Parmenides

Plato

Parmenides

Plato (428–347 BC)

Plato's Parmenides in the Greek text edited by John Burnet, with Harold North Fowler's English translation.


Section 126

Section 127

Section 128

Section 129

Section 130

Section 131

Section 132

Section 133

Section 134

Section 135

Section 136

Section 137

Section 138

Section 139

οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτʼ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον. οὐκ ἔοικε. κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον. ἀκίνητον. ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον. φαμὲν γάρ. οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν. τί δή; ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν. πάνυ μὲν οὖν. ἀλλʼ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι. οὐ γὰρ οὖν. οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ. οὐκ ἔοικεν. ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔτε ἡσυχίαν ἄγει οὔθʼ ἕστηκεν. οὐ γὰρ οἷόν τε. τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται. οὔκουν δὴ φαίνεταί γε.οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδʼ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη. πῇ δή; ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν. ἀληθῆ. καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ δʼ οὐκ ἂν εἴη· ὥστε οὐδʼ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλʼ ἕτερον ἑνός. οὐ γὰρ οὖν. ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται. οὐ γάρ. ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί. ὀρθῶς. τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει; οὐ δῆτα. ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται ἕτερον. ὀρθῶς. οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται. πῶς δʼ οὔ; οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ. τί δή; ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τῴ τι, ἓν γίγνεται. ἀλλὰ τί μήν; τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλʼ οὐχ ἕν. ἀληθῆ. ἀλλʼ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῇ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν. πάνυ γε. εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν. ἀδύνατον. οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτʼ ἂν αὑτῷ οὔτʼ ἂν ἑτέρῳ εἴη. οὐ γὰρ οὖν.

Section 140

Section 141

Section 142

Section 143

Section 144

Section 145

Section 146

Section 147

Section 148

Section 149

Section 150

Section 151

Section 152

Section 153

Section 154

Section 155

Section 156

Section 157

Section 158

Section 159

Section 160

Section 161

Section 162

Section 163

Section 164

Section 165

Section 166

↑ Top of work