Cratylus

Plato

Cratylus

Plato (428–347 BC)

Plato's Cratylus in the Greek text edited by John Burnet, with Harold North Fowler's English translation.


Section 383

Section 384

Section 385

Section 386

Section 387

Section 388

Section 389

Section 390

Section 391

Section 392

Section 393

Section 394

Section 395

Section 396

Section 397

Section 398

Section 399

Section 400

Section 401

Section 402

Section 403

Section 404

Section 405

Section 406

Section 407

Section 408

Section 409

Section 410

Section 411

Section 412

Section 413

Section 414

Section 415

Section 416

Section 417

Section 418

Section 419

Section 420

Section 421

ΕΡΜ. ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε ἀλήθειαν καὶ τὸ ψεῦδος καὶ τὸ ὂν καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, ὄνομα, διʼ ὅτι τὸ ὄνομα ἔχει.

ΣΩ. μαίεσθαι οὖν καλεῖς τι;

ΕΡΜ. ἔγωγε, τό γε ζητεῖν.

ΣΩ. ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτʼ ἔστιν ὄν, οὗ τυγχάνει ζήτημα ὄν, ὄνομα. μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν ᾧ λέγομεν τὸ ὀνομαστόν· ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι ὂν οὗ μάσμα ἐστίν. ἡ δʼ ἀλήθεια, καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε · ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ ἀληθείᾳ, ὡς θεία οὖσα ἄλη. τὸ δὲ ψεῦδος τοὐναντίον τῇ φορᾷ· πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθεύδουσι· τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος. τὸ δὲ ὂν καὶ ἡ οὐσία ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν· ἰὸν γὰρ σημαίνει, καὶ τὸ οὐκ ὂν αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, οὐκ ἰόν.

ΕΡΜ. ταῦτα μέν μοι δοκεῖς, ὦ Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι· εἰ δέ τίς σε ἔροιτο τοῦτο τὸ ἰὸν καὶ τὸ ῥέον καὶ τὸ δοῦν, τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα—

ΣΩ. τί ἂν αὐτῷ ἀποκριναίμεθα; λέγεις; ἦ γάρ;

ΕΡΜ. πάνυ μὲν οὖν.

ΣΩ. ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.

ΕΡΜ. τὸ ποῖον τοῦτο;

ΣΩ. φάναι, ὃ ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτʼ εἶναι. εἴη μὲν οὖν ἴσως ἄν τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων ἀνεύρετα εἶναι· διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν εἰ ἡ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.

ΕΡΜ. καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.

ΣΩ. λέγω γὰρ οὖν εἰκότα. οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον ταῦτα διασκέψασθαι. ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, διʼ ὧν ἂν λέγηται τὸ ὄνομα, ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ διʼ ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται, καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρʼ οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;

Section 422

Section 423

Section 424

Section 425

Section 426

Section 427

Section 428

Section 429

Section 430

Section 431

Section 432

Section 433

Section 434

Section 435

Section 436

Section 437

Section 438

Section 439

Section 440

↑ Top of work