Ion

Plato

Ion

Plato (428–347 BC)

Plato's Ion in the Greek text edited by John Burnet.


Section 530

Section 531

Section 532

Section 533

Section 534

Section 535

Section 536

Section 537

Section 538

Section 539

[539a] ΣΩ.

δαιμόνιοι, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γυῖα, οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί· εἰδώλων τε πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλὴ ἱεμένων ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ [539b] οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς·

Hom. Od. 20.351-57

πολλαχοῦ δὲ καὶ ἐν Ἰλιάδι, οἷον καὶ ἐπὶ τειχομαχίᾳ· λέγει γὰρ καὶ ἐνταῦθα --

ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης, ἐπʼ ἀριστερὰ λαὸν ἐέργων, [539c] φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον, ζῷον, ἔτʼ ἀσπαίροντα· καὶ οὔπω λήθετο χάρμης. κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ· [539d] αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Hom. Il. 12.200-7

ταῦτα φήσω καὶ τὰ τοιαῦτα τῷ μάντει προσήκειν καὶ σκοπεῖν καὶ κρίνειν.

ΙΩΝ. ἀληθῆ γε σὺ λέγων, ὦ Σώκρατες.

ΣΩ. καὶ σύ γε, ὦ Ἴων, ἀληθῆ ταῦτα λέγεις. ἴθι δὴ καὶ σὺ ἐμοί, ὥσπερ ἐγὼ σοὶ ἐξέλεξα καὶ ἐξ Ὀδυσσείας καὶ ἐξ Ἰλιάδος ὁποῖα τοῦ μάντεώς ἐστι καὶ ὁποῖα τοῦ ἰατροῦ καὶ [539e] ὁποῖα τοῦ ἁλιέως, οὕτω καὶ σὺ ἐμοὶ ἔκλεξον, ἐπειδὴ καὶ ἐμπειρότερος εἶ ἐμοῦ τῶν Ὁμήρου, ὁποῖα τοῦ ῥαψῳδοῦ ἐστιν, ὦ Ἴων, καὶ τῆς τέχνης τῆς ῥαψῳδικῆς, ἃ τῷ ῥαψῳδῷ προσήκει καὶ σκοπεῖσθαι καὶ διακρίνειν παρὰ τοὺς ἄλλους ἀνθρώπους.

ΙΩΝ. ἐγὼ μέν φημι, ὦ Σώκρατες, ἅπαντα.

ΣΩ. οὐ σύ γε φῄς, ὦ Ἴων, ἅπαντα· ἢ οὕτως ἐπιλήσμων εἶ; καίτοι οὐκ ἂν πρέποι γε ἐπιλήσμονα εἶναι ῥαψῳδὸν ἄνδρα.

Section 540

Section 541

Section 542

↑ Top of work