Gorgias
Plato (428–347 BC)
Plato's Gorgias in the Greek text edited by John Burnet.
Section 447
Section 448
Section 449
Section 450
Section 451
Section 452
Section 453
Section 454
Section 455
Section 456
Section 457
Section 458
Section 459
Section 460
Section 461
Section 462
Section 463
Section 464
Section 465
Section 466
Section 467
Section 468
Section 469
Section 470
Section 471
Section 472
Section 473
Section 474
Section 475
[475a] ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ.
ΣΩ. οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως;
ΠΩΛ. πάνυ γε· καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν.
ΣΩ. οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ;
ΠΩΛ. ἀνάγκη.
ΣΩ. ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις.
ΠΩΛ. πάνυ γε.
ΣΩ. καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ [475b] ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη;
ΠΩΛ. ναί.
ΣΩ. φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον;
ΠΩΛ. ἔλεγον.
ΣΩ. οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη;
ΠΩΛ. πῶς γὰρ οὔ;
ΣΩ. πρῶτον [475c] μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;
ΠΩΛ. οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.
ΣΩ. οὐκ ἄρα λύπῃ γε ὑπερέχει.
ΠΩΛ. οὐ δῆτα.
ΣΩ. οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.
ΠΩΛ. οὐ φαίνεται.
ΣΩ. οὐκοῦν τῷ ἑτέρῳ λείπεται.
ΠΩΛ. ναί.
ΣΩ. τῷ κακῷ.
ΠΩΛ. ἔοικεν.
ΣΩ. οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι.
ΠΩΛ. δῆλον δὴ ὅτι.
[475d] ΣΩ. ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;
ΠΩΛ. ναί.
ΣΩ. νῦν δέ γε κάκιον ἐφάνη.
ΠΩΛ. ἔοικε.
ΣΩ. δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ· ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ [475e] φάθι ἢ μὴ ἃ ἐρωτῶ.
ΠΩΛ. ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες.
ΣΩ. ἄλλος δέ τις ἀνθρώπων;
ΠΩΛ. οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον.
ΣΩ. ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν.
ΠΩΛ. φαίνεται.