τῷ καλῷ χρωμένους καὶ τοῦ κακοῦ παντελῶς ἀλλοτριουμένους τὸν μονότροπον τῶν ἀρετῶν καρπὸν ἐν τῇ ψυχῇ γεωργεῖν κατὰ τὸ γεγραμμένον· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα»· καὶ «ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα», ἵν' οὕτως τὸν ἀγῶνα τῆς ψυχῆς ὁρῶν ὁ κύριος τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν μεγάλην ἴασιν τῶν κρυφίων παθῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως παντελῶς ἐν ἡμῖν ποιήσῃ, τὴν ἐκδίκησιν τῶν νοητῶν ἐχθρῶν ἡμῶν ἐργαζόμενος.

III.10 καθὼς αὐτὸς ὁ κύριος περὶ τῆς χήρας διεξερχόμενος τῆς ὑπὸ τοῦ ἀντιδίκου καταπονουμένης καὶ πρὸς τὸν τῆς ἀδικίας ἄρχοντα προσελθούσης ἐπιζητούσης τε τὴν παρ' αὐτοῦ ἐκδίκησιν καὶ διὰ τὴν ἐπὶ πολὺ τῆς προσμονῆς ἀναίδειαν αὐτῆς τῆς ἐκδικήσεως αὐτῆς τετυχηκυίας, διδάσκει ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν. «ἔλεγε γὰρ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» καὶ τὰ ἑξῆς. τὸ δὲ μὴ ἐκκακεῖν τὴν ἐπὶ πολὺ προσμονὴν τῆς εὐχῆς αἰνίττεται· καὶ μετὰ ταῦτα ὁ κύριος· «Ἴδετε τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει».

III.11 Οἷον γὰρ ἀγῶνα εἶχεν ὑπὲρ τῶν μαθητῶν ὁ ἀπόστολος καὶ εἰς ὁποῖον πνευματικὸν μέτρον ἐλθεῖν αὐτοὺς ἐσπούδαζεν ἐνδιαθέτως ὑπὲρ αὐτῶν εὐχόμενος, ἅμα δὲ καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπὸν πᾶσι φανερὸν καθιστῶν τοῖς βουλομένοις ἀπόνως φιλαλήθως τρέχειν καὶ τὸν ἀποστολικὸν τῆς καινῆς κτίσεως κανόνα τοῖς ἐπὶ τὸ ἔμπροσθεν προκόπτειν σπουδάζουσιν ἔκδηλον ποιῶν· «νουθετοῦντες φησί πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος». καὶ πάλιν τοῖς τῆς σφραγῖδος τοῦ πνεύματος τῆς ἐπαγγελίας διὰ τοῦ βαπτίσματος καταξιουμένοις ἐπεύχεται τῆς πνευματικῆς προκοπῆς λαβεῖν αὐτοὺς αὔξησιν λέγων· «διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους οὐ παύομαι ὑπὲρ ὑμῶν προσευχόμενος καὶ αἰτούμενος, ἵνα ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας».

III.12 τὸν δὲ τρόπον τῆς μετουσίας καὶ μεταλήψεως τοῦ πνεύματος ἀκριβῶς ὑποσημειωσάμενος ἐν πληροφορίᾳ γινομένης· «κατὰ τὴν ἐνέργειαν φησί τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν»· κατ' ἐκείνην φησὶ τὴν ἐνέργειαν τοῦ πνεύματος, ἵνα καὶ ὑμεῖς τὴν πληροφορίαν δέξησθε. καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ μικρὸν προβὰς εἰς ὑψηλοτέραν αὔξησίν τινα καὶ προκοπὴν τελειότητος πνευματικῆς ἐλθεῖν αὐτοὺς ἐπιθυμῶν ἐπεύχεται λέγων· «τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δύναμιν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους· ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν δύναμιν τῆς γνώσεως καὶ ἀγάπης τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ».

III.13 καὶ ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ἐπιδεικνύων τοῖς μαθηταῖς καὶ προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς τὸ τέλειον μέτρον καταντῆσαι ἔλεγε· «ζηλοῦτε δὲ τὰ πνευματικὰ χαρίσματα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ καὶ τῶν ἀνθρώπων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον· κἂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι». καὶ ἐπάγει τοὺς καρποὺς τῆς ἀγάπης, οἷοί εἰσι καὶ πῶς οἱ ταύτην κεκτημένοι τῶν τῆς κακίας παθῶν παντελῶς ἐλυτρώθησαν, λέγων· «ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται· οὐ φυσιοῦται· οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐ λογίζεται τὸ κακόν· οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει· πάντα ὑπομένει· πάντα πιστεύει· πάντα ἐλπίζει». καὶ πάλιν ὁ αὐτός· «ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει». τὸ δὲ «οὐδέποτε ἐκπίπτει» τοῦτο σημαίνει, ὡς οἱ ἐν τοῖς προειρημένοις χαρίσμασι τοῦ πνεύματος ὄντες καὶ μηδέπω διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ πνεύματος τὴν λύτρωσιν τῶν παθῶν δεξάμενοι ἐν κινδύνῳ ἔτι καὶ ἀγῶνι καὶ φόβῳ τυγχάνουσι διὰ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, εἰ καὶ χαρίσματα πνευματικὰ κέκτηνται. Ἰδοὺ γὰρ οἷον καὶ ὅσον πνευματικὸν μέτρον, μηκέτι ὂν ὑπὸ πτῶσιν καὶ πάθος, ἔδειξε τοῖς βουλομένοις ἀκριβῶς βαίνειν τὴν ὁδὸν τοῦ χαρίσματος ἤγουν τοῦ χριστιανισμοῦ· ὥστε καὶ γλώσσας ἀγγέλων καὶ προφητείαν καὶ πίστιν καὶ πᾶσαν τὴν γνῶσιν καὶ χαρίσματα ἰαμάτων μηδὲν εἶναι ὡς πρὸς σύγκρισιν τῆς ἀκροτάτης ἀρετῆς καὶ τοῦ πληρώματος τῆς ἀγάπης τῆς τελειότητος, καίπερ κἀκεῖνα τοῦ αὐτοῦ πνεύματος ὄντα ἐνεργήματα.

III.14 ἀλλ' ἵνα, ἐάν τις ἐκείνων τῶν χαρισμάτων καταξιωθῇ, μὴ νομίσῃ διὰ τὴν καινοτέραν τῆς χάριτος ἐνέργειαν εἰς τὸ τέλειον πεφθακέναι καὶ ὡς μηκέτι χρῄζειν τινὸς οἰηθεὶς ἀπομείνῃ τῶν τελείων τῆς ἀπαθείας μέτρων, ἐν τοῖς ἐλάττοσι χαρίσμασι μόνον ἐμπληροφορούμενος, διὰ τοῦτο τὸν σκοπὸν τῆς τελειότητος ὑπέδειξεν, ἵνα ἕκαστος ἑαυτὸν πτωχὸν ἀπὸ τηλικούτου πλούτου ἐπιγινώσκων ἀπαύστως καὶ ἀνενδότως τὸν καλὸν ἀγωνίζηται ἀγῶνα, καὶ τὸν πνευματικὸν δρόμον οὕτως τρέχῃ, ἕως οὗ καταλάβῃ, καθὼς εἴρηκεν· «Οὕτως τρέχετε, ἵνα καταλάβητε».

Logos IV

IV.1 Ἰδοὺ πῶς τὸν τῆς εὐσεβείας καὶ τελειότητος ὅρον καὶ σκοπὸν καὶ κανόνα διὰ πολλῶν εἰς φανερὸν πᾶσι τίθησιν ἐπευχόμενος τοῖς ἰδίοις μαθηταῖς εἰς αὐτὸν πάντας φθάσαι· πάλιν γὰρ ὁ αὐτὸς ἐν ἑτέρῳ δεικνύων τὴν ἐν Χριστῷ γινομένην καινότητα καὶ μεταβολὴν τοῖς πιστοῖς καὶ ἀγαπῶσι τὸν κύριόν φησιν· «οὔτε γὰρ περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις· καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. καὶ πάλιν· «εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε». διὰ μιᾶς λέξεως τῆς καινῆς κτίσεως τὸν ἀποστολικὸν κανόνα εἰς φανερὸν τέθεικεν· ἡ δὲ καινὴ κτίσις τί ἄλλο ἐστὶν ἤ, καθὼς ὁ αὐτὸς ἀλλαχοῦ λέγει· «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος»· τὴν παντελῆ ἀπὸ τοῦ αἴσχους καθαρότητα, ὅ ἐστιν ἡ παντελὴς τῶν παθῶν ἀπαλλαγή, καὶ τὴν πλήρη τῆς θείας τοῦ πνεύματος δυνάμεως ἄρρητον καὶ μυστικὴν ἐν ἁγιασμῷ κοινωνίαν, ἐν καρδίαις ἁγίων ἐνεργουμένην, καινοτέρας ὑπὲρ τὴν φύσιν καὶ πνευματικῆς ἐν ἀρεταῖς ἀπολαύσεως κατηξιωμένων, ταύτην εἶναι τὴν ἐν Χριστῷ καινὴν κτίσιν ὁ ἀπόστολος ἐδίδαξεν. ἀλλὰ καὶ τὸ «ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα»· καὶ τὸ «ἐορτάζομεν μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας», τὸν αὐτὸν σκοπὸν παρίστησι.

IV.2 Καὶ διὰ τὸ μὴ ἱκανοὺς εἶναι στῆναι πρὸς τὴν πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας παλαίειν ἀναλαβεῖν ἡμᾶς τὴν πανοπλίαν τοῦ θεοῦ προτρέπεται· «τὸν θώρακα τῆς δικαιοσύνης» ἐνδύσασθε λέγων καὶ ὑποδήσασθε «τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης» καὶ περιζώσασθε «τὴν ὀσφὺν ἐν ἀληθείᾳ», «ἐπὶ πᾶσι» δὲ τούτοις «τὸν θυρεὸν τῆς πίστεως» ἀναλαβόντες, δι' ἧς φησι· «δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι», ἅπερ εἰσὶν αἱ τῶν μιαρῶν παθῶν ἐνέργειαι· «καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι καὶ τὴν ἁγίαν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα θεοῦ». διὰ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν προειρημένων πνευματικῶν ὅπλων ἰσχύσειν στῆναι πρὸς τὰς χαλεπὰς μεθοδείας τοῦ διαβόλου ὁ ἀπόστολος ὑπέδειξε.

IV.3 τὸν δὲ τρόπον, δι' οὗ ταῦτα κτήσασθαι δυνάμεθα, ἀκριβῶς ὑπεσημειώσατο εἰπών· «διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει»· διὸ καὶ ἐπεύχεται τοῖς πᾶσι λέγων· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος εἴη μετὰ πάντων ὑμῶν». καὶ πάλιν· «ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». ἰδοῦ κατὰ πολλοὺς τρόπους εἰς φανερὸν τέθεικε τὴν εὐθεῖαν τῆς δικαιοσύνης ὁδὸν καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπόν, πάντας προτρεπόμενος καὶ ἐπιθυμῶν φθάσαι εἰς αὐτόν, εἰς ὃν οἱ φιλαλήθεις ἀποβλέποντες καὶ παντοίως τῇ ἀκμῇ ἀγωνιζόμενοι πίστει καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῆς καταστάσει εὔχονται καὶ ἐπιθυμοῦσιν εἰς αὐτὸν καταντῆσαι. οὗτοι γὰρ δυνήσονται καὶ τὰς μεγάλας ἐντολάς, εἰς ἃς ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τὸ «ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου», καὶ «τὸν πλησίον σου ὡς σεαυτόν», πάσης κακίας ἀπαλλαγέντες καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι.

