Republic
Plato (428–347 BC)
Plato's Republic in the Greek text edited by John Burnet, with Paul Shorey's English translation.
Book 1
Section 327
Section 328
Section 329
Section 330
Section 331
Section 332
Section 333
Section 334
Section 335
Section 336
Section 337
Section 338
Section 339
Section 340
Section 341
Section 342
Section 343
Section 344
Section 345
Section 346
Section 347
Section 348
Section 349
Section 350
Section 351
Section 352
Section 353
Section 354
Book 2
Section 357
Section 358
Section 359
Section 360
Section 361
Section 362
Section 363
Section 364
Section 365
Section 366
Section 367
Section 368
Section 369
Section 370
Section 371
Section 372
Section 373
Section 374
Section 375
Section 376
Section 377
Section 378
Section 379
Section 380
Section 381
οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατον καὶ ἰσχυρότατον ἥκιστα ἀλλοιοῦται; πῶς δʼ οὔ; ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστʼ ἄν τι ἔξωθεν πάθος ταράξειέν τε καὶ ἀλλοιώσειεν; ναί. καὶ μήν που καὶ τά γε σύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα κατὰ τὸν αὐτὸν λόγον τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. ἔστι δὴ ταῦτα. πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπʼ ἄλλου ἐνδέχεται. ἔοικεν. ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντῃ ἄριστα ἔχει. πῶς δʼ οὔ; ταύτῃ μὲν δὴ ἥκιστα ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. ἥκιστα δῆτα. ἀλλʼ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ; δῆλον, ἔφη, ὅτι, εἴπερ ἀλλοιοῦται. πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν ἢ ἐπὶ τὸ χεῖρον καὶ τὸ αἴσχιον ἑαυτοῦ; ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. ὀρθότατα, ἦν δʼ ἐγώ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων; ἀδύνατον, ἔφη. ἀδύνατον ἄρα, ἔφην, καὶ θεῷ ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλʼ ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. ἅπασα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. μηδεὶς ἄρα, ἦν δʼ ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν, ὡς— θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας· Hom. Od. 17.485-486 μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδείς, μηδʼ ἐν τραγῳδίαις μηδʼ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν— Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις· Aesch. καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθων. μηδʼ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. μὴ γάρ, ἔφη. ἀλλʼ ἆρα, ἦν δʼ ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμῖν δὲ ποιοῦσιν δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι, ἐξαπατῶντες καὶ γοητεύοντες; ἴσως, ἔφη.