Parmenides

Plato

Parmenides

Plato (428–347 BC)

Plato's Parmenides in the Greek text edited by John Burnet, with Harold North Fowler's English translation.


Section 126

Section 127

Section 128

Section 129

Section 130

Section 131

Section 132

Section 133

Section 134

Section 135

Section 136

Section 137

Section 138

Section 139

Section 140

Section 141

Section 142

Section 143

Section 144

Section 145

Section 146

Section 147

Section 148

Section 149

Section 150

Section 151

Section 152

Section 153

Section 154

Section 155

Section 156

Section 157

Section 158

Section 159

Section 160

Section 161

Section 162

ἐπειδὴ δέ φαμεν ἀληθῆ λέγειν, ἀνάγκη ἡμῖν φάναι καὶ ὄντα λέγειν. ἀνάγκη. ἔστιν ἄρα, ὡς ἔοικε, τὸ ἓν οὐκ ὄν· εἰ γὰρ μὴ ἔσται μὴ ὄν, ἀλλά πῃ τοῦ εἶναι ἀνήσει πρὸς τὸ μὴ εἶναι, εὐθὺς ἔσται ὄν. παντάπασι μὲν οὖν. δεῖ ἄρα αὐτὸ δεσμὸν ἔχειν τοῦ μὴ εἶναι τὸ εἶναι μὴ ὄν, εἰ μέλλει μὴ εἶναι, ὁμοίως ὥσπερ τὸ ὂν τὸ μὴ ὂν ἔχειν μὴ εἶναι, ἵνα τελέως αὖ ᾖ· οὕτως γὰρ ἂν τό τε ὂν μάλιστʼ ἂν εἴη καὶ τὸ μὴ ὂν οὐκ ἂν εἴη, μετέχοντα τὸ μὲν ὂν οὐσίας τοῦ εἶναι ὄν, μὴ οὐσίας δὲ τοῦ μὴ εἶναι μὴ ὄν, εἰ μέλλει τελέως εἶναι, τὸ δὲ μὴ ὂν μὴ οὐσίας μὲν τοῦ μὴ εἶναι ὄν, οὐσίας δὲ τοῦ εἶναι μὴ ὄν, εἰ καὶ τὸ μὴ ὂν αὖ τελέως μὴ ἔσται. ἀληθέστατα. οὐκοῦν ἐπείπερ τῷ τε ὄντι τοῦ μὴ εἶναι καὶ τῷ μὴ ὄντι τοῦ εἶναι μέτεστι, καὶ τῷ ἑνί, ἐπειδὴ οὐκ ἔστι, τοῦ εἶναι ἀνάγκη μετεῖναι εἰς τὸ μὴ εἶναι. ἀνάγκη. καὶ οὐσία δὴ φαίνεται τῷ ἑνί, εἰ μὴ ἔστιν. φαίνεται. καὶ μὴ οὐσία ἄρα, εἴπερ μὴ ἔστιν. πῶς δʼ οὔ;οἷόν τε οὖν τὸ ἔχον πως μὴ ἔχειν οὕτω, μὴ μεταβάλλον ἐκ ταύτης τῆς ἕξεως; οὐχ οἷόν τε. πᾶν ἄρα τὸ τοιοῦτον μεταβολὴν σημαίνει, ὃ ἂν οὕτω τε καὶ μὴ οὕτως ἔχῃ. πῶς δʼ οὔ; μεταβολὴ δὲ κίνησις· ἢ τί φήσομεν; κίνησις. οὐκοῦν τὸ ἓν ὄν τε καὶ οὐκ ὂν ἐφάνη; ναί. οὕτως ἄρα καὶ οὐχ οὕτως ἔχον φαίνεται. ἔοικεν. καὶ κινούμενον ἄρα τὸ οὐκ ὂν ἓν πέφανται, ἐπείπερ καὶ μεταβολὴν ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι ἔχον. κινδυνεύει. ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδʼ ἂν μεθίσταιτό ποθέν ποι. πῶς γάρ; οὐκ ἄρα τῷ γε μεταβαίνειν κινοῖτʼ ἄν. οὐ γάρ. οὐδὲ μὴν ἐν τῷ αὐτῷ ἂν στρέφοιτο· ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται. ὂν γὰρ ἐστὶ τὸ ταὐτόν· τὸ δὲ μὴ ὂν ἔν τῳ τῶν ὄντων ἀδύνατον εἶναι. ἀδύνατον γάρ. οὐκ ἄρα τὸ ἕν γε μὴ ὂν στρέφεσθαι ἂν δύναιτο ἐν ἐκείνῳ ἐν ᾧ μὴ ἔστιν. οὐ γὰρ οὖν. οὐδὲ μὴν ἀλλοιοῦταί που τὸ ἓν ἑαυτοῦ, οὔτε τὸ ὂν οὔτε τὸ μὴ ὄν· οὐ γὰρ ἂν ἦν ὁ λόγος ἔτι περὶ τοῦ ἑνός, εἴπερ ἠλλοιοῦτο αὐτὸ ἑαυτοῦ, ἀλλὰ περὶ ἄλλου τινός. ὀρθῶς. εἰ δὲ μήτʼ ἀλλοιοῦται μήτε ἐν ταὐτῷ στρέφεται μήτε μεταβαίνει, ἆρʼ ἄν πῃ ἔτι κινοῖτο; πῶς γάρ; τό γε μὴν ἀκίνητον ἀνάγκη ἡσυχίαν ἄγειν, τὸ δὲ ἡσυχάζον ἑστάναι. ἀνάγκη. τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὐκ ὂν ἕστηκέ τε καὶ κινεῖται. ἔοικεν.

Section 163

Section 164

Section 165

Section 166

↑ Top of work