Logos V

V.1 Εἰ δὲ καὶ ἐδόξαμεν ἐπὶ πλεῖον παρατεῖναι τὴν διήγησιν περὶ τοῦ σκοποῦ τῆς εὐσεβείας, ὁποῖον ἡμῖν ὁ κύριος καὶ οἱ ἀπόστολοι καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ παραδιδόασι, διὰ πολλῶν μαρτυριῶν παριστῶντες, οὐκ ἀκαίρως πεποιηκέναι ἡγούμεθα, ἵνα ἐκ παντὸς τρόπου ἀναμφισβητήτως καὶ ἀδιστάκτως πεπληροφορημένοι ὦμεν, τίς ἡμῶν ἡ ἐλπὶς τῆς κλήσεως καὶ τίς ὁ σκοπὸς καὶ ὁποῖος ἡμῖν ὁ δρόμος πρόκειται, μάλιστα οἱ τὸν μονήρη βίον ἀναδεξάμενοι καὶ δεσμῶν κοσμικῶν καὶ σαρκικῆς κοινωνίας ἑαυτοὺς ἄραντες καὶ παρθένοι μένειν ἐν κυρίῳ προῃρημένοι,

V.2 ἵνα προσέχων ἕκαστος καὶ ἑκάστη, ποῦ κέκληται καὶ εἰς ὁποῖον μέτρον καταντῆσαι ὀφείλει, πάσης μὲν οἰήσεως διά τινα γεγενημένα κατορθώματα παύσωνται, ὄντως μηδὲν εἶναι ἑαυτοὺς ἡγούμενοι διὰ τὴν ὑπερβολὴν τοῦ τελείου τῆς κλήσεως μέτρου καὶ τοῦ ἀνεξιχνιάστου πλούτου τῆς ἀγάπης τοῦ Χριστοῦ, παντὶ δὲ τρόπῳ καὶ παντὶ σθένει καὶ πάσῃ σπουδῇ ἑαυτοὺς εἰς τὸ ἀγαθὸν πάντοτε προθύμως ἐπιδιδῶσι, κατὰ τὸν λόγον τοῦ κυρίου μετὰ πάντων τῶν τοῦ αἰῶνος τούτου ἔτι καὶ τὴν ἑαυτῶν ψυχὴν ἀρνούμενοι, τὸν σταυρὸν καθ' ἡμέραν αἴροντες μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως καὶ ἀκολουθοῦντες αὐτῷ, αὐτὸν ἔχοντες τὸν κύριον τύπον καὶ ὑπογραμμὸν καὶ ὁδὸν καὶ σκοπὸν ἡμῖν γεγενημένον κατὰ τὸ εἰρημένον· «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ», καὶ πάλιν· «δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας ἐν δεξιᾷ τε τοῦ θεοῦ κεκάθικε».

V.3 μή ποτε γὰρ ἐμπληροφορούμενοι καὶ ἐπαναπαυόμενοι ἐπί τισι τοῦ πνεύματος χαρίσμασιν ἢ ἐπὶ λόγοις ἢ κατορθώμασι ὡς ἤδη εἰς τὸ τέλειον καταντήσαντες πανουργίᾳ κακίας ἐν οἰήσει δικαιοσύνης ἀπατηθῶμεν, ἀπομένοντες ἐκ τῶν μεγάλων τοῦ πνεύματος προκοπῶν· ἀλλ' ὡς φιλαλήθεις μέχρι τέλους τὸν πόνον καὶ τὴν θλῖψιν καὶ τὸν ἀγῶνα καὶ δρόμον καθ' ἡμέραν ἐπαυξήσωμεν ἐπὶ τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι πάντοτε καὶ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην κατὰ τὴν τοῦ κυρίου παραίνεσιν συντετριμμένην τὴν καρδίαν ἔχοντες ὡς ἅτε δὴ μηδέπω φθάσαντες εἰς ἣν ἐκλήθημεν κλῆσιν μηδὲ κατειληφότες τὸ τέλειον τοῦ χριστιανισμοῦ μέτρον μηδὲ φθάσαντες ἀκμὴν εἰς τὴν τελείαν τοῦ Χριστοῦ ἀγάπην.

V.4 οἱ γὰρ ὄντως ἐπιθυμοῦντες τυχεῖν τοῦ προκειμένου καὶ προδηλωθέντος ἀκροτάτου σκοποῦ τέτρωνται ἀεὶ τῷ πόθῳ εἰς ἐκείνην τὴν τῆς ἀνεκλαλήτου τελειότητος κλῆσιν, ἐν μηδενὶ τοῖς ἐλάττοσι καλοῖς ἢ δικαιοσύναις ἢ νηστειῶν ἢ ἀγρυπνιῶν ἢ ἐλεημοσυνῶν ἢ χαρισμάτων τοῦ πνεύματος μετοχῇ ἐμπληροφορούμενοι καὶ ἐναπομένοντες ἕως ἐσχάτης ἀναπνοῆς· πᾶσι δὲ ἀγαθοῖς καὶ καλοῖς καὶ πάσαις ἀρεταῖς ὁλοτελῶς ἑαυτοὺς ἐπιδιδόντες καὶ ἐνδεεῖς διαμένοντες ἕνεκεν ἀρετῆς οὐδέποτε δόξουσι πληροῦν νόμον σοφίας· ἀλλὰ καίπερ ὄντες παρὰ θεοῦ τίμιοι ἑαυτοὺς ἀναξίους ἡγοῦνται, καὶ ὄντες ἐν πνευματικῇ προκοπῇ παρ' ἑαυτοῖς ὡς ἀρχόμενοι τυγχάνουσιν, καὶ ὄντες μεγάλοι ἑαυτοὺς ἐξουθενοῦσι καὶ ὡς μηδὲν ὄντας κρίνουσι.

V.5 καὶ οὕτως καθ' ὅσον ἐπίστευσαν καὶ καθ' ὅσον ἠγάπησαν τὰς ἀμοιβὰς τῶν ἀρρήτων ἐπαγγελιῶν τῆς βασιλείας ἀπολήψονται. αἱ τοιαῦται ψυχαὶ εὐαρεστῆσαι τῷ θεῷ δυνήσονται καὶ τῆς βασιλείας κληρονόμοι γενέσθαι, αἱ συντετριμμένην ἔχουσαι τὴν καρδίαν καὶ πτωχαὶ τῷ πνεύματι, πεινῶσαι δὲ ἀεὶ καὶ διψῶσαι τὴν δικαιοσύνην καὶ τῶν τελείων ἐφιέμεναι τιμῶν διὰ τὴν ἄκραν αὐτῶν πρὸς θεὸν ἀγάπην ἄκροις δώροις ἀμειφθήσονται.

Logos VI

VI.1 Καὶ περὶ μὲν τῆς ἐλπίδος τοῦ σκοποῦ, οἷον ὀφείλουσιν ἔχειν μάλιστα οἱ τὸν μονήρη βίον ἐπανῃρημένοι καὶ παρθενίαν ἀσπασάμενοι, αὐτάρκως εἴρηται· περὶ δὲ τῆς ἐπισυναγωγῆς καὶ τῆς ἱερᾶς συγκροτήσεως τῶν μοναστηρίων τῆς ἀδελφότητος πῶς τε ὀφείλουσι συνδιάγειν καὶ συνδιατελεῖν ἀλλήλοις, καὶ διὰ ποίων πόνων καὶ ἱδρώτων καὶ ἐπιτηδεύσεων τοῦ προειρημένου τῆς εὐσεβείας σκοποῦ ἐπιτυχεῖν οἱ φιλαλήθεις δύνανται, ἀναγκαῖον διαλαλῆσαι, ὅπως γνωρισθείσης ἤδη τῆς ἁπαγούσης ὁδοῦ πρὸς τὴν ἐπουράνιον πόλιν προθύμως οἱ σπουδαῖοι καὶ ἀνδρεῖοι ταύτης ἐπιβάντες οὕτως τρέχωσιν ἕως οὗ καταλάβωσι.

VI.2 Πρῶτον πάντων ὁ τῷ σκοπῷ τῆς εὐσεβείας τρέχων καὶ τοῖς ἴχνεσι τοῦ κυρίου βαίνειν ἐπιθυμῶν ἀναχωρήσας τε τοῦ βίου καὶ τῶν σαρκικῶν ἡδονῶν καὶ ἑαυτὸν τῇ ἀδελφότητι ἔκδοτον δεδωκώς, ἀρνησάμενος κατὰ τὸ εὐαγγέλιον πατέρα μητέρα, γυναῖκα καὶ τέκνα, ἀδελφοὺς καὶ ἀδελφάς, συγγένειαν πλοῦτον δόξαν εὐγένειαν, καὶ ἐν τῷ μοναστηρίῳ ἐλθὼν ὡς ἐπὶ μέστωμα πάντων τῶν καλῶν τοῦτο προσθῆ· ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀρνήσεται.

VI.3 τί δέ ἐστιν ἡ ἄρνησις τῆς ἑαυτοῦ ψυχῆς ἢ τὸ ἔκδοτον ἑαυτὸν ὁλοτελῶς τῇ ἀδελφότητι δοῦναι καὶ τὰ ἴδια θελήματα μὴ ἐπιτελεῖν ὅλως, ἀλλὰ τῷ λόγῳ τοῦ θεοῦ ἐκκρεμάσας ἑαυτὸν πάντοτε ἐκεῖθεν ταῖς ἁγίαις καὶ καθαραῖς τῶν ἐντολῶν ἐννοίαις τὴν ψυχὴν κατακοσμεῖσθαι καὶ ταύτας σωτηριώδεις καὶ ὡς ἰδίας ἡγεῖσθαι· μὴ ἔχειν δέ τι ὅλως ἐν ἰδίᾳ ἐξουσίᾳ ἐκτὸς οὗ φορεῖ ἐνδύματος, ἵνα πάντοθεν ἀμέριμνος εἶναι δύνηται, τὰ ἐπιτασσόμενα αὐτῷ μόνον μετὰ χαρᾶς ἐπιτελῶν· καὶ ὡς ἠγορασμένος δοῦλος εὐγνώμων πάντας τοὺς ἀδελφούς, μάλιστα δὲ τοὺς προεστῶτας, κατὰ πάντα ὡς κυρίους καὶ δεσπότας διὰ τὸν Χριστὸν ἡγεῖσθαι

VI.4 καθὼς αὐτὸς ὁ κύριος εἶπεν· «ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἐσχατώτερος καὶ πάντων διάκονος καὶ πάντων δοῦλος», μὴ δόξαν ἢ τιμὴν ἢ ἔπαινον, ὅσον τὸ ἐπ' αὐτῷ, τῆς διακονίας ἢ τῆς πολιτείας παρ' αὐτῶν τῶν ἀδελφῶν θηρεύων κατὰ τὸ εἰρημένον· διακονῶν μετὰ πάσης εὐνοίας, μὴ ἐξ ὀφθαλμοδουλείας ὡς ἀνθρωπάρεσκος, ἀλλ' ὡς δοῦλος τοῦ Χριστοῦ διὰ τὸν κύριον δεδωκὼς ἑαυτὸν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ ὁδεύειν, ὡς τῆς βασιλείας ἐραστὴς ὤν, καὶ τὸν ἐλαφρὸν τοῦ κυρίου καὶ χρηστὸν ζυγὸν προθύμως καὶ μετὰ ἀγαλλιάσεως ὑπεισελθών, ἅτε δὴ μεγάλης σωτηρίας ἑαυτῷ πρόξενος γενόμενος, ἐὰν μετὰ μακροθυμίας καὶ ὑπομονῆς ἕως τέλους ἐμμείνῃ τῇ καλῇ ταύτῃ καὶ ψυχωφελεῖ δουλείᾳ, πάντας κυρίους ὡς ἐν Χριστῷ οἰκείους καὶ τῆς βασιλείας κληρονόμους ἐνοπτριζόμενος καὶ ὑποταγὴν πᾶσαν ἑκάστῳ, μάλιστα δὲ τοῖς προεστῶσιν ἀσκηταῖς καὶ τὰ βάρη τῶν φροντίδων τῆς ἀρετῆς ἀναδεδεγμένοις ἀποπληρῶν, πάντοτε χρεώστην ἑαυτὸν ἡγούμενος τῆς μετὰ ἀγάπης καὶ ἁπλότητος πρὸς τοὺς ἀδελφοὺς διακονίας κατὰ τὸ εἰρημένον· «διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις», καὶ πάλιν· «μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν».

VI.5 Ἀλλὰ καὶ ὑμεῖς οἱ ἀσκηταὶ οἱ προεστῶτες τῆς ἀδελφότητος ὡς μεγάλου ἔργου ἐπιλαβόμενοι οὕτως ἀγωνίζεσθε διὰ τῆς ταπεινοφροσύνης πρὸς τὰς τῆς κακίας ἐντέχνους μεθοδείας, ἵνα μὴ πάθει ὑπερηφανίας ὡς κατεξουσιάζοντες τῶν ὑποτεταγμένων ὑμῖν ἀδελφῶν κατεπαιρόμενοι ἀντὶ μεγίστου κέρδους ζημίαν τῇ ψυχῇ καὶ βλάβος μέγιστον προξενήσητε. ἀλλ' ὡς εὔσπλαγχνοι πατέρες δουλεύειν ἑαυτοὺς διὰ τὸν θεὸν ἐκδεδωκότες τῇ ἀδελφότητι ἤπερ κυριεύειν καὶ εἰς πάντα ὑπὲρ αὐτῶν φροντίζοντες σωματικῶς καὶ πνευματικῶς καὶ ἑκάστῳ τὸ ὠφελοῦν τῇ ψυχῇ σπουδάζοντες ὡς τέκνων θεοῦ ἐπιμέλειαν ποιεῖσθε, ἵν' οὕτως πάντοτε τὸ ἱερὸν συγκρότημα τῆς ἀδελφότητος εἰς πνευματικὸν κέρδος περιποιούμενοι καὶ περιθάλποντες τὸν ἐπουράνιον μισθὸν παρὰ θεοῦ ἀπολήψεσθε.

