Republic
Plato (428–347 BC)
Plato's Republic in the Greek text edited by John Burnet, with Paul Shorey's English translation.
Book 1
Section 327
Section 328
Section 329
Section 330
Section 331
Section 332
Section 333
Section 334
Section 335
Section 336
Section 337
Section 338
Section 339
Section 340
Section 341
Section 342
Section 343
Section 344
Section 345
Section 346
Section 347
Section 348
Section 349
Section 350
Section 351
Section 352
Section 353
Section 354
Book 2
Section 357
Section 358
Section 359
Section 360
Section 361
Section 362
Section 363
Section 364
Section 365
Section 366
Section 367
Section 368
Section 369
Section 370
Section 371
Section 372
Section 373
Section 374
Section 375
Section 376
Section 377
Section 378
Section 379
καὶ ἐγὼ εἶπον· ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλʼ οἰκισταὶ πόλεως· οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητάς, παρʼ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους. ὀρθῶς, ἔφη· ἀλλʼ αὐτὸ δὴ τοῦτο, οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; τοιοίδε πού τινες, ἦν δʼ ἐγώ· οἷος τυγχάνει ὁ θεὸς ὤν, ἀεὶ δήπου ἀποδοτέον, ἐάντέ τις αὐτὸν ἐν ἔπεσιν ποιῇ ἐάντε ἐν μέλεσιν ἐάντε ἐν τραγῳδίᾳ. δεῖ γάρ. οὐκοῦν ἀγαθὸς ὅ γε θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω; τί μήν; ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ; οὔ μοι δοκεῖ. ἆρʼ οὖν ὃ μὴ βλαβερὸν βλάπτει; οὐδαμῶς. ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ; οὐδὲ τοῦτο. ὃ δέ γε μηδὲν κακὸν ποιεῖ οὐδʼ ἄν τινος εἴη κακοῦ αἴτιον; πῶς γάρ; τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; ναί. αἴτιον ἄρα εὐπραγίας; ναί. οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. παντελῶς γʼ, ἔφη. οὐδʼ ἄρα, ἦν δʼ ἐγώ, ὁ θεός, ἐπειδὴ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος· πολὺ γὰρ ἐλάττω τἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλʼ ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλʼ οὐ τὸν θεόν. ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτʼ ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος καὶ λέγοντος— ὡς δοιοί τε πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὃ δειλῶν· Hom. Il. 24.527-8 καὶ ᾧ μὲν ἂν μείξας ὁ Ζεὺς δῷ ἀμφοτέρων, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· Hom. Il. 24.530 ᾧ δʼ ἂν μή, ἀλλʼ ἄκρατα τὰ ἕτερα, τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει· Hom. Il. 24.532 οὐδʼ ὡς ταμίας ἡμῖν Ζεὺς— ἀγαθῶν τε κακῶν τε τέτυκται. unknown