Gorgias
Plato (428–347 BC)
Plato's Gorgias in the Greek text edited by John Burnet.
Section 447
Section 448
Section 449
Section 450
Section 451
Section 452
Section 453
Section 454
Section 455
Section 456
Section 457
Section 458
Section 459
Section 460
Section 461
Section 462
Section 463
Section 464
Section 465
Section 466
Section 467
Section 468
Section 469
Section 470
Section 471
Section 472
Section 473
Section 474
Section 475
Section 476
Section 477
Section 478
[478a] ΠΩΛ. ἀνάγκη.
ΣΩ. τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;
ΠΩΛ. παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.
ΣΩ. ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;
ΠΩΛ. παρὰ τοὺς δικαστὰς λέγεις;
ΣΩ. οὐκοῦν δίκην δώσοντας;
ΠΩΛ. φημί.
ΣΩ. ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;
ΠΩΛ. δῆλον δή.
ΣΩ. χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, [478b] ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας.
ΠΩΛ. φαίνεται.
ΣΩ. τί οὖν τούτων κάλλιστόν ἐστιν ὧν λέγεις;
ΠΩΛ. τίνων λέγεις;
ΣΩ. χρηματιστικῆς, ἰατρικῆς, δίκης.
ΠΩΛ. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη.
ΣΩ. οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν;
ΠΩΛ. ναί.
ΣΩ. ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι;
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ.
ΣΩ. ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ;
ΠΩΛ. [478c] ναί.
ΣΩ. μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι.
ΠΩΛ. πῶς γὰρ οὔ;
ΣΩ. ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν;
ΠΩΛ. δῆλον ὅτι μηδὲ κάμνων.
ΣΩ. οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις.
ΠΩΛ. ἔστι ταῦτα.
[478d] ΣΩ. τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ;
ΠΩΛ. φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος.
ΣΩ. οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας;
ΠΩΛ. ἦν γάρ.
ΣΩ. σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη.
ΠΩΛ. ναί.
ΣΩ. εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο [478e] μέγιστον τῶν κακῶν ἐφάνη.
ΠΩΛ. δῆλον δή.
ΣΩ. δεύτερος δέ που ὁ ἀπαλλαττόμενος.
ΠΩΛ. ἔοικεν.
ΣΩ. οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς.
ΠΩΛ. ναί.
ΣΩ. κάκιστα ἄρα ζῇ ὁ ἔχων ἀδικίαν καὶ μὴ ἀπαλλαττόμενος.
ΠΩΛ. φαίνεται.