VI.6 καὶ εἰς μὲν οὖν τὸ προφανὲς τὴν τάξιν τοῦ προεστῶτος φυλάττετε, οἷον τὸ διατάξασθαι ἢ ἐπιτάξαι ἢ συμβουλεῦσαι τοῖς δοκιμωτέροις τῶν ἀδελφῶν ἢ ἐπιτιμῆσαί τινι ἢ ἐλέγξαι ὅπου χρὴ ἢ παρακαλέσαι ὅπου δέοι κατὰ τὸ ἀποστολικὸν παράγγελμα, ἵνα μὴ προφάσει ταπεινότητος ἢ πραότητος δι' ἄγνοιαν ἐν συγχύσει ᾖ τὰ μοναστήρια, τὴν τάξιν τῆς ἀκολουθίας τῶν προεστώτων καὶ τῶν ὑποβεβηκότων μὴ ἀποσῳζόντων· εἰς δὲ τὸ κρυπτὸν κατὰ τὸν νοῦν ὡς δούλους ἀναξίους πάντων τῶν ἀδελφῶν ἑαυτοὺς ἡγεῖσθε καὶ ὡς παιδαγωγοὶ καλοὶ δεσποτικὰ τέκνα ἐμπιστευθέντες, μετὰ πάσης εὐνοίας καὶ φόβου θεοῦ ἕκαστον τῶν ἀδελφῶν καταρτίζειν εἰς πᾶν ἔργον ἀγαθὸν σπουδάζετε ὡς εἰδότες, ὅτι μέγας ὑμῖν καὶ ἀναφαίρετος μισθὸς ὑπὲρ τοῦ τοιούτου καμάτου παρὰ θεῷ τετήρηται.

VI.7 καὶ ὥσπερ οἱ παιδαγωγοῦντες τοὺς παῖδας πολλάκις, τοὺς ἰδίους δεσπότας, μαθημάτων χάριν ἢ καταστάσεως ἠθῶν μὴ φειδόμενοι καὶ μάστιξι παιδεύουσι, πολλὴν εὔνοιαν καὶ σπουδὴν εἰς αὐτοὺς ἐνδεικνύμενοι ἐλπίδι τοῦ γενέσθαι αὐτοὺς φρονίμους καὶ ἐνδόξους ἐν κόσμῳ, οὕτω καὶ οἱ προεστῶτες ἀσκηταὶ μὴ πάθει θυμοῦ ἢ ὑψηλοφροσύνης ἀμύνεσθε τοὺς ἀπαιδευτοῦντας καὶ νηπιάζοντας ἀδελφούς, ἀλλ' εὐσπλαγχνίᾳ Χριστοῦ καὶ σκοπῷ πνευματικῆς ὠφελείας καὶ ἐλπίδι τοῦ χρησιμεῦσαι τοὺς ὑφ' ὑμῶν παιδαγωγουμένους εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν τοιούτῳ φρονήματι ἐπιστρέφετε τὴν τῶν ἀδελφῶν νηπιότητα, τῷ ἑκάστῳ πρὸς τὸ συμφέρον, ὡς προείρηται, εἴτε παρακλήσει εἴτε ἐπιτιμήσει προσφερόμενοι, μόνῳ ζήλῳ θεοῦ καὶ σπλάγχνοις Χριστοῦ τὴν ἐπιστροφὴν ποιεῖσθαι, καὶ μὴ πάθει κακίας ὡς ἑαυτοὺς ἐκδικοῦντες ἀμύνεσθε, ἵνα τέλειον ὑμῶν ὅνπερ διὰ θεὸν ἀνεδέξασθε κάματον ἀποδείξαντες τῆς ἐπουρανίου βασιλείας ἔσεσθε κληρονόμοι.

VI.8 οὕτως γάρ ἐστιν ἀληθῶς ὁ ἀγγελικὸς βίος ἐπὶ γῆς, ὅταν τοιούτῳ φρονήματι κατηρτισμένοι ὦσι καὶ οἱ προεστῶτες καὶ οἱ ὑποβεβηκότες· ὅταν ἀλλήλοις πάντες οἱ ἀδελφοὶ μετὰ πάσης χαρᾶς ὑποτασσόμενοι ἀλλήλους κυρίους ἡγήσωνται καὶ τῇ τιμῇ ἀλλήλους προηγήσωνται. Ἁπλότητι οὖν καὶ ἀκεραιότητι καὶ ὁμονοίᾳ καὶ εἰρήνῃ καὶ ἀφελότητι καρδίας μετὰ πάσης ταπεινώσεως οἱ ἀδελφοὶ ὀφείλουσι συνεῖναι ἀλλήλοις. μηδεὶς κατὰ τοῦ ἑτέρου ἐπαιρόμενος ἑαυτὸν μείζονα καὶ κρείττονα κἂν τοῦ τυχόντος ἡγείσθω, ἀλλὰ τοὐναντίον ἐνδεέστερον πάντων ἀνθρώπων ἑαυτὸν ἡγείσθω ὡς μαθητὴς Χριστοῦ, καθὼς εἶπεν αὐτὸς ὁ κύριος· «ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· καὶ πάλιν· «ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος καὶ πάντων διάκονος»· καθὼς καὶ «ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν». καὶ ὁ ἀπόστολος· «οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ κύριον Ἰησοῦν Χριστόν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν».

Logos VII

VII.1 παρακαλοῦμεν οὖν ὑμᾶς ὡς μιμηταὶ Χριστοῦ εἶναι βουλόμενοι εἰς ἀνάπαυσιν ἀλλήλων καὶ ὑποταγὴν καὶ χρηστὴν δουλείαν· εἰ δυνατόν, καὶ τὸ ὑπεραποθανεῖν τοῦ πλησίον ἑαυτοὺς εὐτρεπίσωμεν, ἔχοντες τὸν κύριον τύπον καὶ ὑπογραμμὸν καὶ ἐν πᾶσιν ἀγαθοῖς συνεργὸν ἡμῶν κατὰ τὸ εἰρημένον· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν», ἵνα διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀζηλίας καὶ ἀτυφίας ὁ σύνδεσμος τῆς εἰρήνης ἐν ἑνὶ σώματι καὶ πνεύματι τοῦ Χριστοῦ ἐν τῇ ἀδελφότητι φυλάσσεσθαι δύνηται, ὑποτασσομένων, ὡς εἴρηται, ἀλλήλοις ἐν φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ.

VII.2 Ἕκαστος οὖν ἐν τοιούτοις ἤθεσιν εἶναι βουλόμενος πρὸ πάντων καὶ πανταχοῦ τὴν ἱερὰν ἀγάπην καὶ τὸν φόβον τοῦ θεοῦ, ἥτις ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή, ἐν τῇ ἑαυτοῦ καρδίᾳ σπουδαζέτω καὶ ζητείτω παρὰ θεοῦ ἀδιαλείπτως ἔχειν, καὶ διὰ τῆς συνεχοῦς, μᾶλλον δὲ ἀδιαλείπτου μνήμης κυρίου καὶ ἔρωτι οὐρανίῳ ταύτην ὁσημέραι κατὰ προκοπὴν διὰ τῆς χάριτος ἐπαυξάνων προσκτάσθω. διὰ γὰρ πολλῆς σπουδῆς καὶ πόνου καὶ μερίμνης καὶ ἀγῶνος τὴν πρὸς τὸν θεὸν ἀγάπην κτήσασθαι δυνάμεθα χάριτι καὶ δωρεᾷ Χριστοῦ ἐν ἡμῖν μορφουμένην, καθὼς καὶ ἐν τῇ Σοφίᾳ εἴρηται· «ἐάν τε γὰρ ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον θεοῦ καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις». Οὕτως γὰρ καὶ τὴν δευτέραν ἐντολήν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, εὐχερῶς καὶ καθαρῶς κατορθῶσαι δυνάμεθα.

VII.3 τὰ γὰρ πρῶτα προταττέσθω καὶ σπουδαζέσθω καλῶς ὡς πρῶτα, καὶ τὰ δεύτερα τοῖς πρώτοις ἑπόμενα ἀκολούθως τελεσθήσεται· ἐὰν γάρ τις ἀμελῆσαι θελήσῃ τῆς μεγάλης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἥτις ἀπὸ τῆς ἔνδοθεν ἀγαθῆς διαθέσεως καὶ συνειδήσεως συνίστασθαι πέφυκεν ὑγιέσι ταῖς πρὸς θεὸν ἐννοίαις καὶ τῇ ἐξ αὐτοῦ δηλαδὴ βοηθείᾳ καὶ χάριτι προσγινομένη, τῆς δὲ δευτέρας κατὰ τὴν ἔξωθεν μόνον ἐπιμέλειαν τῆς διακονίας ἀντιποιεῖσθαι βούλοιτο, ἀδύνατον ὑγιῶς καὶ καθαρῶς ταύτην ἐπιτελεῖν δυνήσεται.

VII.4 ἡ γὰρ τῆς κακίας μέθοδος εὑρίσκουσα ἔξω ἀπὸ μνήμης καὶ ἀγάπης καὶ ζητήσεως θεοῦ τὸν νοῦν ἢ δυσχερῆ καὶ βαρέα καταφέρεσθαι ποιεῖ τὰ θεῖα ἐντάλματα, γογγυσμοὺς καὶ λύπας καὶ μέμψεις τῆς εἰς τοὺς ἀδελφοὺς γινομένης διακονίας τῇ ψυχῇ ἐνεργαζομένη, ἢ οἰήσει δικαιοσύνης ἀποστήσασα καὶ φυσιώσει, καὶ ἑαυτὸν ἡγήσεται τίμιον καὶ μέγαν ποιήσει καὶ ὡς ἄκρως κατορθοῦντα τὰς ἐντολάς.

VII.5 ὅτε δὲ ἐν ἑαυτῷ οἰηθῇ ὁ ἄνθρωπος, ὅτι καλὰ ἐργάζεται καὶ ἐντολὰς φυλάττει, ἥμαρτε κρίνας ἑαυτὸν καὶ μὴ ἐκδεξάμενος τὸν κρίνοντα ἀληθῶς· ὅταν γὰρ «συμμαρτυρῇ τῷ πνεύματι ἡμῶν» τὸ πνεῦμα τοῦ θεοῦ κατὰ τὸ λόγιον Παύλου, τότε ἀληθῶς Χριστοῦ ἄξιοι καὶ τέκνα θεοῦ τυγχάνομεν, οὐχ ὅταν οἰήσει ἰδίᾳ ἑαυτοὺς δικαιώσωμεν. «οὐ γάρ φησίν ὁ ἑαυτὸν συνιστῶν ἐστι δόκιμος, ἀλλ' ὃν ὁ κύριος συνίστησιν». ἐὰν γὰρ ἐκτὸς μνήμης καὶ φόβου θεοῦ εὑρίσκηται ὁ ἄνθρωπος, ἀνάγκῃ καὶ δόξαν ζητεῖν καὶ ἔπαινον θηρεύειν παρὰ τῶν διακονουμένων ὑπ' αὐτοῦ, ὁ δὲ τοιοῦτος ἄπιστος παρὰ τοῦ κυρίου ἀπελέγχεται· «πῶς γάρ φησί δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες» ὁ τοιοῦτός ἐστιν ὁ τὸ ἔξωθεν τοῦ ποτηρίου πλύνων καὶ τῆς παροψίδος, τὸ δὲ ἔνδον γέμει ἁρπαγῆς καὶ πάσης πλεονεξίας· ἐπὰν δὲ αὐτὸς ὁ νοῦς καὶ ἡ διάθεσις τῆς ψυχῆς ἐν τῇ μελέτῃ καὶ ἐπιποθήσει τοῦ θεοῦ ἀεὶ ἀπασχολῆται, καὶ τὰς ἐννοίας τῇ μνήμῃ τῶν καλῶν, ὅσαι εἰσὶν ἀληθεῖς καὶ δίκαιαι καὶ εὔφημοι καὶ σεμναί, καὶ τῇ ἀγάπῃ τοῦ θεοῦ πάντοτε κατακοσμεῖ.

VII.6 Μετὰ δὲ ἀγῶνος πολλοῦ καὶ καμάτου νοὸς τοῦτο γίνεται διὰ τὸ τὸν ἐναντίον ἐν τοῖς καλοῖς ἐμποδίζειν τὸν νοῦν τοῦ μὴ τῇ τῶν καλῶν μνήμῃ ἐρᾶν τῶν ἄνω, ἀλλὰ διὰ τῶν γηίνων ἐπιθυμιῶν τὴν προαίρεσιν δελεάζοντα προσεδρεύειν· οὗτος γάρ ἐστι τοῦ πονηροῦ ὁ θάνατος καὶ ἡ ἧττα, ὅταν εἰς ἀγάπην καὶ μνήμην θεοῦ ἀσχολούμενος ὁ νοῦς εὑρίσκηται. πάντοτε ἐντεῦθεν συστῆναι δύναται καὶ ἡ πρὸς τὸν ἀδελφὸν εἰλικρινὴς ἀγάπη. ὁμοίως καὶ ἡ ἀληθὴς ἁπλότης καὶ ἡ πραότης καὶ ἡ ταπείνωσις καὶ ἡ ἀκεραιότης καὶ ἡ ἀγαθότης καὶ ἡ εὐχὴ καὶ πᾶσα ἀκολουθία τῶν ἁγίων ἐντολῶν διὰ τῆς μιᾶς καὶ μόνης καὶ πρώτης ἐντολῆς, τῆς πρὸς θεὸν ἀγάπης, ἐξ ἀληθείας τὴν ἀκριβῆ συμπλήρωσιν λαμβάνει.

