Epinomis

Plato

Epinomis

Plato (428–347 BC)

Plato's Epinomis in the Greek text edited by John Burnet.


Section 973

Section 974

Section 975

Section 976

Section 977

Section 978

Section 979

Section 980

Section 981

Section 982

Section 983

Section 984

Section 985

Section 986

Section 987

Section 988

Section 989

Section 990

Section 991

ΑΘ. ἡ μὲν δὴ πρώτη τοῦ διπλασίου κατʼ ἀριθμὸν ἓν πρὸς δύο κατὰ λόγον φερομένη, διπλάσιον δὲ ἡ κατὰ δύναμιν οὖσα· ἡ δʼ εἰς τὸ στερεόν τε καὶ ἁπτὸν πάλιν αὖ διπλάσιον, ἀφʼ ἑνὸς εἰς ὀκτὼ διαπορευθεῖσα· ἡ δὲ διπλασίου μὲν εἰς μέσον, ἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος, τὸ δʼ ἕτερον τῷ αὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχον τε καὶ ὑπερεχόμενον—ἐν μέσῳ δὲ τοῦ ἓξ πρὸς τὰ δώδεκα συνέβη τό τε ἡμιόλιον καὶ ἐπίτριτον—τούτων αὐτῶν ἐν τῷ μέσῳ ἐπʼ ἀμφότερα στρεφομένη τοῖς ἀνθρώποις σύμφωνον χρείαν καὶ σύμμετρον ἀπενείματο παιδιᾶς ῥυθμοῦ τε καὶ ἁρμονίας χάριν, εὐδαίμονι χορείᾳ Μουσῶν δεδομένη. ταῦτα μὲν οὖν δὴ ταύτῃ γιγνέσθω τε καὶ ἐχέτω σύμπαντα· τὸ δʼ ἐπὶ τούτοις τέλος, εἰς θείαν γένεσιν ἅμα καὶ τὴν τῶν ὁρατῶν καλλίστην τε καὶ θειοτάτην φύσιν ἰτέον, ὅσην ἀνθρώποις θεὸς ἔδωκεν κατιδεῖν, ἣν οὔποτε ἄνευ τῶν νῦν διειρημένων μὴ κατιδὼν ἐπεύξηταί τις ῥᾳστώνῃ παραλαβεῖν. πρὸς τούτοις δὲ τὸ καθʼ ἓν τῷ κατʼ εἴδη προσακτέον ἐν ἑκάσταις ταῖς συνουσίαις, ἐρωτῶντά τε καὶ ἐλέγχοντα τὰ μὴ καλῶς ῥηθέντα· πάντως γὰρ καλλίστη καὶ πρώτη βάσανος ἀνθρώποις ὀρθῶς γίγνεται, ὅσαι δὲ οὐκ οὖσαι προσποιοῦνται, ματαιότατος πόνος ἁπάντων. ἔτι δὲ τὴν ἀκρίβειαν τοῦ χρόνου ἡμῖν ληπτέον, ὡς ἀκριβῶς ἀποτελεῖ πάντα τὰ κατʼ οὐρανὸν γιγνόμενα, ἵνʼ ὁ πιστεύσας ὡς ὁ λόγος ἀληθὴς γέγονεν ὅτι πρεσβύτερόν τʼ ἐστὶν ἅμα καὶ θειότερον ψυχὴ σώματος, ἡγήσαιτʼ ἂν παγκάλως τε καὶ ἱκανῶς εἰρῆσθαι τὸ θεῶν εἶναι πάντα πλέα καὶ μηδέποτε λήθῃ μηδὲ ἀμελείᾳ τῶν κρειττόνων ἡμᾶς παρωλιγωρῆσθαι. νοητέον δʼ ἐστὶν περὶ πάντα τὰ τοιαῦτα τόδε, ὡς, ἐὰν μέν τις ἕκαστα τούτων ὀρθῶς λαμβάνῃ, μέγʼ ὄφελος γίγνεται τῷ παραλαμβάνοντι κατὰ τρόπον, εἰ δὲ μή, θεὸν ἄμεινον ἀεὶ καλεῖν· ὁ δὲ τρόπος ὅδε —ἀνάγκη γὰρ τό γε τοσοῦτον φράζειν—πᾶν διάγραμμα ἀριθμοῦ τε σύστημα καὶ ἁρμονίας σύστασιν ἅπασαν τῆς τε τῶν ἄστρων περιφορᾶς τὴν ὁμολογίαν οὖσαν μίαν ἁπάντων ἀναφανῆναι δεῖ τῷ κατὰ τρόπον μανθάνοντι, φανήσεται δέ, ἄν, ὃ λέγομεν, ὀρθῶς τις εἰς ἓν βλέπων μανθάνῃ—

Section 992

↑ Top of work