Ion
Plato (428–347 BC)
Plato's Ion in the Greek text edited by John Burnet.
Section 530
Section 531
Section 532
Section 533
Section 534
Section 535
Section 536
Section 537
Section 538
Section 539
Section 540
[540a] ΙΩΝ. τί δὲ δὴ ἐπιλανθάνομαι;
ΣΩ. οὐ μέμνησαι ὅτι ἔφησθα τὴν ῥαψῳδικὴν τέχνην ἑτέραν εἶναι τῆς ἡνιοχικῆς;
ΙΩΝ. μέμνημαι.
ΣΩ. οὐκοῦν καὶ ἑτέραν οὖσαν ἕτερα γνώσεσθαι ὡμολόγεις;
ΙΩΝ. ναί.
ΣΩ. οὐκ ἄρα πάντα γε γνώσεται ἡ ῥαψῳδικὴ κατὰ τὸν σὸν λόγον οὐδὲ ὁ ῥαψῳδός.
ΙΩΝ. πλήν γε ἴσως τὰ τοιαῦτα, ὦ Σώκρατες.
[540b] ΣΩ. τὰ τοιαῦτα δὲ λέγεις πλὴν τὰ τῶν ἄλλων τεχνῶν σχεδόν τι· ἀλλὰ ποῖα δὴ γνώσεται, ἐπειδὴ οὐχ ἅπαντα;
ΙΩΝ. ἃ πρέπει, οἶμαι ἔγωγε, ἀνδρὶ εἰπεῖν καὶ ὁποῖα γυναικί, καὶ ὁποῖα δούλῳ καὶ ὁποῖα ἐλευθέρῳ, καὶ ὁποῖα ἀρχομένῳ καὶ ὁποῖα ἄρχοντι.
ΣΩ. ἆρα ὁποῖα ἄρχοντι, λέγεις, ἐν θαλάττῃ χειμαζομένου πλοίου πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ κυβερνήτης;
ΙΩΝ. οὔκ, ἀλλὰ ὁ κυβερνήτης τοῦτό γε.
[540c] ΣΩ. ἀλλʼ ὁποῖα ἄρχοντι κάμνοντος πρέπει εἰπεῖν, ὁ ῥαψῳδὸς γνώσεται κάλλιον ἢ ὁ ἰατρός;
ΙΩΝ. οὐδὲ τοῦτο.
ΣΩ. ἀλλʼ οἷα δούλῳ πρέπει, λέγεις;
ΙΩΝ. ναί.
ΣΩ. οἷον βουκόλῳ λέγεις δούλῳ ἃ πρέπει εἰπεῖν ἀγριαινουσῶν βοῶν παραμυθουμένῳ, ὁ ῥαψῳδὸς γνώσεται ἀλλʼ οὐχ ὁ βουκόλος;
ΙΩΝ. οὐ δῆτα.
ΣΩ. ἀλλʼ οἷα γυναικὶ πρέποντά ἐστιν εἰπεῖν ταλασιουργῷ περὶ ἐρίων [540d] ἐργασίας;
ΙΩΝ. οὔ.
ΣΩ. ἀλλʼ οἷα ἀνδρὶ πρέπει εἰπεῖν γνώσεται στρατηγῷ στρατιώταις παραινοῦντι;
ΙΩΝ. ναί, τὰ τοιαῦτα γνώσεται ὁ ῥαψῳδός.
ΣΩ. τί δέ; ἡ ῥαψῳδικὴ τέχνη στρατηγική ἐστιν;
ΙΩΝ. Γνοίην γοῦν ἂν ἔγωγε οἷα στρατηγὸν πρέπει εἰπεῖν.
ΣΩ. ἴσως γὰρ εἶ καὶ στρατηγικός, ὦ Ἴων. καὶ γὰρ εἰ ἐτύγχανες ἱππικὸς ὢν ἅμα καὶ κιθαριστικός, ἔγνως ἂν ἵππους [540e] εὖ καὶ κακῶς ἱππαζομένους· ἀλλʼ εἴ σʼ ἐγὼ ἠρόμην· ποτέρᾳ δὴ τέχνῃ, ὦ Ἴων, γιγνώσκεις τοὺς εὖ ἱππαζομένους ἵππους; ᾗ ἱππεὺς εἶ ἢ ᾗ κιθαριστής; τί ἄν μοι ἀπεκρίνω;
ΙΩΝ. ἧι ἱππεύς, ἔγωγʼ ἄν.
ΣΩ. οὐκοῦν εἰ καὶ τοὺς εὖ κιθαρίζοντας διεγίγνωσκες, ὡμολόγεις ἄν, ᾗ κιθαριστὴς εἶ, ταύτῃ διαγιγνώσκειν, ἀλλʼ οὐχ ᾗ ἱππεύς.
ΙΩΝ. ναί.
ΣΩ. ἐπειδὴ δὲ τὰ στρατιωτικὰ γιγνώσκεις, πότερον ᾗ στρατηγικὸς εἶ γιγνώσκεις ἢ ᾗ ῥαψῳδὸς ἀγαθός;
ΙΩΝ. οὐδὲν ἔμοιγε δοκεῖ διαφέρειν.