VII.7 Ἀγῶνος οὖν πολλοῦ καὶ πόνου κρυπτοῦ καὶ ἀοράτου χρεία λογισμῶν ἔρευναν ποιεῖσθαι, καὶ τὰ ἠσθενηκότα τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ δεῖ πάντοτε, καὶ ἀναζωπυρεῖν διὰ τῆς τοῦ νοῦ πρὸς θεὸν ἐπείξεως καὶ σπουδῆς τὰ ἐξητονηκότα τῆς ψυχῆς ἡμῶν μέλη, τοῦ νοῦ ἡμῶν προσκολλωμένου πάντοτε, ἵνα γένηται μετὰ τοῦ κυρίου εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου.

VII.8 τοῦτον δὲ τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας πάντας ἡμᾶς ἔχειν χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, ἤτοι εὐχομένων ἤτοι διακονούντων ἤτοι ἐσθιόντων ἤτοι πινόντων ἢ ὁτιοῦν ποιούντων, ἵνα πᾶν ὃ γίνεται ἀγαθὸν ἀρετῆς ἐπιτήδευμα εἰς δόξαν θεοῦ γίνηται καὶ μὴ εἰς δόξαν ἡμετέραν ἐπιτελούμενον εὑρίσκηται. ἁγιάζεται γὰρ πᾶσα ἡ τῶν ἐντολῶν ἀκολουθία καὶ καθαρῶς ὑφ' ἡμῶν ἐπιτελεῖται διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ κυρίου καὶ φόβου καὶ σπουδῆς καὶ ἀγάπης τῆς πρὸς τὸν θεὸν, καὶ ἐκτὸς γινόμεθα ἀπὸ τοῦ μιαίνοντος τὴν ἐντολὴν καὶ σπιλοῦντος πονηροῦ. οὕτως δὲ εὐχερῆ καὶ εὔκολα ἡμῖν πάντα τὰ τῶν ἐντολῶν φανήσεται παραγγέλματα τῆς τοῦ θεοῦ ἀγάπης ἐξευμαριζούσης τὰς ἐντολὰς καὶ τὸ ἐπίπονον αὐτῶν περὶ τὴν τήρησιν αὐτῆς ἐκλυούσης, ὥστε καὶ τῶν εὐτελῶν ἐντολῶν εὐμάρεια καὶ εὐκολία διὰ τῆς πρὸς θεὸν ἡμῶν ἀγάπης γενήσεται.

VII.9 ὅλος γὰρ ὁ ἀγὼν τῆς σπουδῆς τοῦ ἀντικειμένου οὗτός ἐστίν, ὡς προείρηται, ἵνα δυνηθῇ τὸν νοῦν ἀπὸ τῆς πρὸς θεὸν μνήμης καὶ φόβου καὶ ἀγάπης κυρίου περισπάσαι, δελεάσμασι γηίνοις χρώμενος καὶ ἀπὸ τοῦ ὄντως καλοῦ παρεκτρέπων εἰς τὰ δοκήσει ὄντα καλά. πᾶν γὰρ ὃ ἐὰν ποιῇ καλὸν ὁ ἄνθρωπος, σπιλοῦν καὶ μιαίνειν ὁ πονηρὸς βούλεται καὶ τὴν ἰδίαν ἐπισπορὰν τῆς κενοδοξίας ἢ οἰήσεως ἢ γογγυσμοῦ ἢ τοιούτων τινῶν τῇ ἐντολῇ συμμίσγειν ἀγωνίζεται, ἵνα μὴ διὰ θεὸν μόνον καὶ προθυμίαν ἀγαθὴν τὸ γινόμενον ἀγαθὸν καὶ καλὸν γίνηται. γνώσεως οὖν καὶ διακρίσεως ἑκάστῳ πολλῆς χρεία, ἵνα δυνηθῇ ὁ νοῦς τὰς μεθοδείας καὶ τέχνας τοῦ πονηροῦ ἐπιγινώσκειν καὶ παντελῶς τῆς κακίας ἀπαλλοτριοῦσθαι.

VII.10 ἵνα δὲ μὴ δόξωμεν ὡς ἀφ' ἑαυτῶν τι λέγειν, ἐκ τῶν ἁγίων γραφῶν ταῦτα παραστήσωμεν. γέγραπται γὰρ ὅτι Ἄβελ προσήνεγκε θυσίαν τῷ θεῷ ἀπὸ τῶν στεάτων καὶ ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων· καὶ Κάϊν ὁμοίως προσήνεγκε δῶρα ἀπὸ τῶν καρπῶν, φησί, τῆς γῆς, ἀλλ' οὐκ ἀπὸ τῶν πρώτων καρπῶν· καὶ ἐπεῖδεν ὁ θεός, φησίν, οὐκ ἐπὶ τοῖς τοῦ Κάϊν δώροις ἀλλ' ἐπὶ τοῖς τοῦ Ἄβελ, τὰς δὲ τοῦ Κάϊν θυσίας οὐ προσέσχεν· ὥστε ἐκ τούτου μανθάνομεν, ὅτι ἔστι τι καλὸν ἐπιτήδευμα ποιῆσαι ἀμελῶς ἢ καταφρονητικῶς ἢ διά τι, καὶ μὴ εἶναι εὐπρόσδεκτον τῷ θεῷ· καὶ ἔστι ποιῆσαι κατὰ τὸ θέλημα τοῦ θεοῦ, σπουδαίως καὶ νηφόντως καὶ διὰ θεὸν μόνον πιστῶς, καὶ εὐάρεστον εὑρεθῆναι ἔμπροσθεν αὐτοῦ· καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ θεοῦ Μελχισεδὲκ προσήνεγκε καὶ οὕτως τὰς εὐλογίας ἐδέξατο παρ' αὐτοῦ.

VII.11 τί δὲ διὰ τούτων αἰνίττεται τὸ πνεῦμα, ὑψηλοτέραν θεωρίαν ἐμφαῖνον, ἀλλ' ἢ τὸ τὰ ἄκρα καὶ τὰ στέατα, τὰ πρῶτα ὅλου τοῦ συγκρίματος τῆς φύσεως ἡμῶν, τουτέστιν αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν συνείδησιν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν ὀρθὸν ἡμῶν λογισμόν, αὐτὴν τὴν ἀγαπητικὴν ἡμῶν δύναμιν τῆς ψυχῆς, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ θεῷ πρότερον προσκομίζειν δεῖν πάντοτε πάντας τὴν τῆς καρδίας θυσίαν ἱεράν, τὰ ἀκροθίνια καὶ τὰ πρῶτα τῶν ὀρθῶν λογισμῶν, εἰς τὴν αὐτοῦ μνήμην καὶ μελέτην καὶ ἀγάπην διὰ παντὸς ἀπασχολοῦντας. καὶ οὕτω δυνησόμεθα εἰς ἔρωτα θεῖον ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνειν, βοηθούμενοι ὑπὸ τῆς θείας τοῦ Χριστοῦ δυνάμεως, καὶ τὸ φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν ἐλαφρὸν ἡμῖν καταφανήσεται καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελοῦντες συνεργοῦντος ἡμῖν αὐτοῦ τοῦ κυρίου διὰ τὴν πρὸς αὐτὸν ἡμῶν διὰ πίστεως καὶ ἀγάπης ζέουσαν ὁρμὴν καὶ πασῶν τῶν ἐντολῶν αὐτοῦ ἀγαθὴν ἐπιπόθησιν.

Logos VIII

VIII.1 Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ ἐκδέδενται καὶ ἀλλήλων ἐκκρέμανται· ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις μία ἀπὸ τῆς μιᾶς ἀπήρτηνται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος.

VIII.2 ὥσπερ τὸ ἐναντίον μέρος ἓν ἀφ' ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα· οὕτως οὖν καὶ ἐν τῷ ἀγαθῷ μέρει ἀλλήλων αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι.

VIII.3 κεφάλαιον δὲ πάσης σπουδῆς ἀγαθῆς καὶ κορυφαῖον τῶν κατορθωμάτων ἐστὶν ἡ τῆς προσευχῆς προσκαρτέρησις, δι' ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ θεοῦ αἰτήσεως ὁσημέραι προσκτᾶσθαι δυνάμεθα· ἐπειδὴ πρὸς μόνον θεὸν ἁγιότητος ἐνέργεια καὶ κοινωνία μυστική τις διὰ πνευματικῆς ἐνεργείας καὶ συνάφεια διαθέσεως αὐτοῦ τοῦ νοῦ ἐν ἀγάπῃ ἀρρήτῳ πρὸς κύριον ἐν τῇ εὐχῇ τοῖς καταξιουμένοις γίνεται, καὶ εἰς ἔρωτα θεῖον καὶ πόθον ἔμπυρον ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ θεοῦ ἕλκεται ὁσημέραι ὁ ἑαυτὸν ταῖς εὐχαῖς προσκαρτερεῖν ἀναγκάζων, καὶ τὴν τοῦ πνεύματος χάριν τῆς τελειότητος αὐτεξουσίῳ προαιρέσει ὑποδέχεται τοῦ θεοῦ αὐτῷ διδόντος καθὼς εἴρηται· «ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου»· καὶ ὁ κύριος· «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι».

VIII.4 τὸ δὲ ἐντὸς εἶναι τὴν βασιλείαν τί ἄλλο σημαίνει ἢ τὴν τοῦ πνεύματος οὐράνιον εὐφροσύνην ταῖς ἀξίαις ψυχαῖς ἐνεργῶς γινομένην ἥνπερ γὰρ ἀπόλαυσιν καὶ χαρὰν καὶ εὐφροσύνην πνευματικὴν ἐν φωτὶ αἰωνίῳ οἱ ἅγιοι ἐν τῇ βασιλείᾳ μέλλουσιν ἔχειν, ταύτης τὸν ἀρραβῶνα καὶ τὴν ἀπαρχὴν ἐντεῦθεν ἤδη αἱ ἄξιαι καὶ πισταὶ ψυχαὶ διὰ τῆς τοῦ πνεύματος ἐνεργοῦς κοινωνίας κεκτῆσθαι καταξιοῦνται. «ὁ παρακαλῶν γάρ φησίν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα καὶ αὐτοὶ ὑπὸ τοῦ θεοῦ». ἀλλὰ καὶ τὸ «ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεῷ ζῶντι», καὶ «ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου», καὶ τὰ τούτοις ὅμοια, τὴν τοῦ πνεύματος ἐνεργῆ εὐφροσύνην καὶ παράκλησιν διὰ τούτων αἰνίττεται· τὰ δὲ ἀκόλουθα πασῶν τῶν ἐντολῶν παραγγέλματα ὥσπερ μέλη τῆς κεφαλῆς τυγχάνει, ἅπερ οἱ ἑαυτοὺς ἀποδιδόντες τῷ θεῷ κατὰ δύναμιν ἐπιτελεῖν ὀφείλουσι.

Logos IX

IX.1 Προκειμένου τοίνυν τοῦ τῆς εὐσεβείας σκοποῦ πᾶσιν ἑνός, ὅνπερ διὰ πλειόνων προείπομεν ἀπὸ γραφικῶν μαρτυριῶν παραστήσαντες, τοῦ καταξιωθῆναι διὰ τῆς πίστεως καὶ πολλῆς ἐν πάσαις ἀρεταῖς σπουδῆς πληρώσεως ἁγίου πνεύματος καὶ παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι, ὅ ἐστιν ὁ τῆς καρδίας καθαρισμὸς διὰ τοῦ ἁγιαστικοῦ πνεύματος ταῖς πισταῖς καὶ εὐλαβέσι ψυχαῖς ἐγγινόμενος· ἕκαστος οὖν ἑαυτὸν ἐκδότω εἰς τὸ ἀγαθόν, ὅσον καὶ ὁ πρὸς τὸν θεὸν ἔρως τῆς ψυχῆς ἐπεκτείνεται.

