Epinomis

Plato

Epinomis

Plato (428–347 BC)

Plato's Epinomis in the Greek text edited by John Burnet.


Section 973

Section 974

Section 975

Section 976

Section 977

Section 978

Section 979

Section 980

Section 981

Section 982

ΑΘ. νοήσωμεν οὖν πρῶτον, ὃ λέγομεν, δύο τὰ τοιαῦτα εἶναι ζῷα—πάλιν γὰρ λέγωμεν—ὁρατὰ μὲν ἀμφότερα, τὸ μὲν ἐκ πυρός, ὡς δόξειεν ἄν, ὅλον, τὸ δʼ ἐκ γῆς, καὶ τὸ μὲν γήινον ἐν ἀταξίᾳ, τὸ δʼ ἐκ πυρὸς ἐν τάξει πάσῃ κινούμενον. τὸ μὲν οὖν ἐν ἀταξίᾳ κινούμενον ἄφρον χρὴ νομίζειν, ὅπερ ὡς τὸ πολὺ δρᾷ τὸ περὶ ἡμᾶς ζῷον, τὸ δὲ ἐν τάξει τε καὶ οὐρανῷ πόρον ἔχον μέγα τεκμήριον χρὴ ποιεῖσθαι τοῦ φρόνιμον εἶναι· κατὰ ταὐτὰ γὰρ ἂν καὶ ὡσαύτως πορευόμενον ἀεὶ καὶ ποιοῦν καὶ πάσχον τεκμήριον ἱκανὸν τοῦ φρονίμως ζῆν εἴη παρεχόμενον. ἡ ψυχῆς δὲ ἀνάγκη νοῦν κεκτημένης ἁπασῶν ἀναγκῶν πολὺ μεγίστη γίγνοιτʼ ἄν—ἄρχουσα γὰρ ἀλλʼ οὐκ ἀρχομένη νομοθετεῖ—τὸ δὲ ἀμετάστροφον, ὅταν ψυχὴ τὸ ἄριστον κατὰ τὸν ἄριστον βουλεύσηται νοῦν, τὸ τέλεον ἐκβαίνει τῷ ὄντι κατὰ νοῦν, καὶ οὐδὲ ἀδάμας ἂν αὐτοῦ κρεῖττον οὐδὲ ἀμεταστροφώτερον ἄν ποτε γένοιτο, ἀλλʼ ὄντως τρεῖς Μοῖραι κατέχουσαι φυλάττουσι τέλεον εἶναι τὸ βελτίστῃ βουλῇ βεβουλευμένον ἑκάστοις θεῶν. τοῖς δὲ ἀνθρώποις ἐχρῆν τεκμήριον εἶναι τοῦ νοῦν ἔχειν ἄστρα τε καὶ σύμπασαν ταύτην τὴν διαπορείαν, ὅτι τὰ αὐτὰ ἀεὶ πράττει διὰ τὸ βεβουλευμένα πάλαι πράττειν θαυμαστόν τινα χρόνον ὅσον, ἀλλʼ οὐ μεταβουλευόμενον ἄνω καὶ κάτω, τοτὲ μὲν ἕτερα, ἄλλοτε δὲ ἄλλα πρᾶττον, πλανᾶσθαί τε καὶ μετακυκλεῖσθαι. τοῦθʼ ἡμῶν τοῖς πολλοῖς αὐτὸ τοὐναντίον ἔδοξεν, ὅτι τὰ αὐτὰ καὶ ὡσαύτως πράττει, ψυχὴν οὐκ ἔχειν· οὕτω τοῖς ἄφροσι συνεφέσπετο τὸ πλῆθος, ὡς τὸ μὲν ἀνθρώπινον ἔμφρον καὶ ζῶν ὡς κινούμενον ὑπολαβεῖν, τὸ δὲ θεῖον ἄφρον ὡς μένον ἐν ταῖς αὐταῖς φοραῖς· ἐξῆν δὲ ἀνθρώπῳ γε ἐπὶ τὰ καλλίω καὶ βελτίω καὶ φίλα τιθεμένῳ λαμβάνειν ὡς διὰ τοῦτο αὐτὸ ἔμφρον δεῖ νομίζειν τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ διὰ ταὐτὰ πρᾶττον ἀεί, τοῦτο δʼ εἶναι τὴν τῶν ἄστρων φύσιν, ἰδεῖν μὲν καλλίστην, πορείαν δὲ καὶ χορείαν πάντων χορῶν καλλίστην καὶ μεγαλοπρεπεστάτην χορεύοντα πᾶσι τοῖς ζῶσι τὸ δέον ἀποτελεῖν.

Section 983

Section 984

Section 985

Section 986

Section 987

Section 988

Section 989

Section 990

Section 991

Section 992

↑ Top of work