Epinomis

Plato

Epinomis

Plato (428–347 BC)

Plato's Epinomis in the Greek text edited by John Burnet.


Section 973

Section 974

Section 975

Section 976

Section 977

Section 978

Section 979

ΑΘ. καὶ μέχρι μὲν τούτων τε καὶ ἐν τούτοις σύμπαν τὸ δυνατὸν τῶν ζῴων μάλα ἀριθμητικὸν γέγονε, τὸ καθʼ ἓν αὐτὸ σκοποῦν· τὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι, δοκῶ μὲν μείζονος ἕνεκα, καὶ τούτου δὲ σελήνην, καθάπερ εἴπομεν, αὐξανομένην καὶ φθίνουσαν ἐμποιήσας, μῆνας πρὸς τὸν ἐνιαυτὸν συνεστήσατο, καὶ πάντα ἀριθμὸν πρὸς ἀριθμὸν ἤρξατο συνορᾶν εὐδαίμονι τύχῃ. διὰ δὲ ταῦθʼ ἡμῖν καρποί τε καὶ ἐγκύμων ἡ γῆ γέγονεν, ὥστʼ εἶναι τροφὴν πᾶσι τοῖς ζῴοις, ἀνέμων τε καὶ ὑετῶν γιγνομένων οὐκ ἐξαισίων οὐδὲ ἀμέτρων· ἀλλʼ εἴ τι παρὰ ταῦτα γίγνεται πρὸς τὸ φλαῦρον, οὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν τὸν αὑτῶν βίον. ἡμῖν δʼ οὖν ζητοῦσιν περὶ νόμων σχεδὸν ἔδοξεν τὰ μὲν ἄλλα ῥᾴδιά τʼ εἶναι γνῶναι τὰ βέλτιστα ἀνθρώποις, καὶ πᾶς ἂν ἱκανὸς γίγνεσθαι καὶ συνεῖναι τὰ λεγόμενα καὶ ποιεῖν, εἰ γνοίη τί ποτʼ ἔστιν ὃ συμφέρειν εἰκὸς καὶ τί τὸ μὴ συμφέρον· ἔδοξε δὴ καὶ νῦν ἔτι δοκεῖ τὰ μὲν ἄλλα ἐπιτηδεύματα πάντα οὐ σφόδρα χαλεπὰ εἶναι, τὸ δὲ τίνα τρόπον χρὴ γίγνεσθαι χρηστοὺς ἀνθρώπους παγχάλεπον. καὶ τὰ μὲν ἄλλα αὖ πάντα κτᾶσθαι χρηστά, τὸ λεγόμενόν, καὶ δυνατὸν καὶ οὐ χαλεπόν, οὐσίαν τε ὅσην δεῖ καὶ μὴ δεῖ, καὶ σῶμα οἷόν τε δεῖ καὶ μή· καὶ ψυχὴν ὅτι μὲν ἀγαθὴν δεῖ, συγχωρεῖ πᾶς παντί, τὸ δʼ ὅντινα τρόπον ἀγαθήν, ὅτι μὲν αὖ δικαίαν καὶ σώφρονα καὶ ἀνδρείαν, καὶ ταῦτα, ὅτι δὲ σοφήν, φησὶ μὲν πᾶς δεῖν, ἥντινα δὲ σοφίαν, ὡς ἄρτι διεληλύθαμεν, οὐδεὶς οὐδενὶ τὸ παράπαν ἔτι συνομολογεῖ τῶν πολλῶν. νῦν οὖν δὴ παρὰ πάσας τὰς πρόσθεν σοφίας οὐ φαύλην τινὰ ἀνευρίσκομεν εἰς αὐτά γε ταῦτα, τὸ δοκεῖν σοφὸν εἶναι τόν γε μεμαθηκότα ἅπερ καὶ διεληλύθαμεν· εἰ δʼ ἔστιν σοφὸς ὁ ταῦτʼ ἐπιστήμων καὶ ἀγαθός, τούτου δὴ πέρι λόγον δεῖ λαβεῖν.

ΚΛ. ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν.

ΑΘ. οὐ γὰρ σμικρά, ὦ Κλεινία· τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ.

ΚΛ. σφόδρα γε, ὦ ξένε· ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς.

ΑΘ. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε.

ΚΛ. ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω.

Section 980

Section 981

Section 982

Section 983

Section 984

Section 985

Section 986

Section 987

Section 988

Section 989

Section 990

Section 991

Section 992

↑ Top of work