IX.2 καὶ λοιπὸν εἴ τις βούλεται ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν καὶ ταῖς νηστείαις σχολάζειν κατὰ τὸ λόγιον Παύλου· «ἀδιαλείπτως προσεύχεσθε», καὶ «τῇ εὐχῇ προσκαρτερεῖτε», καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ εἰρημένον· «πόσῳ μᾶλλον ποιήσει ἐκδίκησιν ὁ θεὸς τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας», «ἔλεγε δέ φησί καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» — τῶν δὲ ἐπουρανίων ὅπλων τὴν ἔνδυσιν, ὡς προείρηται, διὰ ποίου τρόπου καταξιωθήσονται οἱ ἐπιθυμοῦντες καὶ πιστεύοντες τυχεῖν, ὁ ἀπόστολος ἀκριβῶς ἐσήμανεν εἰπών· «διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει». Εἴ τις τοίνυν τῶν ἀδελφῶν τῶν διὰ πίστεως καὶ προσευχῆς καὶ μετανοίας ἀγωνιζόντων ἐπιποθεῖ δέξασθαι τὸν ἀγῶνα ἔρωτι τῶν ἐπουρανίων ἀγαθῶν, ἀποδεκτέος καὶ πάνυ ἐπαινετὸς οὗτος καὶ ἀνθρώποις καὶ θεῷ.

IX.3 διὸ ἐάσθω καὶ βοηθείσθω ὑπὸ τῆς ἀδελφότητος τῶν συμμελῶν ἀδελφῶν μετὰ χαρᾶς ὁ τοιοῦτος τῇ εὐχῇ προσκαρτερεῖν, ἵνα καὶ αὐτοὶ τὸν μισθὸν διὰ τὴν πρὸς τὸν ἀδελφὸν σύμπνευσιν καὶ συνεργίαν ἀγαθὴν ἀπὸ θεοῦ ἔχωσι· μόνον ἵνα μετὰ πάσης νήψεως τὴν κατὰ συνείδησιν ἔρευναν καὶ ἀδιάλειπτον μέριμναν καὶ ἄπαυστον ἀγῶνα ὁ εὐχόμενος ἔχῃ, πάντοτε ἐναντιούμενος πάσῃ τῇ τῆς κακίας τῶν πολλῶν καὶ περισσῶν λογισμῶν ὕλῃ καὶ πρὸς τὸν κύριον πάντοτε τὸν νοῦν ἐκβιαζόμενος ἐν ἐπιποθήσει καὶ παρ' αὐτοῦ τὴν ἀντίληψιν τῆς χάριτος ἐκδεχόμενος, ἵν' οὕτως οἱ καρποὶ τῆς παραμονῆς καὶ προσκαρτερήσεως εἰς οἰκοδομὴν ὁσημέραι πᾶσι φανεροὶ γίνωνται.

IX.4 ὁ γὰρ ἔχων ἀγάπης τρῶσίν τινα καὶ ἔρωτα θεῖον ἐν τῇ προσευχῇ, ἢ κἂν μηδέπω ἔχῃ, βιάζηται δὲ καὶ ἀγωνίζηται καὶ τὴν προαίρεσιν ἀναγκάζῃ εἰς τὸν τοιοῦτον κάματον ἔκδοτον διδοὺς ἑαυτὸν καὶ παρὰ τοῦ θεοῦ τὸν οὐράνιον ἔρωτα καὶ τὴν ἀληθινὴν καὶ πνευματικὴν εὐχὴν ἐπιζητῶν κτήσασθαι κατὰ τὸ εἰρημένον· «ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ»· μετὰ χαρᾶς ὑπὸ τῶν λοιπῶν ἀδελφῶν ἐάσθω καὶ ὡς βοηθοὶ αὐτῷ μᾶλλον συνεργείτωσαν καὶ προτρεπέσθωσαν, ἴδιον κέρδος ἡγούμενοι τὴν ἐπὶ τὰ κρείττονα τοῦ ἀδελφοῦ προκοπήν, καὶ μηδὲν κατ' ἐριθείαν ἢ ζῆλον ποιείτωσαν ὑπὸ τῆς κακίας ὑποφερόμενοι μηδὲ ἐμποδιζέτωσαν καὶ ἐγκοπτέτωσαν τὴν ἀγαθὴν αὐτοῦ πρὸς θεὸν ὁρμὴν καὶ τοῦ ἀγῶνος τῆς καλῆς σπουδῆς τὴν ἀρχήν, ἵνα ὁ θεὸς ὁρῶν τὸν πρὸς ἀλλήλους τῆς ψυχῆς παροξυσμὸν ἤγουν τῆς ἀγάπης ἀνταποδώσει ὁσίως πάνυ πᾶσι τὰ αἰτήματα, πληροφορῶν ἕκαστον διὰ τὴν εὐθεῖαν καὶ ἀγαθὴν πρὸς ἀλλήλους προαίρεσιν.

IX.5 ταῦτα σπουδαίως ποιεῖν ἐν πολλῇ διακρίσει μάλιστα οἱ προεστῶτες τῶν ἀδελφῶν ὀφείλετε καὶ ἑαυτοὺς καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς τῷ τοιούτῳ φρονήματι καταρτίζειν σπουδάζετε, ἵνα μηδεὶς ἐγκοπὴν λαμβάνῃ εἰς ὃν προαιρεῖται ἀγωνίζεσθαι ἀγῶνα.

IX.6 Ὥσπερ οὖν κεφαλαιωδέστερον ὁ τῇ εὐχῇ προσκαρτερῶν ἐπελάβετο ἔργον, οὕτως καὶ ἀγῶνα περισσὸν καὶ πόνον πολὺν καὶ σπουδὴν ἀδιάλειπτον ἀναλαβεῖν ὀφείλει διὰ τὸ πολλὰ ἐν τῇ προσκαρτερήσει τῆς εὐχῆς εἶναι τῆς κακίας ἐμπόδια· ὕπνον, ἀκηδίαν, βάρησιν σώματος, λογισμῶν ῥεμβασμόν, νοὸς ἀκαταστασίαν, ὀλιγωρίαν, ἀνυπομονησίαν, ἔκλυσιν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα· εἶτα θλῖψεις καὶ ἐπαναστάσεις αὐτῶν τῶν πονηρῶν πνευμάτων πολεμούντων καὶ ἀνταγωνιζομένων μέχρις αἵματος τῇ κατ' ἀλήθειαν τὸν θεὸν ἀδιαλείπτως ἐπιζητούσῃ ψυχῇ κωλυόντων αὐτὴν προσεγγίζειν θεῷ.

IX.7 πάσῃ οὖν νήψει καὶ πάσῃ σπουδῇ καὶ παντὶ ἀγῶνι σωματικῷ καὶ ψυχικῷ καὶ πάσῃ ὑπομονῇ ὁ τῇ εὐχῇ προσκαρτερῶν ἀνδρίζεσθαι ὀφείλει· καὶ ὡς τὸν σταυρὸν ὄντως βαστάζων ἐν ἀγῶνι καὶ πόνῳ πολλῷ καὶ πένθει καὶ θλίψει διὰ τὴν βασιλείαν ἀδιαλείπτως ἤτω καὶ μὴ κεχαυνωμένος καὶ συνεπιδιδοὺς ἑαυτὸν τῷ τῆς κακίας τῶν λογισμῶν ῥεμβασμῷ ἢ συγχύσει ὕπνου ἢ ἀκηδίᾳ ἢ ἐκλύσει, ταραχώδεσι καὶ ἀπρεπέσι φωναῖς χρώμενος ἤ τισι τοιούτοις παραδιδοὺς τὴν διάνοιαν καὶ ἀδιακρισίας αἰτίᾳ ἐμπληροφούμενος εἰς τὴν σωματικὴν μόνον γονυκλισίαν τοῦ νοὸς ἐν συγχύσει ἢ ῥεμβασμῷ καθεστῶτος.

IX.8 δύναται γάρ τις, ἐὰν μὴ ἄκρως νήφειν παρασκευάζηται καὶ μηδὲ πάντοτε τὴν ἔρευναν καὶ προσοχὴν τοῦ νοῦ ποιῆται, ἐπιποθῶν ἀεὶ τὸν κύριον, ὑπὸ τῆς κακίας ποικίλως κατὰ τὸ κρυπτὸν ἀποβουκολούμενος ποιμαίνεσθαι ἢ τυφοῦσθαι κατὰ τῶν λοιπῶν τῶν μηδέπω οὕτως δυναμένων τῇ εὐχῇ προσκαρτερεῖν· καὶ οὕτως διὰ τῶν τοιούτων τῆς κακίας πανουργημάτων τὴν καλὴν ἀπόλλυσιν ἐργασίαν, καταπροδιδοὺς ταύτην τῷ πονηρῷ δαίμονι. ἀλλ' ὥσπερ μεῖζον τῆς εὐχῆς ἔργον ἀνεδέξατο, οὕτως καὶ πόνον καὶ μέριμναν καὶ ἀγῶνα μείζονα τῶν λοιπῶν ὀφείλει κεκτῆσθαι, μή πως κλοπήν τινα παρὰ τῆς κακίας πάθῃ. τοῖς γὰρ μεῖζόν τι ποιεῖν ἐπιβαλλομένοις ἀγαθὸν ἐπιτήδευμα μειζόνως ὁ πονηρὸς ἀνταγωνιζόμενος ὑποσκελίζειν βούλεται.

IX.9 ἀλλ' ἵνα καρπὸν ἀγάπης καὶ ταπεινοφροσύνης καὶ ἁπλότητος καὶ ἀγαθότητος καὶ διακρίσεως ὁσημέραι διὰ τῆς προσκαρτερήσεως τῆς εὐχῆς ἐκφύσωμεν ἐν πᾶσι καὶ φανεροὶ ὦμεν τὴν ἐπὶ τὰ κρείττω προκοπὴν λαμβάνοντες, ἀγωνισώμεθα, ἵνα καὶ τοὺς διὰ τὴν νηπιότητα τῆς εὐχῆς προσκαρτερεῖν μηδέπω δυναμένους, τῶν ἀγαθῶν καρπῶν ἡμῶν φανερῶν αὐτοῖς ὄντων, ἐρεθίσωμεν καὶ εἰς ἐπιθυμίαν ἐνέγκωμεν προθύμως καὶ σπουδαίως ἐπὶ τὸν ἀγῶνα ἑαυτοὺς ἐπιδοῦναι. ἐὰν γὰρ μὴ ἡ ταπεινοφροσύνη καὶ ἡ ἀγάπη καὶ ἡ ἁπλότης καὶ ἡ ἀγαθότης τὴν εὐχὴν ἡμῶν κατακοσμήσῃ, ἡ εὐχή, μᾶλλον δὲ τὸ σχῆμα τῆς εὐχῆς, ἡμᾶς οὐδὲν ὠφελήσει.

IX.10 Οὐ μόνον δὲ περὶ τῆς εὐχῆς τοῦτο λέγομεν, ἀλλὰ περὶ παντὸς καμάτου καὶ πόνου καὶ παρθενίας καὶ εὐχῆς καὶ νηστείας καὶ ἀγρυπνίας καὶ ψαλμῳδίας ἢ διακονίας ἢ οἱουδήποτε καμάτου καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ὑφ' ἡμῶν ἐπιτελουμένης· ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ πραότητος καὶ ταπεινώσεως ἁπλότητός τε καὶ ἀφελότητος καὶ πίστεως καὶ μακροθυμίας καὶ ἀφθονίας ἐν ἑαυτοῖς εὑρίσκωμεν καὶ πᾶσι τοιούτους καρποὺς προσφέρωμεν, εἰκῇ καὶ μάτην οἱ πόνοι καὶ οἱ κάματοι ἡμῶν γεγόνασι. πᾶσα γὰρ ἐκείνη ἡ ἐργασία καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς τούτους γενέσθαι ὀφείλουσιν· τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης μὴ εὑρισκομένων ἐν ἡμῖν εἰκῇ καὶ μάτην ὅλη ἡ ἐργασία γεγένηται.

IX.11 οἱ γὰρ τοιοῦτοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἀπεντεῦθεν ἐπικομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶν τῶν προειρημένων ἀρετῶν διὰ τοῦ πνεύματος ἐνέργεια, μωραὶ ὀνομασθεῖσαι τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπεκλείσθησαν, καὶ ὁ τῆς παρθενίας κάματος διὰ τὴν τῶν ἀρετῶν ἔλλειψιν καὶ ὑστέρησιν τῆς ἐνεργοῦς ἐνοικήσεως τοῦ πνεύματος εἰς οὐδὲν ἐλογίσθη.

IX.12 ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ κάματος διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῇ καὶ μάτην πᾶσα ἡ ἐμπόνησις τῆς ἐργασίας γεγένηται, οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως μακροθυμίας τε γόρευσεν, ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκῇ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς καὶ ψαλμῳδίας νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος μάταιος ἀποδείκνυται· οὗτοι γὰρ οἱ κάματοι καὶ πόνοι ψυχῆς καὶ σώματος ἐπ' ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλουσιν. ἡ δὲ τοῦ πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ ἐν καρδίαις πισταῖς καὶ ταπειναῖς ὑπὸ τοῦ πνεύματος ἐνεργουμένη.

