Cratylus

Plato

Cratylus

Plato (428–347 BC)

Plato's Cratylus in the Greek text edited by John Burnet, with Harold North Fowler's English translation.


Section 383

Section 384

Section 385

Section 386

Section 387

Section 388

Section 389

Section 390

Section 391

Section 392

Section 393

Section 394

Section 395

Section 396

Section 397

Section 398

Section 399

ΣΩ. τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.

ΕΡΜ. δῆλα δή.

ΣΩ. ὀρθῶς γε σὺ πιστεύων· ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ ὃ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δʼ ἐξαιροῦμεν, παρʼ ὃ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷον Διὶ φίλος —τοῦτο ἵνα ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα ὀξύτερα φθεγγόμεθα.

ΕΡΜ. ἀληθῆ λέγεις.

ΣΩ. τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.

ΕΡΜ. πῶς λέγεις;

ΣΩ. ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ὁ ἄνθρωπος ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δʼ ἐστὶ ὄπωπε —καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος ἄνθρωπος ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.

ΕΡΜ. τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;

ΣΩ. πάνυ γε.

ΕΡΜ. ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. ψυχὴν γάρ που καὶ σῶμα καλοῦμεν τοῦ ἀνθρώπου.

ΣΩ. πῶς γὰρ οὔ;

ΕΡΜ. πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.

ΣΩ. ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτʼ αὖ τὸ σῶμα;

ΕΡΜ. ναί.

ΣΩ. ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταί τε καὶ τελευτᾷ· ὅθεν δή μοι δοκοῦσιν αὐτὸ ψυχὴν καλέσαι. εἰ δὲ βούλει —ἔχε ἠρέμα· δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου τοῖς ἀμφὶ Εὐθύφρονα. τούτου μὲν γάρ, ὡς ἐμοὶ δοκεῖ, καταφρονήσαιεν ἂν καὶ ἡγήσαιντο φορτικὸν εἶναι· τόδε δὲ σκόπει ἐὰν ἄρα καὶ σοὶ ἀρέσῃ.

Section 400

Section 401

Section 402

Section 403

Section 404

Section 405

Section 406

Section 407

Section 408

Section 409

Section 410

Section 411

Section 412

Section 413

Section 414

Section 415

Section 416

Section 417

Section 418

Section 419

Section 420

Section 421

Section 422

Section 423

Section 424

Section 425

Section 426

Section 427

Section 428

Section 429

Section 430

Section 431

Section 432

Section 433

Section 434

Section 435

Section 436

Section 437

Section 438

Section 439

Section 440

↑ Top of work