Gorgias
Plato (428–347 BC)
Plato's Gorgias in the Greek text edited by John Burnet.
Section 447
Section 448
Section 449
Section 450
Section 451
Section 452
Section 453
Section 454
Section 455
Section 456
Section 457
Section 458
Section 459
Section 460
Section 461
Section 462
Section 463
Section 464
Section 465
Section 466
Section 467
Section 468
Section 469
Section 470
Section 471
Section 472
Section 473
Section 474
Section 475
Section 476
Section 477
[477a] ΣΩ. οὐκοῦν εἴπερ καλά, ἀγαθά; ἢ γὰρ ἡδέα ἢ ὠφέλιμα.
ΠΩΛ. ἀνάγκη.
ΣΩ. ἀγαθὰ ἄρα πάσχει ὁ δίκην διδούς;
ΠΩΛ. ἔοικεν.
ΣΩ. ὠφελεῖται ἄρα;
ΠΩΛ. ναί.
ΣΩ. ἆρα ἥνπερ ἐγὼ ὑπολαμβάνω τὴν ὠφελίαν; βελτίων τὴν ψυχὴν γίγνεται, εἴπερ δικαίως κολάζεται;
ΠΩΛ. εἰκός γε.
ΣΩ. κακίας ἄρα ψυχῆς ἀπαλλάττεται ὁ δίκην διδούς;
ΠΩΛ. ναί.
ΣΩ. ἆρα οὖν τοῦ μεγίστου ἀπαλλάττεται [477b] κακοῦ; ὧδε δὲ σκόπει· ἐν χρημάτων κατασκευῇ ἀνθρώπου κακίαν ἄλλην τινὰ ἐνορᾷς ἢ πενίαν;
ΠΩΛ. οὔκ, ἀλλὰ πενίαν.
ΣΩ. τί δʼ ἐν σώματος κατασκευῇ; κακίαν ἂν φήσαις ἀσθένειαν εἶναι καὶ νόσον καὶ αἶσχος καὶ τὰ τοιαῦτα;
ΠΩΛ. ἔγωγε.
ΣΩ. οὐκοῦν καὶ ἐν ψυχῇ πονηρίαν ἡγῇ τινα εἶναι;
ΠΩΛ. πῶς γὰρ οὔ;
ΣΩ. ταύτην οὖν οὐκ ἀδικίαν καλεῖς καὶ ἀμαθίαν καὶ δειλίαν καὶ τὰ τοιαῦτα;
ΠΩΛ. πάνυ μὲν οὖν.
ΣΩ. οὐκοῦν χρημάτων [477c] καὶ σώματος καὶ ψυχῆς, τριῶν ὄντων, τριττὰς εἴρηκας πονηρίας, πενίαν, νόσον, ἀδικίαν;
ΠΩΛ. ναί.
ΣΩ. τίς οὖν τούτων τῶν πονηριῶν αἰσχίστη; οὐχ ἡ ἀδικία καὶ συλλήβδην ἡ τῆς ψυχῆς πονηρία;
ΠΩΛ. πολύ γε.
ΣΩ. εἰ δὴ αἰσχίστη, καὶ κακίστη;
ΠΩΛ. πῶς, ὦ Σώκρατες, λέγεις;
ΣΩ. ὡδί· ἀεὶ τὸ αἴσχιστον ἤτοι λύπην μεγίστην παρέχον ἢ βλάβην ἢ ἀμφότερα αἴσχιστόν ἐστιν ἐκ τῶν ὡμολογημένων ἐν τῷ ἔμπροσθεν.
ΠΩΛ. μάλιστα.
ΣΩ. αἴσχιστον δὲ ἀδικία καὶ σύμπασα ψυχῆς πονηρία νυνδὴ [477d] ὡμολόγηται ἡμῖν;
ΠΩΛ. ὡμολόγηται γάρ.
ΣΩ. οὐκοῦν ἢ ἀνιαρότατόν ἐστι καὶ ἀνίᾳ ὑπερβάλλον αἴσχιστον τούτων ἐστὶν ἢ βλάβῃ ἢ ἀμφότερα;
ΠΩΛ. ἀνάγκη.
ΣΩ. ἆρʼ οὖν ἀλγεινότερόν ἐστιν τοῦ πένεσθαι καὶ κάμνειν τὸ ἄδικον εἶναι καὶ ἀκόλαστον καὶ δειλὸν καὶ ἀμαθῆ;
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀπὸ τούτων γε.
ΣΩ. ὑπερφυεῖ τινι ἄρα ὡς μεγάλῃ βλάβῃ καὶ κακῷ θαυμασίῳ ὑπερβάλλουσα [477e] τἆλλα ἡ τῆς ψυχῆς πονηρία αἴσχιστόν ἐστι πάντων, ἐπειδὴ οὐκ ἀλγηδόνι γε, ὡς ὁ σὸς λόγος.
ΠΩΛ. φαίνεται.
ΣΩ. ἀλλὰ μήν που τό γε μεγίστῃ βλάβῃ ὑπερβάλλον μέγιστον ἂν κακὸν εἴη τῶν ὄντων.
ΠΩΛ. ναί.
ΣΩ. ἡ ἀδικία ἄρα καὶ ἡ ἀκολασία καὶ ἡ ἄλλη ψυχῆς πονηρία μέγιστον τῶν ὄντων κακόν ἐστιν;
ΠΩΛ. φαίνεται.
ΣΩ. τίς οὖν τέχνη πενίας ἀπαλλάττει; οὐ χρηματιστική;
ΠΩΛ. ναί.
ΣΩ. τίς δὲ νόσου; οὐκ ἰατρική;