IX.13 Ἐν πολλῇ γὰρ συνέσει διακρίσεως αἱ ἐργασίαι καὶ οἱ πόνοι καὶ κάματοι τῆς φύσεως ἡγείσθωσαν, καὶ οἱ καρποὶ καρποὶ λογιζέσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου τοῖς ἀξίοις ἐνεργούμενοι. ἐὰν γάρ τις διὰ γνώσεως ἔλλειψιν ἰδίαν ἐργασίαν καὶ κάματον τοὺς καρποὺς τοῦ πνεύματος εἶναι νομίσῃ, πολλὴν οἴησιν ματαιότητος κέκτηται καὶ ἀπὸ μεγάλων ἀγαθῶν καρπῶν πνευματικῶν ἐκπίπτει, μὴ διὰ πνεύματος ἐνεργείας ἐν πάσαις ταῖς προειρημέναις ἀρεταῖς κατευθυνθῆναι ἐλπίζων. ὁ γὰρ ὁλοτελῶς ἑαυτὸν τῷ θεῷ ἀφιερῶν πάντοτε κατὰ τὴν ἐξ ἰδίας δυνάμεως σπουδὴν καὶ τὸν πόνον ἐν μηδενὶ ἐλλείπων, παρ' αὐτοῦ δὲ τὴν λύτρωσιν τῶν παθῶν διὰ τῆς ἀντιλήψεως τῆς χάριτος ἐκδεχόμενος, εἰς τοσαύτην τὴν ἀκρότητα ἀρετῆς καὶ καθαρότητα καταντῆσαι καταξιοῦται.

IX.14 Ὥσπερ γὰρ ὁ ἐν τῷ βίῳ διαιτώμενος καὶ τῇ ἁμαρτίᾳ ἑαυτὸν ὁλοτελῶς ἀποδεδωκὼς τὰ παρὰ φύσιν πάθη τῆς ἀτιμίας ἐν ἡδονῇ πολλῇ ἐπιτελεῖ, ἀσωτίαν καὶ πορνείαν, μέθην καὶ πλεονεξίαν, φθόνον καὶ δόλον καὶ ἀσέλγειαν, ἔριν καὶ μῖσος, φιλαργυρίαν καὶ τὰ λοιπὰ τῆς κακίας ἐνεργήματα, ἐν ἀπολαύσει καὶ ἡδονῇ ὡς φυσικὰ ἐργάζεται, οὕτως καὶ ὁ τέλειος Χριστιανὸς πάσας τὰς ἀρετὰς καὶ πάντας τοὺς ὑπὲρ τὴν ἡμετέραν φύσιν τελείους καρποὺς τοῦ πνεύματος, τουτέστι τὴν ἀληθινὴν καὶ ἄτρεπτον ἀγάπην καὶ εἰρήνην, τὴν μακροθυμίαν καὶ ἀγαθότητα, τὴν πραότητα καὶ ὑπομονήν, τὴν πίστιν καὶ τὴν ταπεινοφροσύνην καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἔργα ἐν ἀπολαύσει πολλῇ καὶ ἡδονῇ πνευματικῇ ἐπιτελεῖ ὡς φυσικὰ ἀκαμάτως λοιπὸν καὶ εὐχερῶς καὶ μὴ πρὸς τὰ πάθη τῆς κακίας μελετῶν ἢ πολεμῶν, ἅτε δὴ λελυτρωμένος ὑπὸ κυρίου τελείως καθαρὸν οἰκητήριον αὐτοῦ γίνεσθαι καταξιωθεὶς καὶ ἐνεργούμενος δυνάμει θείᾳ ἐν ταῖς ἀρεταῖς ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὑπὸ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, τὴν τελείαν τοῦ Χριστοῦ εἰρήνην βραβεύουσαν ἐν τῇ καρδίᾳ κεκτημένος. οὗτός ἐστιν ἀληθῶς ὁ κολληθεὶς τῷ κυρίῳ καὶ γενόμενος μετ' αὐτοῦ εἰς ἓν πνεῦμα. διὰ γὰρ τῆς τοῦ πνεύματος ἐνεργείας καὶ ἁγιότητος τῶν ἀρετῶν πάθη μιαρὰ καὶ ἐνέργειαι κακίας κατασβεσθῆναι δύναται.

IX.15 Οὐ μόνον δὲ τὴν τοιαύτην τῶν ἀρετῶν ἐργασίαν ἐν πολλῇ ἀπολαύσει ὁ τοιοῦτος διὰ τὴν ἐνεργῆ ἐνοίκησιν τοῦ ἁγίου πνεύματος ἀκαμάτως λοιπὸν ἐπιτελεῖ, ἀλλὰ τὸ δυσχερέστερον, ὅπερ ἐστὶ τὰ παθήματα τοῦ Χριστοῦ, εὐχερῶς καὶ εὐκόλως ἀναλαμβάνει, δυναμούμενος ὑπὸ τοῦ πνεύματος καὶ ἐν πολλῇ ἐπιθυμίᾳ τὸ συμπαθῆναι τῷ Χριστῷ εὐχόμενος· καὶ ὥσπερ οἱ λοιποὶ ἐν βίῳ ἄνθρωποι κατὰ σάρκα ζῶντες τὸ τιμηθῆναι καὶ δοξασθῆναι, τὸ προσκυνηθῆναι καὶ τὸ πλουτῆσαι καὶ τρυφῆσαι καὶ ἄρξαι καὶ τὰς λοιπὰς τοῦ βίου τούτου ἀπολαύσεις ἐν ἡδονῇ πολλῇ καὶ εὐφροσύνῃ δι' ἐπιθυμίας ἔχουσιν, οὕτως οἱ εἰς τὰ προειρημένα τοῦ χριστιανισμοῦ μέτρα φθάσαι καταξιωθέντες τὸ γυμνητεῦσαι καὶ λιμῶξαι καὶ πᾶσαν κακοπάθειαν ὑπομεῖναι διὰ τὸν κύριον, τὸ μισηθῆναι καὶ ἀτιμασθῆναι καὶ λοιδωρηθῆναι, τὸ μαστιχθῆναι καὶ ὥσπερ κάθαρμα τοῦ κόσμου τούτου γενέσθαι, τὸ δὲ ὅλον καὶ σταυρωθῆναι καὶ πάσῃ τιμωρίᾳ ὑποβληθῆναι ἐν ἡδονῇ καὶ ἀπολαύσει πνευματικῇ μετὰ χαρᾶς καὶ εὐφροσύνης διὰ τὴν μακαρίαν τῆς ἀναστάσεως ἐλπίδα ἀκαμάτως καταδέχονται, μᾶλλον δὲ διὰ πολλῆς ἐπιθυμίας ἔχουσι.

IX.16 Χριστιανῶν γὰρ ἡ δόξα καὶ ὁ πλοῦτος καὶ ἡ τρυφὴ καὶ ὁ θησαυρὸς καὶ ἡ καύχησις τὰ παθήματα τοῦ Χριστοῦ τυγχάνει κατὰ τὸ ἀποστολικὸν λόγιον· «οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι», καὶ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· «μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». καὶ πάλιν ὁ μακάριος Παῦλος ὅσην ἡδονὴν ἐν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν εἶχεν βοᾷ λέγων· «ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις», «ἐν πληγαῖς, ἐν φυλακαῖς»· «ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι». καὶ πάλιν· «ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ».

IX.17 ἡ γὰρ τοῦ ἁγίου πνεύματος εἰς αὐτοὺς πληρεστάτη ἐνοίκησις καὶ ἄφθαρτος ἐνεργὴς παράκλησις τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡδυτάτῃ πληροφορίᾳ καὶ ἀπολαύσει πολλῇ καταδέχεσθαι παρασκευάζει διὰ τὴν μέλλουσαν τῆς ἀναστάσεως ἐλπίδα ἀθάνατον· καὶ τὰ πάθη Χριστοῦ εὐχερῶς καὶ εὐκόλως ἀναλαβεῖν ἔστιν. ἅπερ οἱ μηδέπω δι' ἐνεργείας πνεύματος ἀναλαβεῖν καταξιωθέντες διὰ ἰδίας σπουδῆς καὶ ἐπιθυμίας ἐλπίδι καὶ πίστει ἐν ταῖς ἐντολαῖς καὶ ἐν τοῖς παθήμασι τοῦ κυρίου ἀδιαλείπτως ἐμμελετάτωσαν καὶ τῇ ἐργασίᾳ, ὡς ἡ δύναμις, ἑαυτοὺς βιαζόμενοι ἐγγυμναζέσθωσαν, ἐλπίζοντες διὰ τοῦ πνεύματος τελείως ἐν αὐτοῖς κατευθυνθῆναι, ἵνα κατὰ τὴν ἐργασίαν τῆς ἐλπίδος ἐπιθυμίαν τε καὶ μελέτην τοῦ νοὸς ἐνεργῆσαν τὸ πνεῦμα ἐν δυνάμει μεθ' ἡδονῆς ἀναλάβωμεν καὶ τὴν τῶν εὐαγγελικῶν ἐντολῶν ἐργασίαν καὶ τῶν παθημάτων τοῦ Χριστοῦ μετὰ χαρᾶς ὑπομονήν, καὶ οὕτως τέλειοι Χριστιανοὶ διὰ τῆς ἐνεργοῦς ἐνοικήσεώς τε καὶ κοινωνίας τοῦ πνεύματος γενέσθαι καταξιωθέντες τῆς αἰωνίου ζωῆς κληρονόμοι γενώμεθα.

IX.18 Οὕτως οὖν ἀγωνίζεσθε καὶ οὕτως ἀνδρίζεσθε καὶ οὕτως ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν παρασκευάζετε ὁμοῦ πάντες, μάλιστα δὲ οἱ ταῖς εὐχαῖς προσκαρτερεῖν ἑαυτοὺς ἀναγκάζοντες ὡς τηλικούτων ἀγαθῶν σκοπὸν ἔχοντες, ἵνα καὶ ἑαυτῶν καὶ τῶν πλησίον οἰκοδομὴ καὶ ὠφέλεια γένησθε καὶ μὴ βλάβην ἑαυτοῖς καὶ τοῖς ἄλλοις διὰ τῆς ἀμελείας καὶ ἀπροσεξίας ἐμποιήσητε.

Logos X

X.1 οἱ δὲ μήπω δυνάμενοι ἄκρως ἐπὶ τὸ τῆς εὐχῆς ἔργον διὰ νηπιότητα ἑαυτοὺς ἀποδοῦναι τῇ διακονίᾳ ἢ ὑπηρεσίᾳ ἢ ἔργῳ ἢ τῇ λοιπῇ ἀναπαύσει τῶν ἀδελφῶν μετὰ πίστεως καὶ εὐλαβείας καὶ φόβου θεοῦ ἑαυτοὺς εὐτρεπίζετε, ὡς θεοῦ ἐντολὴν ἐπιτελοῦντες καὶ ὡς πνευματικὸν ἔργον κατεργαζόμενοι· καὶ οὐχ ὡς παρὰ ἀνθρώπων τὸν μισθὸν ἐκδεχόμενοι οὐδὲ τιμὴν ἢ εὐχαριστίαν παρ' αὐτῶν ἀναμένοντες, ἀλλ' ὡς ἔργοις θεοῦ νηφόντως προσέχετε καὶ ὡς δοῦλοι Χριστοῦ μετὰ χαρᾶς διακονεῖτε, μὴ διδόντες χώραν ὅλως τῇ κακίᾳ δι' ἀνθρωπαρεσκείας ἢ γογγυσμοῦ ἢ ὑψηλοφροσύνης ἢ χαυνότητος ἢ ἀμελείας ἢ καταφρονήσεως τὸ ἀγαθὸν ἔργον ὑμῶν σπιλοῦν καὶ τῷ ἰδίῳ τῆς δολιότητος ἰῷ καταρρυποῦν καὶ μολύνειν, ἀλλ' ἵνα διὰ τῆς εὐλαβείας καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς τὸν θεὸν τὸ καλὸν ἐπιτήδευμα ὑμῶν ἁγιάζηται καὶ εὐπρόσδεκτον ἐπὶ θεῷ γένηται.

X.2 τοσαύτῃ γὰρ φιλανθρωπίᾳ καὶ ἀπείρῳ ἀγαθότητι ὁ κύριος συγκατέβη τῷ ἀνθρωπίνῳ γένει, ὥστε μηδένα ἐᾶσαι ἀργὸν ἀπὸ τῆς ἀρετῆς ἢ ἀγαθοῦ ἔργου ἀπομένοντα, ἀλλὰ ἑκάστῳ ἔδωκεν ἐργασίαν κατὰ δύναμιν τῆς προαιρέσεως αὐτοῦ, ἕλκων ἅπαντας μακροθύμως ὁσημέραι ἐπὶ τὰς μείζονας τῶν ἐντολῶν ἀρετάς.

X.3 «Ὃς ἐὰν ποτίσῃ φησί ποτήριον ψυχροῦ ὕδατος μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ». ἴδε ἕως ποῦ εὐκολότητα ἐντολῆς ὁ κύριος ἔδωκεν, ἵνα μή τις ἄμοιρος ὡς ὢν ἀσθενὴς καὶ ἄτονος τὴν προαίρεσιν ἀπὸ τοῦ ἀγαθοῦ γένηται. καὶ πάλιν· «ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε». μόνον ἵνα ᾖ τὸ γινόμενον κατὰ θεόν, καὶ μὴ κατὰ δόξαν ἀνθρώπων γίνηται· προσέθηκε γάρ, φησί· «μόνον εἰς ὄνομα μαθητοῦ», τουτέστι φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ τὸ ἀγαθὸν ἵνα γένηται.

X.4 τοῖς γὰρ κατὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιδεικτικῶς ἀγαθόν τι πράττουσι μεμφόμενος ὁ κύριος ἀπόφασιν δέδωκε· «πάντα φησί ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις», καὶ διεξελθὼν ἐπάγει μεθ' ὅρκου λέγων· «ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν». διὸ παραγγέλλει τοῖς μαθηταῖς· «βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν νηστείαν ἢ τὴν εὐχὴν ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς». τὴν παρὰ ἀνθρώπων δόξαν ἢ τιμὴν ἢ ἐπαίνους προσερχομένους ἀπωθεῖσθαι καὶ μὴ προσίεσθαι τῷ νῷ καθόλου παρῄνεσεν, ἀλλὰ παρὰ θεοῦ μόνου τὴν ἀληθινὴν δόξαν καὶ τὸν ἔπαινον ἐκδέχεσθαι, ὡς προείρηται· οὐχ οἷόν τε γὰρ μὴ γνωσθῆναι ἀγαθόν τι τοῖς ἀνθρώποις ὅλως παρ' ἡμῶν ὁ κύριος ἐδίδαξε. πῶς γὰρ ἦν τοῦτο δυνατόν, ὁπότε αὐτὸς ὡς φῶς λάμψαι ἡμῶν τὰ ἀγαθὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων παρῄνεσεν εἰς δόξαν θεοῦ γινόμενα· «ὅπως φησίν ἴδωσιν τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς».

X.5 Καὶ οἱ ἀπόστολοι δὲ διὰ τοῦ πνεύματος νομοθετήσαντες μηδὲν τοῖς ἀπὸ τῶν ἐθνῶν νομοθετεῖν ἢ ὅλως παρενοχλεῖν, εἰ μὴ ἀπέχεσθαι τῶν ἐπάναγκες, πορνείας καὶ εἰδωλοθύτου καὶ πνικτοῦ καὶ αἵματος, τὴν πολλὴν τῶν ἐντολῶν ὕλην παρεσιώπησαν τέως διὰ πολλὴν καὶ ἄμετρον ἀγαθότητα καὶ συμπάθειαν ἐλαφρύναντες τῆς νοητῆς αὐτῶν ἡλικίας τὴν νηπιότητα, μόνον εἰς τὴν πίστιν αὐτοὺς εἰσελθεῖν πρῶτον ἐκ τῆς εἰδωλολατρείας βουλόμενοι, ἵν' οὕτως κατὰ μέρος ὑπακούοντες τῷ λόγῳ τῆς ἀληθείας καὶ ἐπὶ τὰ μείζονα τῶν ἐντολῶν παραγγέλματα καὶ τὴν πνευματικὴν αὔξησιν φθάσαι καταξιωθῶσιν.

X.6 εἰ δέ τις καὶ ἐν τῇ εὐχῇ ὀκνηρότερος τυγχάνει καὶ ἐν τῇ διακονίᾳ καὶ ἐν τῇ λοιπῇ οἱουδήποτε ἔργου ὑπηρεσίᾳ εἰς ἀνάπαυσιν ἀδελφῶν γινομένῃ χαύνως καὶ ἀμελῶς καὶ καταφρονητικῶς διάκειται, καὶ οὐκ ἀνδρίζεται σπουδαίως καὶ πιστῶς ποιεῖν ὃ ἐπιτάσσεται, οὗτος ὑπὸ τοῦ ἀποστόλου ἀργὸς ὀνομαζόμενος ὡς μηδὲν ἐργαζόμενος ἀλλὰ περιεργαζόμενος οὐδὲ ἄρτου ἄξιος εἶναι ἀποφαίνεται εἰπόντος τοῦ ἀποστόλου· «ὁ ἀργὸς μηδὲ ἐσθιέτω»· καὶ ἀλλαχοῦ· «τοὺς δὲ ἀργοὺς καὶ ὁ θεὸς μισεῖ· καὶ ὁ ἀργὸς οὐδὲ πιστὸς εἶναι δύναται»· καὶ ἐν τῇ Σοφίᾳ λέγει· «πολλὴν κακίαν ἐδίδαξεν ἡ ἀργία». ὀφείλει γὰρ ἕκαστος ἐν ὁποιῳδήποτε ἔργῳ διὰ τὸν κύριον γινομένῳ καρποφορεῖν καὶ σπουδαῖος εἶναι κἂν ἐν ἑνὶ καλῷ, ἵνα μὴ παντελῶς ἄκαρπος εὑρισκόμενος ἐκτὸς τῆς αἰωνίου ζωῆς γένηται.

Logos XI

XI.1 Ἑνὸς οὖν προκειμένου τοῖς πᾶσιν ὁμοτρόποις ἀδελφοῖς τοῦ προειρημένου σκοποῦ τὸ λοιπὸν ἀγωνιζέσθω κατὰ δύναμιν ἕκαστος καὶ πιστευέτω τῷ ἀψευδεῖ θεῷ φθάσαι εἰς τὸ τέλειον τῆς υἱοθεσίας τοῦ χριστιανισμοῦ μέτρον ἐν πάσῃ ἀγαθῇ σπουδῇ καὶ ἀρετῆς ἐπιτηδεύσει. ἡ ἁπλότης δὲ καὶ ἡ ἀφελότης καὶ ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ χαρὰ καὶ ταπείνωσις ἐξ ἅπαντος ὥσπερ θεμέλιος ἐν τῇ ἀδελφότητι ἑδρασθήτωσαν καὶ ἐν μέσῳ διὰ παντὸς ἤτωσαν, ἵνα μὴ ἐπαιρόμενοι κατ' ἀλλήλων ἢ φυσιούμενοι ἢ γογγύζοντες εἰκαῖον ὑμῶν τὸν κάματον ἀποδείξητε, ἀλλὰ μᾶλλον τῇ ταπεινοφροσύνῃ ἑαυτῶν ὑπερέχοντας τοὺς πλησίον καὶ κυρίους ἡγούμενοι Χριστοῦ τοῦ δι' ἡμᾶς πτωχεύσαντος μιμηταὶ γενώμεθα.

XI.2 καὶ μήτε ὁ ἀδιαλείπτως ταῖς εὐχαῖς προσκαρτερῶν κατὰ τοῦ μηδέπω οὕτως δυναμένου προσκαρτερῆσαι κατεπαιρέσθω καὶ φυσιούσθω, ἵνα δυνηθῇ τὸ ἔργον αὐτοῦ ἐπὶ θεοῦ καὶ ἀνθρώπων προκοπὴν λαμβάνειν, μήτε ὁ ἐν τῇ διακονίᾳ ἢ ἐν τῇ λοιπῇ ὑπηρεσίᾳ ἑαυτὸν δοὺς ὑποβολῇ κακίας γογγυζέτω ἢ καταλαλείτω τοῦ σχολάζοντος ταῖς προσευχαῖς καὶ νηστείαις, ἵνα χάριν ἐπὶ θεοῦ κτήσηται καὶ τὸ ἔργον αὐτοῦ εὐπρόσδεκτον γένηται, ἀλλ' ὡς μέλη ἀλλήλων ὄντες καὶ ἀλλήλους ἀναπαύειν ὀφείλοντες «μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν» ποιῶμεν κατὰ τὸ ἀποστολικὸν παράγγελμα·

XI.3 ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος ὑπὸ τῆς μιᾶς ψυχῆς διοικούμενα τὴν διακονίαν ἄφθονον παρέχουσιν ἀλλήλοις καὶ «οὐ δύναται φησίν ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ χρείαν σου οὐκ ἔχω ἢ ἡ κεφαλὴ τοῖς ποσὶ χρείαν ὑμῶν οὐκ ἔχω, ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ταῦτα περιέπομεν καὶ τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν», οὕτω καὶ ἡμεῖς μέλη ἀλλήλων ὄντες, καθὼς εἴρηται, ποιῶμεν· ὁ δὲ καθεῖς ὡς ἀλλήλων μέλη ὑπὸ ἑνὸς πνεύματος κυβερνώμενοι καὶ ὑφ' ἑνὸς τοῦ τῆς ἀληθείας λόγου ζῶντος τρεφόμενοι διὰ τῆς ἀγάπης καὶ ἁπλότητος καὶ ἀγαθότητος καὶ χαρᾶς εἰς ἀνάπαυσιν ἀλλήλων συναρμοσθῆναι ὀφείλομεν. εἰς τοῦτο γὰρ καὶ ἐκτίσθημεν, καθὼς εἴρηται· «αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ἐπὶ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν»·

XI.4 καὶ οὕτως ὁ θεὸς ἐπὶ ταῖς τοιαύταις προαιρέσεσι χαίρει ἑκάστου τὸ ἔργον τὸ δι' αὐτὸν μόνον γινόμενον ἀποδεχόμενος. τοιαύτην γὰρ διάθεσιν ἁπλότητος εἰς ἀλλήλους ἀποσῳζόντων γίνεται τὸ περίσσευμα τῶν ταῖς εὐχαῖς προσκαρτερούντων ἐπὶ τὸ ὑστέρημα τῶν διακονούντων καὶ ἀναπαυόντων, καὶ πάλιν τὸ περίσσευμα τῶν διακονούντων καὶ ἐργαζομένων ἐπὶ τὸ ὑστέρημα τῶν ταῖς εὐχαῖς σχολαζόντων. οὕτως γάρ φησί γίνεται ἰσότης κατὰ τὸ γεγραμμένον· «ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησε»· μόνον, ὡς προειρήκαμεν, ἐν μέσῳ τῶν ἀδελφῶν ἁπλότης καὶ ἀγάπη καὶ ταπείνωσις καὶ ἀζηλία ἡδραιωμέναι ἤτωσαν, καὶ λοιπὸν ἕκαστος κατὰ δύναμιν μετὰ χαρᾶς τὸν καλὸν δρόμον τρεχέτω καὶ τὸν καλὸν ἀγῶνα ἀγωνιζέσθω, ἵνα εἰς τὴν ἀπλανῆ τῆς θεοσεβείας ὁδόν, καθ' ὅσον πιστεύει καὶ καθ' ὅσον ἀγαπᾷ καὶ καθ' ὅσον κάμνει, ὁσημέραι τὴν προκοπὴν λαμβάνων τῆς βασιλείας ἀξιωθήσεται.

XI.5 Οὗτος ἀληθῶς ἀγγελικὸς ἐπὶ γῆς ἐστι βίος· τοῦτό ἐστι τὸ «γενηθήτω τὸ θέλημά σου ἐν οὐρανῷ καὶ ἐπὶ γῆς», ὅταν μὴ κατεπαιρώμεθα ἀλλήλων· ὅταν μετὰ ἀζηλίας καὶ ἀφθονίας καὶ ἁπλότητος καὶ ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς συνηρμόσμεθα ἀλλήλοις, τὴν τοῦ πλησίον προκοπὴν ἴδιον ἡγούμενοι κέρδος, τὴν ἀτονίαν ἢ ἐλάττωσιν ἢ θλῖψιν τοῦ πλησίον ἰδίαν εἶναι νομίζοντες ζημίαν. «μὴ γάρ φησί μόνον τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ τοῦ πλησίον ἕκαστος»· οὕτω γὰρ ἀλλήλοις συμπάσχοντες καὶ «ἀλλήλων τὰ βάρη βαστάζοντες», μάλιστα οἱ δυνατοὶ τῶν ἀδυνάτων καὶ οἱ ἰσχυροὶ τῶν ἀσθενεστέρων, «ἀναπληρῶσαι» δυνάμεθα «τὸν νόμον τοῦ Χριστοῦ» κατὰ τὴν παραίνεσιν Παύλου.

XI.6 τοιούτῳ δὲ τρόπῳ ἐπὶ τὸ αὐτὸ τυγχάνοντες ἀληθῶς δυνησόμεθα «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ» καὶ διὰ τῆς ὁμονοίας καὶ τῆς χάριτος τοῦ Χριστοῦ κεφαλὰς δρακόντων πνευμάτων πονηρίας συνθλᾶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντες καὶ καταπατοῦντες λέοντα καὶ δράκοντα.

XI.7 ἐὰν γάρ, ὡς προειρήκαμεν, ἐν ἀγάπῃ καὶ ἁπλότητι καὶ ἀκεραιότητι σύνεισιν οἱ ἀδελφοὶ ἀλλήλοις, τότε καὶ ὁ ἐν μέτροις μεγάλοις ὢν πνευματικῆς προκοπῆς καὶ τῇ εὐχῇ προσκαρτερῶν ἐπὶ τὰ μείζονα διὰ τῆς συνεργίας καὶ συμπνοίας τῶν ἀδελφῶν τὴν συναύξησιν καὶ προκοπὴν λαμβάνει. ὁμοίως καὶ ὁ μικρότερος διὰ τῆς τῶν μειζόνων ἐν ἀγάπῃ προτροπῆς καθ' ἡμέραν βελτιοῦται τῇ προκοπῇ καὶ εὐθύμως ἐργαζόμενος καὶ ἐπὶ τὰ κρείττονα ἐπειγόμενος. Εἰ δὲ μὴ οὕτω διάκεισθε πρὸς ἀλλήλους, ἀλλὰ γογγυσμοὶ καὶ μέμψεις καὶ καταλαλιαὶ καὶ φυσιώσεις κατ' ἀλλήλων ἐπεγείρονται, οὔτε οἱ δοκοῦντες σχολάζειν εὐχαῖς καὶ νηστείαις διὰ τὴν τῶν ἑταίρων αὐτῶν πρὸς αὐτοὺς ἀσυμφωνίαν καὶ βλάβην καὶ τὴν αὐτῶν ἔπαρσιν κρείττους ἑαυτῶν γίνεσθαι δύνανται, οὔτε οἱ διακονοῦντες καὶ ἀναπαύοντες σωματικῶς δυνήσονται χάριν ἐν τῇ διακονίᾳ αὐτῶν ἔχειν διὰ τὸν κατὰ τῶν σχολαζόντων γογγυσμὸν καὶ τὸ μεταξὺ μῖσος· καὶ οὕτω σχίσματος ὄντος ἐν τῷ σώματι ἀδύνατον οἰκοδομὴν πνευματικὴν λαμβάνειν καὶ τὸ θέλημα τοῦ θεοῦ ἐν ὑμῖν γίνεσθαι.

XI.8 Ἀλλὰ καὶ τὴν τῶν πολλῶν χαρισμάτων διανομὴν εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν ὁ ἀπόστολος ἄγων ὡς ἑνὸς ὄντα μέλη φησίν· «ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε ὁ διακονῶν ἐν τῇ διακονίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι, ἡ ἀγάπη ἀνυπόκριτος» καὶ τὰ ἑξῆς. καὶ πάλιν «ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, ἀποκάλυψιν ἔχει», γνῶσιν ἔχει, προφητείαν ἔχει· «πάντα πρὸς οἰκοδομὴν γινέσθω»· τουτέστιν ἀπολάβετε ἕκαστος τῶν χαρισμάτων ἀλλήλων διὰ τῆς ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους ἐν ἀγάπῃ συμφωνίας. οὕτω καὶ οἱ ἐν τοῖς μοναστηρίοις ἀδελφοὶ ἐκδεδωκότες ἑαυτοὺς τῷ κυρίῳ καὶ ἀλλήλοις οἱ ἰσχυροὶ εἴτε τῷ σώματι εἴτε τῇ φρονήσει τῶν ἀσθενεστέρων «τὰ βάρη βαστάζετε» διὰ τὴν τοῦ Χριστοῦ μακαρίαν ἐλπίδα· καὶ ἕκαστος ὅπερ ἔχει ἐν τῇ φύσει αὐτοῦ ἀγαθόν, ἢ ἰσχὺν ἢ σύνεσιν ἢ ἀνδρείαν ἢ ἐπίνοιάν τινα ἢ σπουδήν, ἀλλήλοις ὁλοκλήρως ἐκδῶμεν. εἴτε πνευματικῶν χαρισμάτων διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀξιούμεθα, ἀλλήλοις κοινωνήσωμεν ἐν πᾶσιν ἀγαθοῖς εἰς οἰκοδομὴν καὶ ὠφέλειαν καὶ ἑαυτῶν καὶ τῶν πλησίον καὶ πάντων ἀνθρώπων· καὶ οὕτως ἀναπληροῦντες τὸν νόμον τοῦ Χριστοῦ τῆς αἰωνίου ζωῆς ἄξιοι γενησόμεθα.

XI.9 Ὅτι δὲ τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου ἁρμοζόντως τελούμενον ἔργον πάσης ἀρετῆς καὶ ἐντολῆς προτέτακται, αὐτὸς ὁ κύριος μαρτυρεῖ. ὅτε γὰρ ἦλθεν εἰς τὴν οἰκίαν Μάρθας καὶ Μαρίας, καὶ Μάρθας μὲν περὶ τὴν διακονίαν ἀσχολουμένης, Μαρίας δὲ παρὰ τοὺς πόδας τοῦ κυρίου καθεζομένης καὶ ὑπὸ τῆς σωτηριώδους διδασκαλίας τὴν ψυχὴν τρεφομένης, μεμφομένης δὲ τῆς Μάρθας τὴν ἀδελφὴν αὐτῆς ὅτι οὐ συνεβοήθει αὐτῇ καὶ εἰρηκυίας πρὸς τὸν κύριον· «κύριε εἰπὲ ἵνα ἡ ἀδελφή μου ἐλθοῦσα συναντιλάβηταί μοι, ὅτι μόνην με κατέλιπεν»· ὁ κύριος τὸ πρῶτον καὶ κεφαλαιωδέστερον τοῦ δευτέρου προέκρινεν εἰρηκὼς αὐτῇ· «Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο». τὸ πρῶτον καὶ μεῖζον τῆς ἀρετῆς ἔργον ὑπέδειξεν ὁ κύριος οὕτως εἰπών.

XI.10 Οὐχὶ γὰρ ὡς οὐδὲν τὸ τῆς διακονίας ἔργον ἡγήσατο. εἰ γὰρ οὐδὲν ἦν, πῶς αὐτὸς τῆς διακονίας Μάρθας μετελάμβανε καὶ αὐτὸς τὸ ἔργον δι' ἑαυτοῦ ἐτέλεσε νίψας τῶν μαθητῶν τοὺς πόδας καὶ διδασκαλίᾳ παρῄνεσεν εἰπὼν· «εἰ οὖν ἐγὼ ὁ κύριος καὶ ὁ διδάσκαλος ἔνιψα ὑμῶν τῶν μαθητῶν τοὺς πόδας, ὀφείλετε καὶ ὑμεῖς ἀλλήλων νίπτειν τοὺς πόδας· ὑπόδειγμα γὰρ ἔδωκα ἐν ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα καὶ ὑμεῖς ποιεῖτε»· καὶ πάλιν· «ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος καὶ πάντων δοῦλος· καθὼς καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν»· καὶ «ὃς ἐὰν ποιήσῃ ἑνὶ τούτων, ἐμοὶ ἐποίησε»· καὶ «ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται». ἀλλὰ καὶ οἱ ἀπόστολοι ἐν ταῖς Πράξεσι περὶ τὴν σωματικὴν τῶν τραπεζῶν ἀσχολούμενοι διακονίαν τὸ μεῖζον προέκριναν, τὸ τῆς εὐχῆς καὶ τοῦ λόγου μεταδιώκειν ἔργον. οὐ δίκαιον γάρ, φησίν, ἐστὶν ἡμᾶς καταλιπόντας «τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις»· ἀλλ' ἐκλεξάμενοι «ἄνδρας πλήρεις πνεύματος ἁγίου καταστήσωμεν ἐπὶ τῆς χρείας ταύτης, ἡμεῖς δὲ τῇ διακονίᾳ τοῦ λόγου καὶ τῇ προσευχῇ προσκαρτερήσωμεν».

XI.11 ὁρᾷς πῶς τὰ πρῶτα ἀπὸ τῶν δευτέρων προέκριναν, καίπερ ἀμφότερα μιᾶς ὄντα ἀγαθῆς ῥίζης ἀποβλαστήματα. Ὥστε ἡ εὐχὴ προτιμάσθω καὶ σπουδαζέσθω καὶ προκρινέσθω ὑμῖν τῶν λοιπῶν ἐντολῶν. μόνον ἐν ἀγάπῃ θεοῦ ἵνα πάντα γίνηται καὶ σκοπῷ τοῦ φθάσαι διὰ τῆς χάριτος εἰς τὴν ἀπαθῆ καθαρότητα. μὴ σωματικοῖς οὖν ἔθεσιν ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ἀδιακρίτως μηδὲ τοῖς ἔξωθεν σχηματισμοῖς ἤτοι εὐχῆς ἢ ψαλμῳδίας ἢ νηστείας ἢ διακονίας μὴ διὰ θεὸν μόνον γινομένοις καὶ τοῖς λοιποῖς ἐξωτέροις κατορθώμασιν ἐμπληροφορούμενοι αὐτὴν τὴν ἀλήθειαν, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ἀγάπη ἐν τῷ ἔσω ἀνθρώπῳ ὑπὸ τοῦ θεοῦ ἐπιζητουμένη καὶ ὑπὸ τοῦ πνεύματος ἐνεργουμένη, ἀφ' ἑαυτῶν ἀποκρύψωμεν δι' ἄγνοιαν, ἐν σωματικοῖς μόνον δικαιώμασι τὴν πεποίθησιν ἔχοντες· ἀλλὰ ὁ σκοπὸς τῆς ἀγάπης τῆς πρὸς θεὸν ἐν συνειδήσει γνησίᾳ καὶ εἰλικρινεῖ διαθέσει πασῶν τῶν ἐντολῶν κυριευέτω, ἧς καὶ καθόλου προηγουμένης καὶ ἐν ἡμῖν ἐνεργεῖσθαι ἐν πολλῇ ἐπιποθήσει ὑπὸ τοῦ πνεύματος σπουδαζομένης, ἀκολούθως καὶ ἡ εὐχὴ τῆς γονυκλισίας καταρτίζεται καὶ ἡ διακονία εὐπροσδέκτως πληροῦται, καὶ ἡ πασῶν τῶν ἐντολῶν ἐπιτήδευσις καθαρῶς καὶ εἰλικρινῶς ὑφ' ἡμῶν διὰ τῆς τοῦ πνεύματος συνεργίας ἐπιτελεῖσθαι δύναται.

Logos XII

XII.1 Τὸ γὰρ υἱοὺς φωτὸς γενέσθαι καὶ τέκνα θεοῦ καταξιωθῆναι καὶ «κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ» ἀποδειχθῆναι καὶ υἱοὺς ἐπουρανίου νυμφῶνος εἶναι καὶ ἀδελφοὺς Χριστοῦ θείᾳ χάριτι προσαγορευθῆναι κατὰ τὰς ἀρρήτους ἐπαγγελίας τῶν θεοπνεύστων καὶ ἁγίων γραφῶν, ὅ ἐστιν ὁ σκοπὸς καὶ ἡ ἐλπὶς τῶν Χριστιανῶν, διὰ ποίων ἡμῖν κατορθωμάτων ἢ ποίων ἐπιτηδευμάτων ἔσται τυχεῖν εἰ μὴ δι' ὧν προειρήκαμεν, παραθέμενοι διὰ πλειόνων ἅμα καὶ τὰς γραφικὰς μαρτυρίας·

XII.2 ἀφ' ὧν τὸν ἄκρον καὶ τέλειον σκοπὸν τῆς εὐσεβοῦς πολιτείας διαγνόντες, ἀγάπῃ καὶ ἐλπίδι καὶ πάσης ἀρετῆς σπουδῇ πιστεύοντες θεῷ ἀψεύστῳ καὶ ἀληθινῷ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν καὶ δύναμιν εὐδοκίᾳ καὶ ἀγαθότητι θεοῦ ἐπαγγελθέντων ἡμῖν καταξιωθῆναι, καθ' ἡμέραν αὐξανόμενοι ἐν κυρίῳ καὶ τὴν προκοπὴν ἡμῶν φανεροῦντες πᾶσιν ἐν κυρίῳ, τυχεῖν ἕξομεν τοῦ πνεύματος τῆς υἱοθεσίας, ὁλοκλήρως καὶ τελείως ἀδιστάκτῳ πίστει ἡμῶν ἐλπιζόντων. δι' οὗ καὶ τῶν παθῶν τῆς ἀτιμίας, φανερῶν τε καὶ κρυφίων, πρακτικῶν τε ἁμαρτημάτων καὶ λογισμῶν ἐπιτελουμένων, ἀπαλλαγῆναι δυνάμεθα καὶ καθαρὰν καρδίαν κατὰ τὸν μακαρισμὸν τοῦ κυρίου καταξιούμεθα κτήσασθαι· τὸν ἀγῶνα μέντοι τὸν ἐξ ἰδίας προαιρέσεως ὡς ὑπεθέμεθα τελείως ἡμῶν παριστώντων, οὕτω τέκνα θεοῦ καὶ υἱοὶ τῆς βασιλείας καὶ ἀδελφοὶ Χριστοῦ διὰ τὴν τοῦ ἁγίου πνεύματος συμπαρουσίαν καὶ συνανάκρασιν καταξιωθέντες γενέσθαι, σὺν αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας ἀναπαυόμενοι συμβασιλεύσομεν.

Logos XIII

↑ Top of work